Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De laudibus sancti Pauli apostoli
John ChrysostomApos 7 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1.1
Ὅταν οἱ τὰ σημεῖα βαστάζοντες τὰ βασιλικά, σάλπιγγος πρὸ αὐτῶν ἠχούσης
7.1.2
καὶ πολλῶν στρατιωτῶν προηγουμένων, εἰς τὰς πόλεις εἰσίωσιν, ἅπας ὁ δῆμος
7.1.3
συντρέχειν εἴωθεν, ὥστε καὶ τῆς ἠχῆς ἀκοῦσαι, καὶ τὸ σημεῖον ἰδεῖν ἐφ' ὑψηλοῦ
7.1.4
φερόμενον, καὶ τοῦ βαστάζοντος τὴν ἀνδρείαν. Ἐπεὶ οὖν καὶ Παῦλος εἰσέρχεται
7.1.5
σήμερον, οὐκ εἰς πόλιν, ἀλλ' εἰς τὴν οἰκουμένην, συνδράμωμεν ἅπαντες. Καὶ γὰρ οὗτος
7.1.6
σημεῖον βαστάζει, οὐ τοῦ κάτω βασιλέως, ἀλλὰ τὸν σταυρὸν τοῦ ἄνω Χριστοῦ, καὶ
7.1.7
προηγοῦνται οὐκ ἄνθρωποι, ἀλλ' ἄγγελοι, καὶ εἰς τιμὴν τοῦ βασταζομένου καὶ εἰς
7.1.8
ἀσφάλειαν τοῦ φέροντος. Εἰ γὰρ τοῖς τὸν ἴδιον βίον οἰκονομοῦσι, καὶ οὐδὲν τῶν κοινῶν
7.1.9
πράττουσιν, ἄγγελοι παρὰ τοῦ τῶν ὅλων Δεσπότου εἰσὶ δεδομένοι φύλακες, καθὼς καὶ
7.1.10
Ἰακώβ φησιν· Ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ νεότητός μου· πολλῷ μᾶλλον ἐπὶ τῶν τὴν
7.1.11
οἰκουμένην ἐγχειρισθέντων καὶ τηλικοῦτον βασταζόντων ὄγκον δωρεῶν πάρεισιν αἱ
7.1.12
δυνάμεις αἱ ἄνω. Οἱ μὲν οὖν παρὰ τῶν ἔξωθεν ταύτης ἠξιωμένοι τῆς τιμῆς, ἱμάτια
7.1.13
περίκεινται καὶ περιαυχένιον κόσμον χρυσοῦν, καὶ πάντοθέν εἰσι λαμπροί· οὗτος δὲ
7.1.14
ἅλυσιν ἀντὶ χρυσοῦ περικείμενος βαστάζει τὸν σταυρόν· οὗτος ἐλαυνόμενος, οὗτος
7.1.15
μαστιζόμενος καὶ λιμώττων.
7.2.1
Ἀλλὰ μὴ στυγνάσῃς, ἀγαπητέ. Καὶ γὰρ ὁ κόσμος οὗτος ἐκείνου πολλῷ
7.2.2
βελτίων καὶ λαμπρότερος, καὶ Θεῷ φίλος· διὸ καὶ βαστάζων οὐκ ἔκαμνε. Τοῦτο γάρ ἐστι
7.2.3
τὸ θαυμαστόν, ὅτι μετὰ δεσμῶν καὶ μαστίγων λαμπρότερος τῶν τὴν ἁλουργίδα καὶ τὸ
7.2.4
διάδημα ἐχόντων ἦν. Ὅτι γὰρ λαμπρότερος, καὶ οὐ κόμπος τὰ εἰρημένα, ἐδήλωσεν
7.2.5
αὐτοῦ τὰ ἱμάτια. Διαδήματα μὲν γὰρ μυρία καὶ πορφυρίδας τοσαύτας ἂν ἐπιθῇς
7.2.6
ἀρρωστοῦντι, οὐδὲ μικρόν τι τῆς φλογὸς ὑποτεμέσθαι δυνήσῃ· τὰ δὲ ἐκείνου σιμικίνθια
7.2.7
ὁμιλοῦντα τοῖς σώμασι τῶν καμνόντων, πᾶσαν νόσον δραπετεύειν ποιεῖ, καὶ εἰκότως. Εἰ
7.2.8
γὰρ λῃσταὶ τοῦτο ὁρῶντες τὸ σημεῖον οὐ τολμῶσιν ἐπελθεῖν, ἀλλ' ἀμεταστρεπτὶ
7.2.9
φεύγουσι, πολλῷ μᾶλλον νόσοι καὶ δαίμονες ὁρῶντες ἐκεῖνο τὸ σημεῖον φεύγουσιν.
