De regressu
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1
Διὰ ταῦτα χαίρω καὶ σκιρτῶ· οὐ μὴν ἐπειδὴ χαίρω, παραλείπω τὴν ἀπολογίαν. Ἐπειδὴ γὰρ ἡμᾶς ἦρεν τοῦ τοσούτου χρόνου τὸ μῆκος, δέξασθέ μου τὴν ἀπολογίαν, ἀγαπητοί. Εἰ δοῦλον ἐπέμψατέ που, ἐπανελθόντα οὐκ ἂν ἀπῃτήσατε εὐθύνας; Ποῦ διέτριβες, ποῦ τοσοῦτον χρόνον ἀνήλωσας; Καὶ ἐγὼ δοῦλός εἰμι τῆς ὑμετέρας ἀγάπης· ἠγοράσατέ με οὐκ ἀργύριον καταβαλόντες, ἀλλ' ἀγάπην ἐπιδειξάμενοι· χαίρω τῇ δουλείᾳ ταύτῃ καὶ μηδέποτε λυθείην. Αὕτη γὰρ ἡ δουλεία διαδήματος βελτίων, αὕτη ἡ δουλεία βασιλείαν οὐρανῶν προξενεῖ, αὕτη ἡ δουλεία ἐλευθερίας ἀμείνων, αὕτη ἡ δουλεία ἐν τῷ βήματι ἐκείνῳ θρόνον μοι κατασκευάζει, αὕτη ἡ δουλεία οὐκ ἀνάγκης, ἀλλὰ γνώμης.