De regressu
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
10.1
Τίς γὰρ οὐκ ἂν ἡδέως δουλεύσειεν ὑμῖν οὕτω μανικοῖς οὖσιν ἐρασταῖς; εἰ καὶ λιθίνην εἶχον ψυχήν, κηροῦ αὐτὴν ἐποιήσατε μαλακωτέραν· τί εἴπω τὸν πόθον ὃν ἐπεδείξασθε, τὴν μανίαν τὴν χθὲς καὶ τὴν λύτταν, τὰς βοὰς τὰς ἐν τῇ ἀγορᾷ, ἡγιάσατε τὸν ἀέρα, ἐκκλῃσίαν τὴν πόλιν ἐποιήσατε· ἐτιμώμην ἐγὼ καὶ ὁ Θεὸς ἐδέχετο· αἱρετικοὶ κατῃσχύνοντο, ἡ ἐκκλησία ἐστεφανοῦτο, ὑμεῖς ἀνεκηρύττεσθε. Ἐκκλησίας γὰρ εὐημερία ὅταν ἡ ῥίζα τοῖς κλάδοις ᾖ συνδεδεμένη, ὅταν ὁ ποιμὴν τοῖς προβάτοις συναυλίζηται.