7.2.10
Ἐβάσταζε δέ, οὐχ ἵνα αὐτὸς αὐτὸ φέρῃ μόνος, ἀλλ' ἵνα ἅπαντας τοιούτους ποιήσῃ καὶ
7.2.11
διδάξῃ βαστάζειν· διὸ καὶ ἔλεγε· Μιμηταί μου γίνεσθε, καθὼς ἔχετε τύπον ἡμᾶς· καὶ
7.2.12
πάλιν· Ἃ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί, ταῦτα πράσσετε· καὶ πάλιν· Ἡμῖν ἐχαρίσθη, οὐ
7.2.13
μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. Τὰ μὲν γὰρ τοῦ
7.2.14
παρόντος ἀξιώματα βίου τότε μείζονα φαίνεται, ὅταν εἰς ἕνα περιστῇ μόνον· ἐπὶ δὲ τῶν
7.2.15
πνευματικῶν τοὐναντίον· τότε μάλιστα λάμπει τὸ τῆς τιμῆς, ὅταν πολλοὺς τῆς
7.2.16
προεδρίας ἔχῃ κοινωνούς, καὶ ὅταν ὁ μετέχων μὴ εἷς ᾖ, ἀλλὰ πολλοὺς ἔχῃ τοὺς τῶν
7.2.17
αὐτῶν ἀπολαύοντας. Ὁρᾷς οὖν πάντας σημειοφόρους, καὶ ἕκαστον τὸ ὄνομα αὐτοῦ
7.2.18
βαστάζοντα ἐνώπιον ἐθνῶν καὶ βασιλέων, αὐτὸν δὲ καὶ ἐνώπιον γεέννης, καὶ ἐνώπιον
7.2.19
κολάσεως. Ἀλλ' οὐκ εἶπεν οὕτως· οὐ γὰρ ἠδύναντο ἐκεῖνοι βαστάζειν.
7.3.1
Εἶδες ὅσης ἐστὶν ἀρετῆς ἡ φύσις ἡ ἡμετέρα δεκτική; ὡς οὐδὲν ἀνθρώπου
7.3.2
τιμιώτερον καὶ θνητοῦ μένοντος; Τί γάρ μοι τούτου μεῖζον ἔχεις εἰπεῖν; τί δὲ ἴσον;
7.3.3
πόσων δὲ ἀγγέλων καὶ ἀρχαγγέλων οὐκ ἔστιν ἄξιος ὁ τοῦτο εἰπὼν τὸ ῥῆμα; Ὁ γὰρ ἐν
7.3.4
σώματι θνητῷ καὶ ἐπικήρῳ πάντα ὑπὲρ τοῦ Χριστοῦ προδούς, ὧν κύριος ἦν, μᾶλλον δὲ
7.3.5
ὧν οὐκ ἦν,– καὶ γὰρ καὶ τὰ ἐνεστῶτα, καὶ τὰ μέλλοντα προέδωκε, καὶ ὕψωμα καὶ βάθος
7.3.6
καὶ κτίσιν ἑτέραν–, οὗτος εἰ ἐν ἀσωμάτῳ φύσει ἦν, τί οὐκ ἂν εἶπε; τί δὲ οὐκ ἂν ἔπραξε;
7.3.7
Καὶ γὰρ καὶ τοὺς ἀγγέλους διὰ τοῦτο θαυμάζω, ὅτι κατηξιώθησαν τοιαύτης τιμῆς, οὐχ
7.3.8
ὅτι ἀσώματοι ἔτυχον ὄντες· ἐπεὶ καὶ ὁ διάβολος ἀσώματός τέ ἐστι καὶ ἀόρατος, ἀλλ'
7.3.9
ὅμως πάντων ἐστὶν ἀθλιώτερος, ἐπειδὴ τῷ ποιήσαντι προσέκρουσε Θεῷ. Ἐντεῦθεν καὶ
7.3.10
ἀνθρώπους ἀθλίους εἶναί φαμεν, οὐχ ὅταν σάρκα περι κειμένους ἴδωμεν, ἀλλ' ὅταν μὴ
7.3.11
εἰς δέον αὐτῇ χρωμένους· ἐπεὶ καὶ ὁ Παῦλος σάρκα περιέκειτο. Πόθεν οὖν τοιοῦτος ἦν;
7.3.12
Καὶ οἴκοθεν, καὶ παρὰ Θεοῦ, καὶ διὰ τοῦτο παρὰ Θεοῦ, ἐπειδὴ οἴκοθεν· οὐ γάρ ἐστι
7.3.13
προσωπολήπτης ὁ Θεός. Εἰ δὲ λέγοις· καὶ πῶς δυνατὸν ἐκείνους μιμήσασθαι, ἄκουσον τί
7.3.14
φησι· Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Ἐκεῖνος τοῦ Χριστοῦ γέγονε μιμητής,
