De virginitate
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
29.1
Ὅτι τὸ μὴ ἀποστερεῖτε ἀλλήλους εἰς παρθενίαν ἐστὶν ἐνάγοντος. Εἰπὼν τοίνυν· «Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει», ἐπάγει· «Μὴ ἀποστερεῖτε ἀλλήλους εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρὸν ἵνα σχολάσητε τῇ προσευχῇ καὶ τῇ νηστείᾳ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχεσθε.» Πολλοὺς ἐνταῦθα τῶν τὴν παρθενίαν ἐπανῃρημένων οἶμαι καὶ ἐρυθριᾶν καὶ αἰσχύνεσθαι ἐπὶ τῇ πολλῇ συγκαταβάσει τοῦ Παύλου. Ἀλλὰ μὴ δείσητε μηδὲ ἀβέλτερόν τι πάθητε. Δοκεῖ μὲν γὰρ καὶ ταῦτα εἶναι χαριζομένου τοῖς γεγαμηκόσιν, εἰ δέ τις αὐτὰ ἀκριβῶς διασκέψαιτο τῆς αὐτῆς ὄντα τοῖς προτέροις εὑρήσει γνώμης. Εἰ μὲν γάρ τις αὐτὰ ἁπλῶς ἐπιέναι βούλοιτο τῆς προκειμένης ἀποκόπτων αἰτίας, δόξει νυμφευτρίας εἶναι μᾶλλον ἢ ἀποστόλου τὰ ῥήματα. Εἰ δὲ τὸν σκόπον ἅπαντα ἀναπτύξειε καὶ ταύτην καιρίαν εὑρήσει τῆς ἀποστολικῆς ἀξίας τὴν παραίνεσιν. Διὰ τί γὰρ μακρότερον ἐπέξεισι τούτῳ τῷ λόγῳ; Οὐ γὰρ ἤρκει διὰ τῶν ἀνωτέρω τοῦτο σεμνότερον ἐνδειξάμενον μέχρις ἐκείνου στῆσαι τὴν παραίνεσιν; Τί γὰρ ἔχει πλεῖον τοῦ «Τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω» καὶ «Ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει», τὸ «Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρόν»; πλέον μὲν οὐδέν. Τὸ δὲ ἐν βραχεῖ καὶ ἀμυδρῶς εἰρημένον ἐκεῖ διὰ πλειόνων ἐνταῦθα σαφέστερον ἐξειργάσατο. Ποιεῖ δὲ τοῦτο μιμούμενος τὸν ἅγιον τοῦ Θεοῦ Σαμουήλ. Καθάπερ γὰρ ἐκεῖνος μετὰ πάσης ἀκριβείας τοὺς περὶ τῆς βασιλείας ἐξηγεῖται νόμους τοῖς ἰδιώταις, οὐχ ἵνα δέξωνται ἀλλ' ἵνα μὴ δέξωνται, καὶ δοκεῖ μὲν διδασκαλίας τὸ πρᾶγμα εἶναι, τὸ δὲ ἀληθὲς ἀποτροπή τις ἦν τῆς ἐπιθυμίας αὐτῶν τῆς ἀκαίρου, οὕτω καὶ ὁ Παῦλος τοῦ γάμου τὴν τυραννίδα συνεχέστερον στρέφει καὶ σαφέστερον, τούτους αὐτοὺς τοῖς ῥήμασιν ἐκεῖθεν ἐξελκύσαι βουλόμενος. Εἰπὼν γάρ· «Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει», ἐπάγει· «Μὴ ἀποστερεῖτε ἀλλήλους εἰ μή τι ἂν ἐκ συμφώνου, ἵνα σχολάσητε τῇ νηστείᾳ καὶ τῇ προσευχῇ.» Ὁρᾷς πῶς ἀνυπόπτως καὶ ἀνεπαχθῶς τοὺς ἐν τῷ γάμῳ μένοντας εἰς τὴν τῆς ἐγκρατείας γυμνασίαν ἐνήγαγε; Παρὰ μὲν γὰρ τὴν ἀρχὴν ἁπλῶς τὸ πρᾶγμα ἐπῄνεσεν εἰπών· «Καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι.» Ἐνταῦθα δὲ καὶ παραίνεσιν προσέθηκεν εἰπών· «Μὴ ἀποστερεῖτε ἀλλήλους εἰ μή τι ἂν ἐκ συμφώνου.» Διὰ τί δὲ καὶ ἐν παραινέσει ὅπερ θεῖναι ἠβούλετο εἰσήγαγεν ἀλλ' οὐκ ἐν ἐπιτάγματος σχήματι; Οὐ γὰρ εἶπεν· ἀποστερεῖτε μὲν ἀλλήλους, συμφώνως δέ, ἵνα σχολάσητε τῇ προσευχῇ, ἀλλὰ τί; «Μὴ ἀποστερεῖτε ἀλλήλους εἰ μή τι ἂν ἐκ συμφώνου.» Ὅτι οὗτος προσηνέστερος ὁ λόγος ἐγένετο, τοῦ διδασκάλου τὴν γνώμην δεικνὺς οὐ μετὰ σφοδρότητος τοῦτο ἀπαιτοῦσαν, ὅτε μάλιστα καὶ μετὰ πολλῆς τῆς εὐγνωμοσύνης ἡ ἔκτισις γίνεται. Οὐ τούτῳ δὲ μόνον παραμυθεῖται τὸν ἀκροατὴν ἀλλὰ καὶ τῷ τὸ μὲν τραχὺ βραχέσι συστεῖλαι ῥήμασι, πρὶν ἢ δὲ ἀλγῆσαι τὸν ἀκούοντα ἐπὶ τὰ ἡδύτερα μεταπηδῆσαι καὶ τούτοις ἐνδιατρῖψαι μᾶλλον.