Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De virginitate
John ChrysostomVirg 22 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
22.1
Ὅτι χρησίμως οἱ ἐπὶ Ἐλισσαίου παῖδες ἀπώλοντο. Καὶ τί λέγω Μαριάμ; Οἱ γὰρ παῖδες ἐκεῖνοι οἱ περὶ τὴν Βηθλεὲμ παίζοντες ἵνα πρὸς τὸν Ἐλισσαῖον τοῦτο μόνον εἴπωσιν· «Ἀνάβαινε, φαλακρέ», οὕτω παρώξυναν τὸν Θεὸν ὡς ἅμα τῷ λόγῳ τούτῳ ἄρκους αὐτῶν ἐπαφεῖναι τῷ πλήθει· καὶ γὰρ τεσσαράκοντα δύο ἦσαν, καὶ πάντες ἄρδην ὑπὸ τῶν θηρίων ἐσπαράττοντο τότε ἐκείνων. Καὶ οὔτε ἡλικία οὔτε τὸ πλῆθος οὔτε τὸ γελῶντας εἰπεῖν προέστη τῶν μειρακίων, καὶ μάλα εἰκότως. Εἰ γὰρ μέλλοιεν οἱ τοὺς τοσούτους ἀναδεχόμενοι πόνους καὶ παρὰ παίδων καὶ παρὰ ἀνδρῶν διασύρεσθαι, τίς τῶν ἀσθενεστέρων αἱρήσεται πόνους ἀναδέξασθαι γέλωτας ἔχοντας καὶ χλευασίαν; Τίς δὲ τῶν πολλῶν ζηλώσει τὴν ἀρετὴν οὕτω καταγέλαστον αὐτὴν οὖσαν ὁρῶν; Εἰ γὰρ νῦν πάντων αὐτὴν πανταχοῦ θαυμαζόντων οὐ τῶν μετιόντων μόνον ἀλλὰ καὶ τῶν ἐκπεπτωκότων αὐτῆς ὅμως ὀκνοῦσι καὶ ἀναδύονται πρὸς τοὺς ἱδρῶτας ἐκείνους πολλοί, τίς ἂν αὐτῆς ἐπιλαβέσθαι ταχέως ἠθέλησεν εἰ πρὸς τῷ μὴ θαυμάζεσθαι καὶ διαβαλλομένην ἑώρα παρὰ πάντων ἀνθρώπων; Οἱ μὲν γὰρ ἰσχυροὶ λίαν καὶ πρὸς τὸν οὐρανὸν ἤδη μεταστάντες οὐδὲν δέονται τῆς ἀπὸ τῶν πολλῶν παραμυθίας ἀλλ' ἀρκεῖ πρὸς πᾶσαν παραμυθίαν αὐτοῖς ὁ παρὰ τοῦ Θεοῦ ἔπαινος. Οἱ δὲ ἀσθενέστερον διακείμενοι καὶ ἄρτι πρὸς τὸ πρᾶγμα χειραγωγούμενοι οὐ μικρὰν καὶ ἀπὸ τῆς τῶν πολλῶν δόξης δυνάμεως προσθήκην λαμβάνουσιν, ἕως ἂν παιδαγωγηθέντες πάντοθεν κατὰ μικρὸν εἰς τὸ μηκέτι δεῖσθαι ταύτης τῆς χειραγωγίας καταστήσωσιν ἑαυτούς. Οὐκ ἐκείνων δὲ μόνων ἕνεκεν ἀλλὰ καὶ τῆς τῶν χλευαζόντων αὐτῶν σωτηρίας τοῦτο γίνεται ὥστε μὴ περαιτέρω προελθεῖν τῆς κακίας αὐτοὺς τῷ μηδεμίαν ὑπὲρ τῶν προτέρων δοῦναι δίκην. Ἀλλὰ μεταξύ με ταῦτα λέγοντα καὶ ἡ τῶν κατὰ τὸν Ἡλίαν γενομένων εἰσῆλθε μνήμη. Ὅπερ γὰρ οἱ παῖδες παρὰ τῶν ἄρκων ἔπασχον διὰ τὸν Ἐλισσαῖον, τοῦτο διὰ τὸν τούτου διδάσκαλον ὑπὸ πυρὸς ἄνωθεν ἁφθέντος δὶς πεντήκοντα ἄνδρες ἅμα τοῖς προεστῶσιν αὐτῶν ὑπέμενον. Ἐπειδὴ γὰρ κἀκεῖνοι μετὰ πολλῆς τῆς εἰρωνείας προσελθόντες ἐκάλουν τὸν δίκαιον καὶ καταβαίνειν ἐκέλευον πρὸς αὐτούς, ἀντ' ἐκείνου πῦρ κατελθὸν ἅπαντας αὐτοὺς κατέφαγε τῶν θηρίων οὐχ ἧττον ἐκείνων. Ταῦτ' οὖν ἐννοήσαντες, ἅπαντες ὑμεῖς οἱ τῆς παρθενίας ἐχθροί, ἐπίθεσθέ ποτε τῷ στόματι ὑμῶν θύραν καὶ μοχλὸν ἵνα μὴ καὶ ὑμεῖς ἄρξησθε λέγειν κατὰ τὴν ἡμέραν τῆς κρίσεως τοὺς ἀπὸ τῆς παρθενίας ἐκεῖ λάμποντας ὁρῶντες· «Οὗτοι ἦσαν οὓς εἴχομέν ποτε εἰς γέλωτα καὶ εἰς παραβολὴν ὀνειδισμοῦ· ἡμεῖς οἱ ἄφρονες τὸν βίον αὐτῶν ἐλογισάμεθα μανίαν καὶ τὴν τελευτὴν αὐτῶν ἄτιμον. Πῶς κατελογίσθησαν ἐν υἱοῖς Θεοῦ καὶ ἐν ἁγίοις ὁ κλῆρος αὐτῶν ἐστιν; Ἄρα ἐπλανήθημεν ἀπὸ ὁδοῦ ἀληθείας καὶ τὸ τῆς δικαιοσύνης φῶς οὐκ ἐπέλαμψεν ἡμῖν.» Ἀλλὰ τί κέρδος τῶν ῥημάτων τούτων τῆς μετανοίας ἐκνενευρισμένης ὑπὸ τοῦ καιροῦ τότε;

Intertext edge

Open linked passage

Note