7.3.15
σὺ δὲ οὐδὲ τοῦ συνδούλου; ἐκεῖνος Δεσπότην ἐζήλωσε, σὺ δὲ οὐδὲ τὸν ὁμόδουλον; καὶ
7.3.16
ποίαν ἕξεις ἀπολογίαν;
7.4.1
Καὶ πῶς αὐτὸν ἐμιμήσατο, φησί; Τοῦτο ἐξ ἀρχῆς σκόπει καὶ ἀπ' αὐτῶν τῶν
7.4.2
προοιμίων. Ἐπειδὴ γὰρ ἀπὸ τῶν θείων ναμάτων τοσοῦτον πῦρ ἔχων ἀνῆλθεν, ὡς μηδὲ
7.4.3
ἀναμεῖναι διδάσκαλον· οὐ γὰρ περιέμεινε Πέτρον, οὐδὲ ἦλθε πρὸς Ἰάκωβον, οὐδὲ πρὸς
7.4.4
ἄλλον οὐδένα, ἀλλ' ὑπὸ τῆς προθυμίας ἀρθείς, οὕτω τὴν πόλιν ἀνῆψεν ὡς πόλεμον
7.4.5
ἀναρριπισθῆναι κατ' αὐτοῦ χαλεπόν· ἐπεὶ καὶ Ἰουδαῖος ὤν, τὰ ὑπὲρ τὴν ἀξίαν ἐποίει,
7.4.6
δεσμεύων, ἀπάγων, δημεύων. Οὕτω καὶ Μωσῆς, οὐδενὸς χειροτονήσαντος αὐτόν, τὴν
7.4.7
ἀδικίαν τῶν βαρβάρων ἐκώλυσε τὴν κατὰ τῶν ὁμοφύλων. Ταῦτα γὰρ ψυχῆς γενναίας
7.4.8
ἀπόδειξις καὶ γνώμης ἐλευθέρας, οὐκ ἀνεχομένης σιγῇ φέρειν τὰ ἑτέρων κακά, κἂν
7.4.9
μηδεὶς ὁ χειροτονῶν ᾖ. Ὅτι γὰρ δικαίως ἐπεπήδησε τῇ προστασίᾳ, ἔδειξεν ὁ Θεὸς
7.4.10
χειροτονήσας αὐτὸν ὕστερον· ὃ καὶ ἐπὶ Παύλου πεποίηκεν. Ὅτι γὰρ καὶ οὗτος καλῶς
7.4.11
ἐποίησε τοῦ λόγου ἁψάμενος τότε καὶ τῆς διδασκαλίας, καὶ τοῦτο ἐδήλωσεν ὁ Θεός,
7.4.12
ταχέως αὐτὸν ἐπὶ τὸ τῶν διδασκάλων ἀξίωμα ἀγαγών.
7.5.1
Εἰ μὲν γὰρ τιμῆς ἕνεκεν καὶ προεδρίας ἐπεπήδων τοῖς πράγμασι, καὶ τῆς
7.5.2
αὐτῶν θεραπείας εἰκότως ἂν ἐνεκλήθησαν. Ἐπειδὴ δὲ κινδύνους ἠγάπων, καὶ θανάτους
7.5.3
ἐπεσπῶντο, ἵνα τοὺς ἄλλους διασώσωσιν ἅπαντας, τίς οὕτως ἄθλιος ὥστε ἐγκαλέσαι
7.5.4
προθυμίᾳ τοσαύτῃ; Ὅτι γὰρ τῆς τῶν ἀπολλυμένων σωτηρίας ἐρῶντες ταῦτα ἔπραττον,
7.5.5
ἐδήλωσε καὶ ἡ τοῦ Θεοῦ ψῆφος, ἐδήλωσε καὶ ἡ τῶν κακῶς ἐρασθέντων τὸν ἔρωτα
7.5.6
τοῦτον ἀπώλεια. Ἐπεπήδησάν ποτε καὶ ἕτεροι ἀρχῇ καὶ προστασίᾳ, ἀλλὰ πάντες
7.5.7
ἀπέθανον, οἱ μὲν ἐμπρησθέντες, οἱ δὲ γῆς διαστάσει καταποθέντες. Οὐ γὰρ διὰ
7.5.8
προστασίαν τοῦτο ἐποίουν, ἀλλὰ διὰ προεδρίας ἔρωτα. Ἐπεπήδησε καὶ Ὀζίας, ἀλλὰ καὶ
7.5.9
οὗτος ἀκάθαρτος γέγονεν· ἐπεπήδησε καὶ Σίμων, ἀλλὰ κατεδικάσθη, καὶ περὶ τῶν
7.5.10
ἐσχάτων ἐκινδύνευσε· ἐπεπήδησε καὶ Παῦλος, ἀλλ' ἐστεφανώθη, οὐχὶ ἱερωσύνῃ καὶ
7.5.11
τιμῇ, ἀλλὰ διακονίᾳ καὶ πόνοις καὶ κινδύνοις. Καὶ ὅτι ἀπὸ ζήλου πολλοῦ καὶ προθυμίας
7.5.12
ἐπέδραμε, διὰ τοῦτο ἀνακηρύττεται καὶ λαμπρὸς ἐκ προοιμίων ἦν.
