Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De virginitate
John ChrysostomVirg 24 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
24.1
Ὅτι τοὺς ἁμαρτάνοντας καὶ μὴ κολαζομένους οὐχὶ θαρρεῖν ἀλλὰ δεδοικέναι διὰ τοῦτο μᾶλλον χρή. Ὥστε ὅταν ἄμετρα ἁμαρτάνοντες μηδὲν πάσχωμεν κακόν, μὴ θαρρῶμεν ἀλλὰ διὰ τοῦτο μᾶλλον φοβώμεθα. Κἂν γὰρ ἐνταῦθα μὴ κριθῶμεν ὑπὸ τοῦ Θεοῦ, ἐκεῖ σὺν τῷ κόσμῳ κατακριθησόμεθα. Καὶ αὕτη πάλιν οὐκ ἐμὴ ἡ ἀπόφασις ἀλλὰ τοῦ λαλοῦντος ἐν τῷ Παύλῳ Χριστοῦ. Τοῖς γὰρ τῶν μυστηρίων ἀναξίως μεταλαμβάνουσι διαλεγόμενός φησι· «Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί. Εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· νῦν δὲ κρινόμενοι ὑπὸ κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.» Εἰσὶ μὲν γὰρ οἱ τῆς ἐνταῦθα μόνον ἐπιτιμήσεως δεόμενοι, ὅταν αὐτῶν σύμμετρα ᾖ τὰ ἁμαρτήματα καὶ κολασθέντες μηκέτι πάλιν πρὸς τὰ πρότερα ἀνατρέχωσι τὸν ἐπὶ τὸν ἔμετον ἐπιστρέψαντα κύνα μιμούμενοι. Εἰσὶ δὲ οἱ διὰ τὴν ὑπερβολὴν τῆς κακίας καὶ ἐνταῦθα καὶ ἐκεῖ τιννύντες δίκην· ἕτεροι δὲ μόνον ἐκεῖ τὴν τιμωρίαν ὑποστήσονται διὰ τὸ πάντων χαλεπώτερα εἰργάσθαι μὴ ἀξιωθέντες μετὰ ἀνθρώπων μαστιγωθῆναι. «Καὶ μετὰ ἀνθρώπων», γάρ φησιν, «οὐ μαστιγωθήσονται» ὡς τηρούμενοι μετὰ δαιμόνων κολάζεσθαι. «Πορεύεσθε», γάρ φησιν, «ἀπ' ἐμοῦ εἰς τὸ σκότος τὸ ἐξώτερον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.» Πολλοὶ τὴν ἱερωσύνην ἥρπασαν χρήμασιν ἀλλ' οὐκ ἔσχον τὸν ἐλέγχοντα οὐδὲ ἤκουσαν ἃ Σίμων ἤκουσε παρὰ τοῦ Πέτρου τότε. Ἀλλ' οὐ διὰ τοῦτο διέφυγον ἀλλὰ πολλῷ χαλεπωτέραν ὑποστήσονται δίκην τῆς ἐνθάδε ὀφειλομένης ὅτι μηδὲ ἐκ τοῦ παραδείγματος ἐσωφρονίσθησαν. Πολλοὶ τὰ τοῦ Κορὲ ἐτόλμησαν ἀλλ' οὐκ ἔπαθον τὰ τοῦ Κορέ, ἀλλὰ πείσονται ὕστερον ἐπὶ μείζονι τῇ ζημίᾳ. Πολλοὶ τὴν τοῦ Φαραὼ ζηλώσαντες ἀσέβειαν οὐ κατεποντίσθησαν ὥσπερ ἐκεῖνος, ἀλλὰ μένει τὸ τῆς γεέννης αὐτοὺς πέλαγος. Οὐδὲ γὰρ οἱ τοὺς ἀδελφοὺς ἀποκαλοῦντες μωροὺς ἤδη τὴν δίκην ἔδωκαν· ἐκεῖ γὰρ αὐτοῖς ἡ κόλασις τεταμίευται. Μὴ τοίνυν τὰς ἀποφάσεις τοῦ Θεοῦ ῥήματα εἶναι νομίζετε μόνον. Διὰ τοῦτο γὰρ καὶ ἐνίας αὐτῶν ἐπὶ τὸ ἔργον προήγαγεν, οἷον ἐπὶ τῆς Σαπφείρας, ἐπὶ τοῦ ταύτης ἀνδρός, ἐπὶ τοῦ Χαρμί, ἐπὶ τοῦ Ἀαρών, καὶ ἐφ' ἑτέρων δὲ πολλῶν, ἵνα οἱ τοῖς λόγοις ἀπιστοῦντες αὐτοῦ τὴν ἀπὸ τῶν πραγμάτων πίστιν δυσωπηθέντες παύσωνται λοιπὸν ἀπατῶντες ἑαυτοὺς ὡς οὐ δώσοντες δίκην καὶ μαθῶσιν ὅτι τοῦ Θεοῦ τὸ χρηστὸν ἐν τῷ διδόναι προθεσμίαν τοῖς ἁμαρτάνουσιν, οὐκ ἐν τῷ μηδ' ὅλως κολάζειν τοὺς ἐπιμένοντας τοῖς ἁμαρτήμασίν ἐστιν. Ἐνῆν μὲν οὖν καὶ πλείονα λέγειν δεικνύντας ὅσον ἑαυτοῖς συνάγουσι πῦρ οἱ τὸ τῆς παρθενίας ἐξευτελίζοντες καλόν. Ἀλλὰ τοῖς μὲν σωφρονοῦσιν ἀρκεῖ καὶ ταῦτα, τοὺς δὲ ἀδιορθώτως ἔχοντας καὶ μαινομένους οὐδὲ πολλῷ τούτων πλείονα τῆς μανίας αὐτοὺς ἀποστῆσαι δυνήσεται. Διὸ τοῦτο τὸ μέρος ἀφέντες τοῦ λόγου πρὸς τοὺς σωφρονοῦντας αὐτὸν ἅπαντα τρέψωμεν, πάλιν ἐπὶ τὸν μακάριον Παῦλον ἐπανελθόντες. «Περὶ δὲ ὧν ἐγράψατέ μοι», φησί, «καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι.» Αἰσχυνέσθωσαν ἀμφότεροι νῦν καὶ οἱ τὸν γάμον κακίζοντες καὶ οἱ παρὰ τὴν ἀξίαν αὐτὸν ἐπαίροντες. Ἀμφοτέρους γὰρ ὁ μακάριος ἐπιστομίζει Παῦλος καὶ διὰ τούτων καὶ διὰ τῶν ἐφεξῆς κειμένων.

Intertext edge

Open linked passage

Note