De virginitate
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
28.1
Ὅτι τὰ περὶ γάμου λεγόμενα παρθενίας ἐστὶ προτρεπτικά. Τί δὴ μετὰ ταῦτά φησιν; «Τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω· ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί.» Εἶτα ἑρμηνεύων αὐτὸ καὶ σαφέστερον ποιῶν ἐπάγει· «Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ἡ γυνή.» Καὶ ταῦτα δοκεῖ μὲν ὑπὲρ τοῦ γάμου λέγεσθαι. Τὸ δὲ ἀληθὲς ὥσπερ ἄγκιστρον τῇ συνήθει περιστείλας τροφῇ, οὕτως εἰς τὰς τῶν μαθητῶν ἐνίησιν ἀκοάς, αὐτοῖς τοῖς περὶ τοῦ γάμου λόγοις ἐξαγαγεῖν αὐτοὺς τοῦ γάμου βουλόμενος. Ὁ γὰρ ἀκούσας ὅτι μετὰ τὸν γάμον οὐκ ἔσται κύριος ἑαυτοῦ ἀλλ' ἐν τῇ τῆς γυναικὸς κείσεται γνώμῃ ταχέως ἀπαλλαγῆναι σπουδάσει τῆς πικροτάτης δουλείας, μᾶλλον δὲ μηδὲ τὴν ἀρχὴν τὸν ζυγὸν ὑπελθεῖν, ἐπειδὴ εἰσελθόντα ἅπαξ δουλεύειν ἀνάγκη λοιπὸν ἕως ἂν τῇ γυναικὶ τοῦτο δοκῇ. Καὶ ὅτι οὐχ ἁπλῶς καταστοχαζόμενος λέγω τῆς τοῦ Παύλου γνώμης ἀπὸ τῶν μαθητῶν ῥᾴδιον τοῦτο καταμαθεῖν. Οὐδὲ γὰρ ἐκεῖνοι πρότερον φορτικὸν εἶναι καὶ ἐπαχθὲς τὸν γάμον ἐνόμισαν, ἀλλ' ὅτε ἤκουσαν τοῦ κυρίου εἰς ταύτην αὐτοὺς κατακλείοντος τὴν ἀνάγκην εἰς ἣν καὶ τοὺς Κορινθίους ὁ Παῦλος τότε. Τὸ γὰρ «Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας ποιεῖ αὐτὴν μοιχᾶσθαι», καὶ τὸ «Ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει», ῥήμασι μὲν ἑτέροις, γνώμῃ δὲ εἴρηται τῇ αὐτῇ. Εἰ δέ τις ἀκριβέστερον καταμάθοι τὸ τοῦ Παύλου, μᾶλλον ἐπιτείνει τὴν τυραννίδα καὶ φορτικωτέραν ἐργάζεται τὴν δουλείαν. Ὁ μὲν γὰρ κύριος οὐκ ἀφίησι τὸν ἄνδρα ἐκ τῆς οἰκείας ἐκβαλεῖν τὴν γυναῖκα. Ὁ δὲ Παῦλος καὶ τὴν τοῦ οἰκείου σώματος ἐξουσίαν παραιρεῖται, πᾶσαν αὐτοῦ τὴν ἀρχὴν τῇ γυναικὶ παραδιδοὺς καὶ ἀργυρωνήτου μᾶλλον ὑποτάξας οἰκέτου. Τούτῳ μὲν γὰρ ἔξεστι πολλάκις καὶ παντελοῦς ἐλευθερίας τυχεῖν, εἰ δυνηθείη ποτὲ εὐπορήσας ἀργυρίου καταθεῖναι τὴν τιμὴν τῷ δεσπότῃ. Ὁ δὲ ἀνὴρ κἂν τὴν ἁπάντων ἀργαλεωτέραν ἔχῃ γυναῖκα, στέργειν ἀναγκάζεται τὴν δουλείαν καὶ λύσιν οὐδεμίαν οὐδὲ διέξοδον ταύτης δύναται τῆς δεσποτείας εὑρεῖν.