7.6.1
Ὥσπερ γὰρ ὁ χειροτονούμενος ἄρχων, ἂν μὴ δεόντως τὸ πρᾶγμα μετίῃ, καὶ
7.6.2
μείζονός ἐστι κολάσεως ἄξιος, οὕτω κἂν μὴ χειροτονηθῆ τις, μεταχειρίζῃ δὲ
7.6.3
προσηκόντως, οὐ λέγω τὰ τῆς ἱερωσύνης, ἀλλὰ τὰ τῆς τῶν πολλῶν προνοίας, τοῦ
7.6.4
παντὸς ἄξιός ἐστι. Διὰ τοῦτο οὐδεμίαν ἀνέμεινεν ἡμέραν ἡσυχάζων ὁ πυρὸς οὗτος
7.6.5
σφοδρότερος, ἀλλ' ὁμοῦ τε ἀνέβη ἀπὸ τῆς ἱερᾶς τῶν ὑδάτων πηγῆς, καὶ πολλὴν ἀνῆψεν
7.6.6
ἑαυτῷ τὴν φλόγα, καὶ οὔτε κινδύνους ἐνενόησεν, οὐ τὸν γέλωτα καὶ τὴν αἰσχύνην τὴν
7.6.7
παρὰ Ἰουδαίων, οὐ τὸ ἀπιστεῖσθαι παρ' αὐτοῖς, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλ'
7.6.8
ἑτέρους λαβὼν ὀφθαλμούς, τοὺς τῆς ἀγάπης, καὶ ἑτέραν διάνοιαν, μετὰ πολλῆς
7.6.9
ἐνέπιπτε τῆς ῥύμης, ὥσπερ τις χειμάρρους, ἅπαντα παρασύρων τὰ Ἰουδαίων, καὶ διὰ
7.6.10
τῶν Γραφῶν δεικνὺς ὅτι αὐτός ἐστιν ὁ Χριστός. Καίτοι γε οὔπω χαρίσματα πολλὰ τῆς
7.6.11
χάριτος ἦν αὐτῷ, οὔπω τοσούτου Πνεύματος κατηξίωτο· ἀλλ' ὅμως εὐθέως ἐφλέγετο,
7.6.12
καὶ ψυχῇ θανατώσῃ πάντα ἔπραττε, καὶ ὥσπερ ἀπολογούμενος ὑπὲρ τοῦ παρελθόντος
7.6.13
χρόνου, οὕτω πάντα ἐποίει, καὶ ἐπραγματεύετο εἰς τὸ πονοῦν μάλιστα τοῦ πολέμου
7.6.14
μέρος ἑαυτὸν ἐμβάλλων, καὶ ὃ κινδύνων ἔγεμε καὶ φόβων.
7.7.1
Καὶ ὅμως οὕτω τολμητὴς ὢν καὶ ὁρμητίας καὶ πῦρ πνέων, οὕτω πάλιν
7.7.2
πειθήνιος ἦν καὶ εὐήνιος τοῖς διδασκάλοις ὥστε μὴ ἐν τοσαύτῃ ῥύμῃ προθυμίας αὐτοῖς
7.7.3
ἀντιπεσεῖν. Καὶ γὰρ ζέοντι τότε καὶ μαινομένῳ προσελθόντες εἶπον ὅτι δεῖ ἀπελθεῖν εἰς
7.7.4
Ταρσὸν καὶ Καισάρειαν, καὶ οὐκ ἀντεῖπεν· εἶπον ὅτι χρὴ διὰ τοῦ τείχους χαλασθῆναι,
7.7.5
καὶ ἠνέσχετο· συνεβούλευσαν ξυρᾶσθαι, καὶ οὐκ ἀντέπεσεν· εἶπον μὴ εἰσελθεῖν εἰς τὸ
7.7.6
θέατρον, καὶ εἶξεν. Οὕτως ἑνὸς ἦν πανταχοῦ τοῦ συμφέροντος τοῖς πιστοῖς, τῆς εἰρήνης,
7.7.7
τῆς ὁμονοίας, καὶ πανταχοῦ ἑαυτὸν ἐτήρει τῷ κηρύγματι.
