De virginitate
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
21.1
Ὅτι ὁ κίνδυνος μέγας τοῖς ἐξουθενοῦσι τὴν παρθενίαν. Ἐχρῆν μὲν οὖν, ὅπερ ἔφην, εἰ καὶ ἀκίνδυνος ἦν ἡ τοιαύτη κατηγορία τῶν γοῦν εἰρημένων ἕνεκεν αὐτῆς ἀπέχεσθαι. Νῦν δὲ καὶ κίνδυνος τῷ πράγματι κεῖται μέγας· οὐ γὰρ ὁ καθήμενος καὶ κατὰ τοῦ ἀδελφοῦ καταλαλῶν καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρὸς τιθεὶς σκάνδαλον κολασθήσεται μόνος ἀλλὰ καὶ ὁ πράγματα διαβάλλειν ἐπιχειρῶν Θεῷ δοκοῦντα εἶναι καλά. Ἄκουσον γοῦν τί φησιν ἕτερος προφήτης περὶ αὐτοῦ τούτου διαλεγόμενος· «Οὐαὶ ὁ λέγων τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρόν, ὁ τιθεὶς τὸ φῶς σκότος καὶ τὸ σκότος φῶς, ὁ τιθεὶς τὸ γλυκὺ πικρὸν καὶ τὸ πικρὸν γλυκύ.» Τί γὰρ τῆς παρθενίας ἥδιον, τί κάλλιον, τί φωτεινότερον; Καὶ γὰρ αὐτῶν τῶν ἡλιακῶν ἀκτίνων φαιδροτέρας ἀφίησι τὰς μαρμαρυγάς, πάντων μὲν ἡμᾶς ἀφιστῶσα τῶν βιωτικῶν καθαροῖς δὲ ὀφθαλμοῖς εἰς τὸν τῆς δικαιοσύνης ἥλιον ἀτενὲς παρασκευάζουσα ἐνορᾷν. Καὶ ταῦτα μὲν ὁ Ἠσαΐας περὶ τῶν ἐν αὑτοῖς τὰς διεστραμμένας κρίσεις ἐχόντων ἐβόα. Ἄκουσον δὲ καὶ περὶ τῶν εἰς ἑτέρους ἐκφερόντων τὰ λοιμικὰ ταῦτα ῥήματα τί φησιν ἄλλος προφήτης ἀπὸ τοῦ αὐτοῦ πάλιν ἐπιφθέγματος ποιούμενος τὴν ἀρχήν· «Οὐαὶ ὁ ποτίζων τὸν πλησίον αὐτοῦ ἀνατροπὴν θολεράν.» Τὸ δὲ «οὐαί» οὐ ῥῆμα ψιλόν ἐστιν ἀλλ' ἀπειλή τις ἄφατον ἡμῖν καὶ ἀσύγγνωστον προαναφωνοῦσα τὴν τιμωρίαν· ἐπὶ γὰρ τῶν οὐκέτι δυναμένων διαφυγεῖν τὴν μέλλουσαν κόλασιν τοῦτο τὸ ἐπίρρημα κεῖται ἐν ταῖς γραφαῖς. Καὶ πάλιν ἕτερος προφήτης ἐγκαλῶν τοῖς Ἰουδαίοις ἔλεγεν· «Ἐποτίσατε τοὺς ἡγιασμένους οἶνον.» Εἰ δὲ τοὺς Ναζιραίους οἶνον ποτίζων τοσαύτην ὑποστήσεται τιμωρίαν, ὁ τὴν θολερὰν ἀνατροπὴν ἐκχέων εἰς τὰς τῶν ἀφελεστέρων ψυχὰς τίνος οὐκ ἔσται κολάσεως ἄξιος; Εἰ μέρος μικρὸν τῆς κατὰ νόμον ἀσκήσεως ὑποτεμνόμενός τις ἀπαραίτητον ἔχει τὴν κόλασιν, ὁ τὴν ἁγιωσύνην αὐτὴν ὁλόκληρον διασύρων, τίνα ὑφέξει δίκην; «Ἐάν τις σκανδαλίσῃ, φησίν, ἕνα τῶν μικρῶν τούτων, συμφέρει αὐτῷ ἵνα μύλος ὀνικὸς κρεμασθῇ περὶ τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ εἰς τὴν θάλασσαν.» Τί οὖν λέξουσιν οἱ διὰ τῶν ῥημάτων τούτων οὐχ ἕνα μικρὸν ἀλλὰ πολλοὺς σκανδαλίζοντες; Ὅπου γὰρ ὁ τὸν ἀδελφὸν καλῶν μωρὸν ὀρθὴν ἐπὶ τὸ τῆς γεέννης ἀπαχθήσεται πῦρ, ὁ τὴν ἰσάγγελον ταύτην διαβάλλων πολιτείαν πόσην ὀργὴν ἐπισπάσεται κατὰ τῆς ἑαυτοῦ κεφαλῆς; Κατελέλασέ ποτε τοῦ Μωϋσέως ἡ Μαριὰμ οὐχ οὕτως ὡς τῆς παρθενίας νῦν ὑμεῖς ἀλλὰ πολλῷ ἔλαττον καὶ ἐπιεικέστερον. Οὐ γὰρ διέσυρε τὸν ἄνδρα οὐδὲ ἐχλεύασε τὴν ἀρετὴν τὴν τοῦ μακαρίου τότε ἐκείνου, ἀλλὰ καὶ ἐθαύμασε σφόδρα· τοσοῦτον δὲ εἶπε μόνον ὅτι καὶ αὐτὴ τῶν αὐτῶν ἀπέλαυσεν ὥσπερ ἐκεῖνος. Ἀλλ' ὅμως οὕτως ἐξεκαλέσατο τοῦ Θεοῦ τὴν ὀργὴν ὡς οὐδὲ αὐτοῦ ἐκείνου τοῦ δοκοῦντος ὑβρίσθαι πολλὰ παρακαλοῦντος γενέσθαι τι πλέον ἀλλὰ καὶ περαιτέρω τῆς ἐκείνου γνώμης ἐπιταθῆναι τὴν τιμωρίαν αὐτῇ.