John Chrysostom PG 47-64
De sacerdotio
Sace 5.4.16
Choose a text
More by John Chrysostom
—
Pg Scrape Grc
5.4.1
δʹ. Ὅτι μάλιστα βασκανίας τοῦτον δεῖ καταφρονεῖν Τίνος οὖν δεῖ καὶ ἑτέρου
5.4.2
καταφρονεῖν; Βασκανίας καὶ φθόνου. Τὰς δὲ ἀκαίρους κατηγορίας– καὶ γὰρ ἀνάγκη τὸν
5.4.3
προεστῶτα μέμψεις ὑπομένειν ἀλόγους– οὔτε ἀμέτρως δεδοικέναι καὶ τρέμειν, οὔτε
5.4.4
ἁπλῶς παρορᾶν καλόν, ἀλλὰ χρή, κἂν ψευδεῖς τυγχάνωσιν οὖσαι, κἂν παρὰ τῶν
5.4.5
τυχόντων ἡμῖν ἐπάγωνται, πειρᾶσθαι σβεννύναι ταχέως αὐτάς. Οὐδὲν γὰρ οὕτως αὔξει
5.4.6
φήμην πονηράν τε καὶ ἀγαθὴν ὡς τὸ πλῆθος τὸ ἄτακτον· ἀβασανίστως γὰρ καὶ ἀκούειν
5.4.7
καὶ ἐκλαλεῖν εἰωθός, ἁπλῶς τὸ ἐπελθὸν ἅπαν φθέγγεται, τῆς ἀληθείας οὐδένα
5.4.8
ποιούμενον λόγον. Διὰ ταῦτα οὐ δεῖ τῶν πολλῶν καταφρονεῖν, ἀλλ' ἀρχομένας εὐθέως
5.4.9
ἐκκόπτειν τὰς ὑποψίας τὰς πονηράς, πείθοντα τοὺς ἐγκαλοῦντας, κἂν ἀλογώτατοι
5.4.10
πάντων εἶεν, καὶ μηδὲν ὅλως ἐλλείπειν τῶν δυναμένων ἀφανίσαι δόξαν οὐκ ἀγαθήν,
5.4.11
ἢν δέ, πάντα ποιούντων ἡμῶν, μὴ θέλωσιν οἱ μεμφόμενοι πείθεσθαι, τὸ τηνικαῦτα
5.4.12
καταφρονεῖν. Ὡς ἐὰν φθάσῃ τις ταπεινοῦσθαι τοῖς συμπτώμασι τούτοις, οὐ δυνήσεταί
5.4.13
ποτε γενναῖόν τι καὶ θαυμαστὸν ἀποτεκεῖν– ἡ γὰρ ἀθυμία καὶ αἱ συνεχεῖς φροντίδες
5.4.14
δειναὶ καταβαλεῖν ψυχῆς δύναμιν καὶ εἰς ἀσθένειαν καταγαγεῖν τὴν ἐσχάτην–, οὕτως
5.4.15
οὖν χρὴ τὸν ἱερέα διακεῖσθαι πρὸς τοὺς ἀρχομένους ὥσπερ ἂν εἰ πατὴρ πρὸς παῖδας
5.4.16
ἄγαν νηπίους διακέοιτο· καὶ καθάπερ ἐκείνων οὔτε ὑβριζόντων, οὔτε πληττόντων, οὔτε
5.4.17
ὀδυρομένων ἐπιστρεφόμεθα, ἀλλ' οὐδὲ ἡνίκα ἂν γελῶσι καὶ προσχαίρωσιν ἡμῖν, μέγα
5.4.18
ἐπὶ τούτῳ φρονοῦμέν ποτε, οὕτω καὶ τούτων μήτε τοῖς ἐπαίνοις ἐξογκοῦσθαι, μήτε
5.4.19
καταπίπτειν τοῖς ψόγοις ὅταν ἀκαίρως γίνωνται παρ' αὐτῶν. Χαλεπὸν δὲ τοῦτο, ὦ
5.4.20
μακάριε, τάχα δέ, οἶμαι, καὶ ἀδύνατον· τὸ γὰρ μὴ χαίρειν ἐπαινούμενον, οὐκ οἶδα εἴ τινι
5.4.21
ἀνθρώπων ποτὲ κατώρθωται, τὸν δὲ χαίροντα, εἰκὸς καὶ ἐπιθυμεῖν ἀπολαύειν αὐτῶν,
5.4.22
τὸν δὲ ἀπολαύειν ἐπιθυμοῦντα, πάντως καὶ ἐν ταῖς τούτων ἀποτυχίαις ἀνιᾶσθαι καὶ
5.4.23
ἀλγεῖν ἀνάγκη. Ὥσπερ γὰρ οἱ γανύμενοι τῷ πλουτεῖν, ἡνίκα ἂν καταπέσωσιν εἰς
5.4.24
πενίαν, ἄχθονται καὶ οἱ τρυφᾶν εἰωθότες οὐκ ἂν ἀνάσχοιντο ζῆν εὐτελῶς, οὕτω καὶ οἱ
5.4.25
τῶν ἐγκωμίων ἐρῶντες, οὐχ ὅταν ψέγωνται μόνον εἰκῇ, ἀλλὰ καὶ ὅταν μὴ ἐπαινῶνται
5.4.26
συνεχῶς, καθάπερ λιμῷ τινι διαφθείρονται τὴν ψυχὴν καὶ μάλιστα ὅταν αὐτοῖς
5.4.27
ἐντραφέντες τύχωσιν ἢ καὶ ἑτέρους ἐπαινουμένους ἀκούωσι. Τὸν δὲ μετὰ ταύτης τῆς
5.4.28
ἐπιθυμίας εἰς τὸν τῆς διδασκαλίας ἀγῶνα παρελθόντα, πόσα πράγματα καὶ πόσας ἔχειν
5.4.29
οἴει τὰς ἀλγηδόνας; Οὔτε τὴν θάλατταν ἔστι κυμάτων ἐκτὸς εἶναί ποτε, οὔτε τὴν
5.4.30
ἐκείνου ψυχὴν φροντίδων καὶ λύπης.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).