7.8.1
Ὥστε ὅταν ἀκούσῃς ὅτι τὸν ἀδελφιδοῦν πέμπει πρὸς τὸν χιλίαρχον,
7.8.2
βουλόμενος ἑαυτὸν ἐξαρπάσαι τῶν κινδύνων, καὶ ὅταν ἐπικαλῆται Καίσαρα, καὶ ὅταν
7.8.3
εἰς τὴν Ῥώμην σπεύδῃ, μὴ νομίσῃς ἀνανδρείας εἶναι τὰ ῥήματα. Ὁ γὰρ στένων, ἐπειδὴ
7.8.4
παρῆν ἐν τῷ βίῳ τούτῳ, πῶς οὐκ ἂν εἵλετο μετὰ Χριστοῦ εἶναι; καὶ ὁ τῶν οὐρανῶν
7.8.5
καταφρονῶν καὶ ἀγγέλων δι' αὐτὸν ὑπερορῶν, πῶς ἂν ἐπεθύμησε τῶν παρόντων; Τίνος
7.8.6
οὖν ἕνεκεν τοῦτο ἐποίει; Ἵνα ἐνδιατρίψῃ τῷ κηρύγματι, καὶ μετὰ πολλῶν ἀνθρώπων
7.8.7
ἀπέλθῃ, πάντων ἐστεφανωμένων. Καὶ γὰρ ἐδεδοίκει μήποτε πτωχὸς καὶ πένης τῆς τῶν
7.8.8
πολλῶν σωτηρίας ἀποδημήσῃ ἐντεῦθεν. Διὸ καὶ ἔλεγε· Τὸ ἐπιμεῖναι τῇ σαρκὶ
7.8.9
ἀναγκαιότερον δι' ὑμᾶς.
7.9.1
Διὸ καὶ ὁρῶν τὸ δικαστήριον τὴν βελτίω ψῆφον περὶ αὐτοῦ κατατιθέμενον,
7.9.2
ὡς πρὸς τὸν Φῆστον Ἀγρίππας ἔλεγεν· Ἀπολελύσθαι ἠδύνατο ὁ ἄνθρωπος οὗτος, εἰ μὴ
7.9.3
ἐπεκέκλητο Καίσαρα, καὶ δεθείς, καὶ μετὰ μυρίων ἑτέρων δεσμωτῶν ἀπαγόμενος μυρία
7.9.4
εἰργασμένων δεινά, οὐκ ᾐσχύνετο τῷ συνδεδέσθαι ἐκείνοις, ἀλλὰ καὶ προενόει πάντων
7.9.5
τῶν συμπλεόντων, καίτοι γε ὑπὲρ αὐτοῦ θαρρῶν καὶ εἰδὼς ὡς ἐν ἀσφαλείᾳ ἦν, καὶ
7.9.6
πέλαγος τοσοῦτον ἀνήγετο δεδεμένος, καὶ ἔχαιρεν ὡς ἐπὶ μεγίστην ἀρχὴν
7.9.7
προπεμπόμενος. Καὶ γὰρ οὐδὲ μικρὸς ἆθλος αὐτῷ τῆς Ῥωμαίων πόλεως ἡ διόρθωσις
7.9.8
προὔκειτο. Ἀλλ' ὅμως οὐδὲ τῶν ἐν τῷ πλοίῳ κατωλιγώρησεν, ἀλλὰ καὶ ἐκείνους
7.9.9
ἐρρύθμισε, διηγησάμενος τὴν αὐτῷ φανεῖσαν ὄψιν, ἐξ ἧς ἐμάνθανον ὅτι πάντες οἱ
7.9.10
πλέοντες μετ' αὐτοῦ δι' αὐτὸν σώζονται. Τοῦτο δὲ ἐποίει, οὐχ ἑαυτὸν ἐπαίρων, ἀλλ'
7.9.11
ἐκείνους ἑαυτῷ πειθηνίους παρασκευάζων. Διὰ τοῦτο καὶ ὁ Θεὸς συνεχώρησε
7.9.12
διεγερθῆναι τὴν θάλασσαν, ἵνα καὶ δι' ὧν παρηκούσθη, καὶ δι' ὧν ἠκούσθη, διὰ πάντων
7.9.13
δειχθῇ ἡ Παύλου χάρις. Καὶ γὰρ συνεβούλευσε μὴ ἀναπλεῦσαι, καὶ παρηκούσθη, καὶ
7.9.14
γέγονε κίνδυνος περὶ τῶν ἐσχάτων· καὶ οὐδὲ οὕτως ἦν φορτικός, ἀλλὰ πάλιν ὡς παίδων
7.9.15
πατὴρ προενόει, καὶ ὅπως μηδεὶς ἀπόλοιτο πάντα ἔπραττεν. Ἐπειδὴ δὲ καὶ τῆς Ῥωμαίων
7.9.16
ἐπέβη, κἀκεῖ πῶς μετὰ ἐπιεικείας διαλέγεται; πῶς μετὰ ἐλευθερίας τοὺς ἀπειθοῦντας
7.9.17
ἐπιστομίζει; Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ ἐκεῖθεν εἰς Ἱσπανίαν ἔδραμε.
