⋯
Original: Pg Scrape Grc
De virginitate ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΠΕΡΙ ΠΑΡΘΕΝΙΑΣ Ὅτι τῶν αἱρετικῶν ἡ παρθενία μισθὸν οὐκ ἔχει. Τὸ τῆς παρθενίας καλὸν ἀποστρέφονται μὲν Ἰουδαῖοι, καὶ θαυμαστὸν οὐδέν, ὅπου γε καὶ αὐτὸν τὸν ἐκ παρθένου Χριστὸν ἠτίμασαν. Θαυμάζουσι δὲ Ἕλληνες καὶ καταπλήττονται, ζηλοῖ δὲ μόνη ἡ ἐκκλησία τοῦ Θεοῦ. Τὰς γὰρ τῶν αἱρετικῶν οὐκ ἂν εἴποιμί ποτε παρθένους ἐγώ· πρῶτον μὲν ὅτι οὐκ εἰσὶν ἁγναί. Οὐ γάρ εἰσιν ἡρμοσμέναι ἑνὶ ἀνδρὶ καθὼς ὁ μακάριος τοῦ Χριστοῦ βούλεται νυμφαγωγὸς λέγων· «Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ.» Εἰ γὰρ καὶ περὶ παντὸς τοῦτο τοῦ πληρώματος εἴρηται τῆς Ἐκκλησίας ἀλλ' ὅμως κἀκείνας περιλαμβάνει τὸ λεχθέν. Αἱ τοίνυν τὸν ἕνα ἄνδρα μὴ στέργουσαι ἀλλ' ἕτερον αὐτῷ τὸν οὐκ ὄντα ἐπεισάγουσαι Θεόν, πῶς ἂν εἶεν ἁγναί; Πρῶτον μὲν οὖν κατὰ τοῦτον τὸν λόγον οὐκ ἂν εἶεν παρθένοι. Δεύτερον δὲ ὅτι τὸν γάμον ἀτιμάσασαι οὕτως ἦλθον ἐπὶ τὸ ἀποσχέσθαι τοῦ γάμου. Τῷ γὰρ νομοθετῆσαι πονηρὸν εἶναι τὸ πρᾶγμα προλαβοῦσαι τὰ τῆς παρθενίας ἑαυτῶν ἀφείλοντο ἔπαθλα. Τοὺς γὰρ τῶν φαύλων ἀπεχομένους οὐ στεφανοῦσθαι ἀλλὰ μὴ κολάζεσθαι δίκαιον ἂν εἴη μόνον. Καὶ ταῦτα ἴδοι τις ἂν οὐκ ἐν τοῖς ἡμετέροις μόνον ἀλλὰ καὶ ἐν τοῖς ἔξωθεν οὕτω διατεταγμένα νόμοις. Ὁ φονεύων ἀναιρείσθω, φησίν· οὐκέτι δὲ πρόσκειται, ὁ δὲ μὴ φονεύων τιμάσθω. Ὁ κλέπτης κολαζέσθω· οὐκέτι δὲ καὶ τὸν μὴ λυμαινόμενον τοῖς ἀλλοτρίοις δωρεὰν λαμβάνειν ἐκέλευσαν. Καὶ τὸν μοιχὸν ἀποκτιννύντες τὸν μὴ διορύττοντα τοὺς ἑτέρων γάμους οὐδεμιᾶς ἠξίωσαν τιμῆς. Καὶ μάλα εἰκότως. Τὸ γὰρ ἐπαινεῖσθαι καὶ θαυμάζεσθαι τῶν τὰ ἀγαθὰ κατορθούντων οὐ τῶν τὰ κακὰ φευγόντων ἐστίν· ἀποχρῶσα γὰρ ἐκείνοις τιμὴ τὸ μηδὲν πάσχειν δεινόν. Διὰ τοῦτο καὶ ὁ κύριος ἡμῶν, ἂν μέν τις εἰκῇ καὶ μάτην πρὸς τὸν ἀδελφὸν ὀργισθῇ τὸν αὑτοῦ καὶ μῶρον ἀποκαλέσῃ, τὴν γέενναν ἠπείλησεν. Οὐκέτι δὲ καὶ τὴν τῶν οὐρανῶν βασιλείαν τοῖς μὴ μάτην ὀργιζομένοις καὶ λοιδορίας ἐκτρεπομένοις ὑπέσχετο, ἀλλ' ἕτερόν τι τούτου πλέον καὶ μεῖζον ἐζήτησεν εἰπών· «Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν.» Καὶ δεῖξαι βουλόμενος πῶς σφόδρα μικρὸν καὶ εὐτελὲς καὶ οὐδεμιᾶς τιμῆς ἄξιον τὸ μὴ τοῖς ἀδελφοῖς ἀπεχθάνεσθαι, τὸ τούτου πολλῷ πλέον θεὶς τὸ ἀγαπᾶν αὐτοὺς καὶ φιλεῖν, οὐδὲ τοῦτο ἔφησεν ἡμῖν ἀρκεῖν πρὸς τό τινος ἀξιωθῆναι τιμῆς. Πῶς γὰρ ὅταν τῶν ἐθνικῶν μηδὲν κατὰ τοῦτο πλέον ἔχωμεν; Ὥστε ἑτέρας ἡμῖν ταύτης πολλῷ μείζονος προσθήκης δεῖ εἴ γε μέλλοιμεν μισθὸν ἀπαιτεῖν. Μὴ γὰρ ἐπειδὴ σέ, φησίν, οὐ κατακρίνω τῇ γεέννῃ λοιδορίας καὶ ὀργῆς ἀπεχόμενον τῆς πρὸς τὸν ἀδελφὸν ἤδη διὰ τοῦτο καὶ στεφάνων ἀξίου σαυτόν. Οὐ γὰρ τοσοῦτον ἀπαιτῶ μόνον φιλοφροσύνης μέτρον ἐγώ, ἀλλὰ κἂν πρὸς τῷ μὴ λοιδορεῖσθαι καὶ φιλεῖν αὐτὸν λέγῃς, ἔτι κάτω που στρέφῃ καὶ παρὰ τοὺς τελώνας τάττεις σαυτόν. Ἀλλ' εἰ βούλει τέλειος εἶναι καὶ τῶν οὐρανῶν ἄξιος, μὴ στῇς μεχρὶ τούτου μόνον ἀλλ' ἀνάβηθι προσωτέρω καὶ τῆς φύσεως αὐτῆς μείζονα λαβὲ λογισμόν. Τοῦτο δέ ἐστι τοὺς ἐχθροὺς ἀγαπᾶν. Ἐπεὶ οὖν πάντοθεν ἡμῖν τοῦτο συνωμολόγηται, παυσάσθωσαν μάτην οἱ ἀπὸ τῶν αἱρέσεων κόπτοντες ἑαυτούς· οὐδένα γὰρ λήψονται μισθόν. Οὐκ ἐπειδὴ ὁ κύριος ἄδικος– ἄπαγε–, ἀλλ' ἐπειδὴ αὐτοὶ ἀγνώμονες καὶ πονηροί. Πῶς; Ἀποδέδεικται τοίνυν μηδεμίαν κεῖσθαι δωρεὰν μόνῃ τῇ τῶν φαύλων φυγῇ. Τὸν δὲ γάμον αὐτοὶ φαῦλον νομίσαντες οὕτως ἔφυγον. Πῶς οὖν ὑπὲρ τῆς τῶν φαύλων ἀναχωρήσεως δυνήσονται μισθὸν ἀπαιτεῖν; Ὥσπερ γὰρ ἡμεῖς ὑπὲρ τοῦ μὴ μοιχεύειν στεφανοῦσθαι οὐκ ἀξιώσομεν, οὕτως οὐδὲ ὑπὲρ τοῦ μὴ γαμεῖν ἐκεῖνοι. Ἐρεῖ γὰρ πρὸς αὐτοὺς ὁ κατ' ἐκείνην κρίνων τὴν ἡμέραν· Ἐγὼ τὰς τιμὰς οὐ τοῖς τῶν πονηρῶν ἀπεσχημένοις τέθεικα μόνον– μικρὸν γὰρ παρ' ἐμοὶ τοῦτο τὸ μέρος–, ἀλλὰ τοὺς ἅπασαν ἐπελθόντας ἀρετὴν τούτους εἰς τὴν ἀγήρω τῶν οὐρανῶν εἰσάγω κληρονομίαν. Πῶς οὖν ὑμεῖς πρᾶγμα ἀκάθαρτον καὶ ἐναγὲς εἶναι τὸν γάμον νομίσαντες τῆς τῶν ἐναγῶν ἀπαλλαγῆς τὰ κείμενα τοῖς ἐργάταις τῶν ἀγαθῶν ἀπαιτεῖτε ἔπαθλα; Διὰ τοῦτο γὰρ καὶ τὰ πρόβατα ἐκ δεξιῶν ἵστησιν ὁ Χριστὸς καὶ εὐλογεῖ καὶ εἰς τὴν βασιλείαν εἰσάγει, οὐχ ὅτι οὐχ ἥρπασαν τὰ ἀλλότρια ἀλλ' ὅτι καὶ τὰ αὑτῶν ἑτέροις διένειμαν. Καὶ τὸν τὰ πέντε τάλαντα δὲ ἐγχειρισθέντα ἀποδέχεται, οὐχ ὅτι οὐκ ἐμείωσεν ἀλλ' ὅτι ἐπλεόνασε τὸ δοθέν, καὶ διπλῆν τὴν παρακαταθήκην ἀπέδωκεν. Μέχρι τίνος οὖν οὐ στήσεσθε τρέχοντες εἰς κενὸν καὶ κοπιῶντες μάτην καὶ εἰκῇ πυκτεύοντες καὶ τὸν ἀέρα δέροντες; Καὶ εἴθε μόνον εἰκῇ. Καίτοι οὐδὲ τοῦτο μικρὸν εἰς κολάσεως λόγον, τὸ πολλὰ καμόντας καὶ μείζονα τῶν πόνων προσδοκήσαντας ἔπαθλα κατὰ τὸν καιρὸν τῆς τιμῆς ἐν τοῖς ἀτίμοις τετάχθαι. Ὅτι καὶ κολάζονται οἱ αἱρετικοὶ διὰ τὸ παρθενεῦσαι. Ἔστιν δὲ νῦν οὐ τοῦτο μόνον τὸ δεινὸν οὐδὲ μέχρι τοῦ μὴ κερδᾶναι τὰ τῆς ζημίας αὐτοῖς ἀλλ' ἕτερα πολλῷ τούτων ἐκδέξεται χαλεπώτερα· τὸ πῦρ τὸ ἄσβεστον, ὁ σκώληξ ὁ ἀτελεύτητος, τὸ σκότος τὸ ἐξώτερον, ἡ θλῖψις, ἡ στενοχωρία. Ὥστε μυρίων ἡμῖν δεῖ στομάτων καὶ τῆς ἀγγέλων δυνάμεως ἵνα δυνηθῶμεν τῆς εἰς ἡμᾶς κηδεμονίας εὐχαριστίαν ἀποδοῦναι τῷ Θεῷ τὴν ἀξίαν. Μᾶλλον δὲ οὐδὲ οὕτω δυνατόν. Πῶς γάρ; Ὁ μὲν γὰρ πόνος ὑπὲρ τῆς παρθενίας ἡμῖν καὶ τοῖς αἱρετικοῖς ἴσος, τάχα δὲ καὶ πολλῷ πλείων ἐκείνοις. Ὁ δὲ καρπὸς τῶν πόνων οὐκ ἴσος, ἀλλ' ἐκείνοις μὲν δεσμὰ καὶ δάκρυα καὶ οἰμωγαὶ καὶ τὸ κολάζεσθαι ἀθάνατα, ἡμῖν δὲ αἱ τῶν ἀγγέλων λήξεις καὶ αἱ φαιδραὶ λαμπάδες καὶ τὸ πάντων κεφάλαιον τῶν ἀγαθῶν, ἡ μετὰ τοῦ νυμφίου διαγωγή. Τί δήποτ' οὖν ἐναντία τῶν αὐτῶν πόνων τὰ ἐπίχειρα; Ὅτι ἐκεῖνοι μὲν ἵνα ἀντινομοθετήσωσι τῷ Θεῷ τὴν παρθενίαν εἵλοντο, ἡμεῖς δὲ ἵνα ἀνύσωμεν αὐτοῦ τὸ θέλημα τοῦτο πράττομεν. Ὅτι γὰρ ὁ Θεὸς βούλεται πάντας ἀνθρώπους ἀπέχεσθαι γάμου, μάρτυς ὁ τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα· «Βούλομαι γάρ, φησίν, πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτὸν» ἐν ἐγκρατείᾳ δηλονότι. Φειδόμενος δὲ ἡμῶν ὁ σωτὴρ καὶ εἰδὼς ὅτι «Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής», οὐκ εἰς ἐντολῆς ἀνάγκην τὸ πρᾶγμα κατέκλεισεν ἀλλ' ἐπέτρεψεν αὐτοῦ τὴν αἵρεσιν ταῖς ἡμετέραις ψυχαῖς. Εἰ γὰρ ἦν ἐπίταγμα καὶ νόμος, οὐκ ἂν οἱ κατορθώσαντες τιμῆς ἀπήλαυσαν, ἀλλ' ἤκουσαν ἄν· «Ὃ ὠφείλατε ποιῆσαι πεποιήκατε», οὔτε οἱ διαμαρτάνοντες συγγνώμης ἔτυχον ἀλλὰ τὴν τῶν παρανομούντων ἂν ὑπέστησαν δίκην. Νῦν δὲ εἰπών· «Ὁ δυνάμενος χωρεῖν χωρείτω», τοὺς μὲν μὴ δυναμένους οὐ κατέκρινε, τῶν δὲ δυναμένων πολὺν καὶ ὑπέρογκον τὸν ἀγῶνα ἀπέδειξε. Διὰ τοῦτο καὶ ὁ Παῦλος κατ' ἴχνος βαίνων τοῦ διδασκάλου, «Ἐπιταγὴν κυρίου», φησίν, «οὐκ ἔχω, γνώμην δὲ δίδωμι.»