Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De virginitate
John ChrysostomVirg 13 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
13.1
Διὰ τί ἔγραψαν αὐτῷ Κορίνθιοι περὶ παρθενίας, αὐτὸς δὲ αὐτοῖς πρὸ τούτου οὐ παρῄνεσεν. Πόθεν οὖν ἦλθον ἐπὶ τὴν ἐρώτησιν; Εἶδον τοῦτο ὀξέως ἐκεῖνοι καὶ καλῶς ὅτι μείζονος αὐτοῖς ἔδει τῆς ἀρετῆς, ἐπειδὴ καὶ μείζονος ἠξιώθησαν τῆς δωρεᾶς. Ἄξιον δὲ ἐξετάσαι κἀκεῖνο διὰ τί μηδέποτε αὐτοῖς ταύτην εἰσηγήσατο τὴν συμβουλήν. Οὐ γὰρ ἄν, εἴ γε ἤκουσάν τι τοιοῦτον, πάλιν ἂν ἔγραψαν ὑπὲρ τῶν τοιούτων αὖθις ἐρωτῶντες. Καὶ γὰρ καὶ ἐνταῦθα τὸ βάθος τῆς σοφίας ἔστι τοῦ Παύλου κατανοῆσαι. Οὐ γὰρ ἁπλῶς οὐδὲ εἰκῇ παρῆκε πράγματος τοσούτου παραίνεσιν, ἀλλ' ἀνέμενε πρώτους αὐτοὺς εἰς ἐπιθυμίαν ἐλθεῖν καὶ ἔννοιάν τινα περὶ τοῦ πράγματος τούτου λαβεῖν, ἵν' ᾠκειωμένας αὐτῶν ἤδη τῇ παρθενίᾳ λαβὼν τὰς ψυχὰς χρησίμως τοὺς περὶ τούτων κατασπείρῃ λόγους, τῆς τῶν ἀκουόντων περὶ τὸ πρᾶγμα σχέσεως πολλὴν εὐκολίαν πρὸς τὴν τῆς παραινέσεως ὑποδοχὴν παρεχούσης· καὶ ἄλλως δὲ τὸ τοῦ πράγματος δείκνυσι μέγεθος καὶ τὸν ὄγκον πολύν. Οὐδὲ γὰρ ἄν, εἰ μὴ τοῦτο ἦν, τὴν ἐκείνων ἂν περιέμενε προθυμίαν, ἀλλὰ προλαβὼν αὐτὸς ἂν εἰσηγήσατο, εἰ καὶ μὴ ὡς ἐπίταγμα, μηδὲ ὡς ἐντολὴν ἀλλ' ὡς παραίνεσιν καὶ συμβουλήν. Ὁ δὲ μηδὲ τοῦτο ἀνασχόμενος ποιῆσαι πρῶτος φανερὸν ἡμῖν κατέστησεν ὅτι πολλῶν ἱδρώτων καὶ μεγάλης ἡ παρθενία δεῖται τῆς ἀγωνίας. Καὶ ἐνταῦθα δὲ τὸν κοινὸν ἡμῶν δεσπότην μιμούμενος οὕτως ἐποίησεν. Καὶ γὰρ ἐκεῖνος τότε διελέχθη περὶ τῆς παρθενίας ὅτε αὐτὸν οἱ μαθηταὶ ἤροντο. Εἰπόντων γὰρ «Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, συμφέρει μὴ γαμῆσαι», τότε ἔφησεν· «Εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν.» Ὅταν γὰρ μέγα ᾖ τὸ κατορθούμενον καὶ διὰ τοῦτο μηδὲ εἰς ἐντολῆς ἀνάγκην κατακλείηται, τότε τῶν μελλόντων κατορθοῦν τὴν προθυμίαν ἀναμένειν χρὴ ἑτέρῳ τινὶ τρόπῳ καὶ ἀνυπόπτως τὸ θελῆσαι καὶ βουληθῆναι κατασκευάζοντας ἐν αὐτοῖς· ὥσπερ οὖν καὶ ὁ Χριστὸς ἐποίησεν. Οὐ γὰρ ἀπὸ τῶν περὶ παρθενίας λόγων εἰς τὴν τῆς παρθενίας αὐτοὺς ἐπιθυμίαν ἐνέβαλεν, ἀλλὰ περὶ τοῦ γάμου μόνον διαλεχθεὶς καὶ τὸ βάρος τοῦ πράγματος δείξας καὶ μέχρι τούτου στήσας τὸν λόγον οὕτως σοφῶς ᾠκονόμησεν ὡς τοὺς μηδὲν περὶ τοῦ μὴ γαμεῖν ἀκούσαντας αὐτοὺς ἀφ' ἑαυτῶν εἰπεῖν ὅτι «Συμφέρει μὴ γαμεῖν.» Διὰ τοῦτο γὰρ ὁ Παῦλος ἔλεγεν ὁ τοῦ Χριστοῦ μιμητής· «Περὶ δὲ ὧν ἐγράψατέ μοι», μόνον οὐκ ἀπολογούμενος αὐτοῖς διὰ τούτων καὶ λέγων ὅτι ἐγὼ μὲν ἐπὶ τὴν ὑψηλὴν ταύτην κορυφὴν οὐκ ἐτόλμων ὑμᾶς ἀγαγεῖν διὰ τὸ τοῦ πράγματος δυσκατόρθωτον· ἐπειδὴ δὲ αὐτοὶ φθάσαντες ἐγράψατέ μοι, μετὰ τοῦ θαρρεῖν ποιοῦμαι τὴν συμβουλὴν ὅτι καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι. Διὰ τί γὰρ ὑπὲρ πολλῶν γραψάντων ἐκείνων οὐδαμοῦ τοῦτο προσέθηκε; Δι' οὐδὲν ἕτερον ἢ διὰ τοῦτο ὅπερ εἶπον νῦν· ἵνα γὰρ μή τις δυσχεραίνῃ τὴν παραίνεσιν, τῶν γραμμάτων αὐτοὺς ὧν ἔπεμψαν ὑπομιμνήσκει. Καὶ οὐδὲ οὕτως μετὰ σφοδρότητος κέχρηται τῇ παραινέσει καὶ ταῦτα τοσαύτην λαβὼν ἀφορμήν, ἀλλὰ καὶ ἄγαν ὑφειμένως κἀν τούτῳ μιμούμενος τὸν Χριστόν. Καὶ γὰρ ὁ σωτὴρ μετὰ τὸ πληρῶσαι τὸν περὶ παρθενίας λόγον προσέθηκεν· «Ὁ δυνάμενος χωρεῖν χωρείτω.» Τί οὖν φησι; «Περὶ δὲ ὧν ἐγράψατέ μοι, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι.»

Intertext edge

Open linked passage

Note