7.10.1
Καὶ γὰρ κινδυνεύων μᾶλλον ἐθάρρει, καὶ τολμηρότερος ἐγίνετο ἐντεῦθεν,
7.10.2
οὐκ αὐτὸς δὲ μόνος, ἀλλὰ καὶ οἱ μαθηταὶ δι' αὐτόν. Ὥσπερ γὰρ εἴπερ ἑώρων αὐτὸν
7.10.3
ἐνδιδόντα καὶ ὀκνηρότερον γινόμενον, ἴσως ἂν καὶ αὐτοὶ καθυφῆκαν· οὕτως, ἐπειδὴ
7.10.4
εἶδον αὐτὸν ἀνδρειότερον γινόμενον, καὶ ἐπηρεαζόμενον, καὶ μᾶλλον ἐπιτιθέμενον,
7.10.5
μετὰ παρρησίας ἐκήρυττον. Καὶ τοῦτο δηλῶν ἔλεγεν· Ὡς τοὺς πλείονας τῶν ἀδελφῶν,
7.10.6
πεποιθότας τοῖς δεσμοῖς μου, περισσοτέρως τολμᾶν ἀφόβως τὸν λόγον λαλεῖν. Ὅταν
7.10.7
γὰρ ὁ στρατηγὸς ᾖ γενναῖος, οὐχὶ σφάττων μόνον οὐδὲ ἀποκτιννύς, ἀλλὰ καὶ
7.10.8
τιτρωσκόμενος, τοὺς ὑπ' αὐτῷ ταττομένους θρασυτέρους ποιεῖ, καὶ μᾶλλον
7.10.9
τιτρωσκόμενος ἢ τιτρώσκων. Ὅταν γὰρ ἴδωσιν αὐτὸν αἵματι πεφυρμένον καὶ τραύματα
7.10.10
περιφέροντα, καὶ μηδὲ οὕτω παραχωροῦντα τοῖς ἐχθροῖς, ἀλλ' ἑστῶτα γενναίως, καὶ
7.10.11
δόρυ σείοντα, καὶ βάλλοντα τοὺς ἐναντίους, καὶ πρὸς τὰς ἀλγηδόνας οὐκ ἐνδιδόντα,
7.10.12
μετὰ πλείονος παρατάττονται καὶ αὐτοὶ τῆς προθυμίας· ὃ δὴ καὶ ἐπὶ Παύλου γέγονεν.
7.10.13
Ὁρῶντες γὰρ αὐτὸν δεδεμένον καὶ ἐν τῷ δεσμωτηρίῳ κηρύττοντα, καὶ μαστιζόμενον,
7.10.14
καὶ τοὺς μαστίζοντας χειρούμενον, πλείονα ἐδέχοντο παρρησίαν. Διὸ καὶ τοῦτο δηλῶν,
7.10.15
οὐχ ἁπλῶς Πεποιθότας εἶπεν, ἀλλὰ προστίθησι· Περισσοτέρως τολμᾶν ἀφόβως τὸν
7.10.16
λόγον λαλεῖν· τουτέστι, μᾶλλον νῦν ἢ ὅτε λελυμένος ἤμην, ἐπαρρησιάζοντο οἱ ἀδελφοί.
7.10.17
Τότε πλείονα προθυμίαν καὶ αὐτὸς ἐλάμβανε· μᾶλλον γὰρ τότε παρω ξύνετο κατὰ τῶν
7.10.18
ἐχθρῶν, καὶ αἱ προσθῆκαι τῶν διωγμῶν προσθῆκαι πλείονος παρρησίας ἦσαν αὐτῷ καὶ
7.10.19
μείζονος θάρσους ὑπόθεσις.
7.11.1
Συνεκλείσθη γοῦν ποτε, καὶ τοσοῦτον ἐξέλαμψεν, ὥστε καὶ τὰ θεμέλια
7.11.2
τινάξαι, καὶ τὰς θύρας ἀναπετάσαι, καὶ τὸν δεσμοφύλακα μεταστῆσαι πρὸς ἑαυτόν, καὶ
7.11.3
τὸν δικάζοντα μικροῦ μεταπεῖσαι, ὡς καὶ αὐτὸν ἐκεῖνον λέγειν· Ἐν ὀλίγῳ με πείθεις
7.11.4
Χριστιανὸν γενέσθαι. Πάλιν ἐλιθάζετο, καὶ τὴν καταλεύουσαν πόλιν εἰσελθὼν
7.11.5
μετέθηκεν. Ἐκάλεσαν αὐτὸν ὡς μέλλοντες κρίνειν, ποτὲ μὲν Ἰουδαῖοι, ποτὲ δὲ
7.11.6
Ἀθηναῖοι, καὶ γεγόνασιν οἱ δικασταὶ μαθηταί, οἱ ἀντίδικοι ὑπήκοοι. Καὶ καθάπερ πῦρ
7.11.7
ἐμπεσὸν εἰς διαφόρους ὕλας μᾶλλον αὔξεται, καὶ προσθήκην λαμβάνει τὴν ὑποκειμένην
7.11.8
ὕλην· οὕτω καὶ ἡ γλῶσσα Παύλου, ὅσοις ἂν συνεγένετο, πρὸς ἑαυτὸν αὐτοὺς μεθίστη,
7.11.9
καὶ οἱ πολεμοῦντες αὐτῷ τοῖς ἐκείνου λόγοις ἁλόντες τροφὴ ταχέως ἐγίγνοντο τῷ
7.11.10
πνευματικῷ τούτῳ πυρί, καὶ δι' αὐτῶν πάλιν ὁ λόγος ᾔρετο, καὶ ἐφ' ἑτέρους προῄει. Διὸ
7.11.11
καὶ ἔλεγε· Δέδεμαι, ἀλλ' ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Ἐφυγάδευον αὐτόν· καὶ τὸ μὲν
7.11.12
πρᾶγμα δίωξις ἦν, τὸ δὲ συμβαῖνον, ἀποστολὴ διδασκάλων. Καὶ ὅπερ ἂν ἐποίησαν φίλοι
7.11.13
καὶ συντεταγμένοι, τοῦτο ἐποίουν οἱ πολέμιοι, οὐκ ἐῶντες ἐν ἑνὶ ἱδρυθῆναι χωρίῳ,
7.11.14
ἀλλὰ πανταχοῦ περιάγοντες τὸν ἰατρόν, δι' ὧν ἐπεβούλευον, δι' ὧν ἤλαυνον, ὡς
7.11.15
πάντας ἀκοῦσαι τῆς ἐκείνου γλώττης. Ἔδησαν πάλιν αὐτόν, καὶ μᾶλλον παρώξυναν·
7.11.16
τοὺς μαθητὰς ἤλασαν, καὶ τοῖς οὐκ ἔχουσι διδάσκαλον ἔπεμψαν· ἐπὶ μεῖζον ἤγαγον
7.11.17
δικαστήριον, καὶ τὴν μείζονα ὠφέλησαν πόλιν.
7.12.1
Διὸ καὶ ἀλγοῦντες οἱ Ἰουδαῖοι περὶ τῶν ἀποστόλων ἔλεγον· Τί ποιήσομεν
7.12.2
τοῖς ἀνθρώποις τούτοις; Δι' ὧν, φασί, προαιρούμεθα, διὰ τούτων αὔξομεν. Παρέδωκαν
7.12.3
τῷ δεσμοφύλακι, ἵνα ἀκριβῶς αὐτὸν κατάσχῃ· ὁ δὲ ἀκριβέστερον ἐδέθη ὑπὸ Παύλου.
7.12.4
Μετὰ δεσμωτῶν ἔπεμψαν, ἵνα μὴ φύγῃ· ὁ δὲ τοὺς δεσμώτας κατήχησε· διὰ τῆς θαλάσσης
7.12.5
ἔπεμψαν, ἵνα καὶ ἄκοντες παρασκευάσωσι ταχέως ἀνυσθῆναι τὴν ὁδόν· καὶ τὸ ναυάγιον
7.12.6
τὸ συμβὰν ἐγένετο διδασκαλίας ὑπόθεσις τοῖς συμπλέουσι· μυρίας ἠπείλουν κολάσεις,
7.12.7
ἵνα σβεσθῇ τὸ κήρυγμα, τὸ δὲ ᾔρετο μᾶλλον. Καὶ ὥσπερ ἐπὶ τοῦ Δεσπότου ἔλεγον οἱ
7.12.8
Ἰουδαῖοι· Ἀποκτείνωμεν αὐτόν, ἵνα μὴ ἔλθωσιν οἱ Ῥωμαῖοι, καὶ ἄρωσιν ἡμῶν τὴν
7.12.9
πόλιν καὶ τὸ ἔθνος, καὶ τοὐναντίον συνέβη,– ἐπειδὴ γὰρ ἀπέκτειναν αὐτόν, διὰ τοῦτο
7.12.10
ἦραν οἱ Ῥωμαῖοι καὶ τὸ ἔθνος αὐτῶν καὶ τὴν πόλιν, καὶ ἅπερ ἐνόμιζον εἶναι κωλύματα,
7.12.11
ταῦτα ἐγένετο βοηθήματα τοῦ κηρύγματος–, οὕτω καὶ Παύλου κηρύττοντος, ἅπερ
7.12.12
ἐπῆγον ἐκεῖνοι τὸν λόγον ἐκκόπτοντες, ταῦτα αὐτὸν ηὔξησε, καὶ εἰς ὕψος ἐπῆρεν
7.12.13
ἄφατον .
7.13.1
Διὰ δὴ ταῦτα πάντα εὐχαριστήσωμεν τῷ εὐμηχάνῳ Θεῷ, μακαρίσωμεν τὸν
7.13.2
Παῦλον, δι' οὗ ταῦτα γέγονεν, εὐξώμεθα καὶ αὐτοὶ τῶν αὐτῶν ἐπιτυχεῖν ἀγαθῶν, χάριτι
7.13.3
καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα,
7.13.4
ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Σῶσόν με ἐκ πάντων τῶν
7.13.5
διωκόντων με καὶ ῥῦσαί με, μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου, μὴ ὄντος
7.13.6
λυτρουμένου μηδὲ σῴζοντος.» Καὶ ταχεῖα ἡ τῆς κόρης βοήθεια· ἀφανοῦς γὰρ γενομένης
7.13.7
ἐξαίφνης, ὁ μὲν μνηστὴρ ἀπῄει ἓν μόνον κερδάνας ἀσελγείας ἱπποδρομίαν. Τῷ νυμφίῳ
7.13.8
δὲ ἡ νύμφη παρειστήκει που ψάλλουσα· «Δικαίως ἡ βοήθειά μου παρὰ τοῦ θεοῦ τοῦ
7.13.9
σῴζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ.» Μάθωμεν δὴ καὶ ἡμεῖς τοὺς κατὰ τῶν σαρκικῶν τῆς
7.13.10
ἐγκρατείας ἀγῶνας, ἐπιστρατεύσωμεν ἡδοναῖς ὡς ἡ μάρτυς, ὑπὲρ σαρκὸς κατὰ σαρκὸς
7.13.11
ὁπλισώμεθα, τῇ τῆς ἀναστάσεως τὰ μέλη προευτρεπίσωμεν δόξῃ, μὴ κρατώμεθα
7.13.12
τέρψεσι τὰ τῆς γεέννης ὀδυνηρὰ προξενούσαις, φεύγωμεν τὸ ἡδύ, ἵνα μὴ τὸ ὄντως ἡδὺ
7.13.13
ἀφ' ἡμῶν δραπετεύσῃ. Ἡ χήρα τῷ τεθνεῶτι συνοίκῳ τηρείτω τὴν εὔνοιαν ὡς πάλιν εἰς
7.13.14
ζωὴν φανουμένῳ. Ἡ γάμῳ συζῶσα πρὸς ἀλλοτρίας ἡδονὰς νενεκρώσθω. Ἡ σηπομένη
7.13.15
πορνείαις ἡδονῇ τὴν φλόγα γαμικῇ δροσιζέτω. Ἡ παρθένος ὡραιότερον νυμφίον τοῦ
7.13.16
Χριστοῦ μὴ ζητείτω. Ἕκαστος τὴν κατὰ τάξιν οἰκείαν καθαρότητα σῴζων προξενείτω
7.13.17
τὴν τοῦ δεσπότου Χριστοῦ τῇ ψυχῇ θεωρίαν· «Μακάριοι» γάρ, φησίν, «οἱ καθαροὶ τῇ
7.13.18
καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται»· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note