De virginitate
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
30.1
Διὰ τί εἰ τίμιος ὁ γάμος τοῖς νηστεύουσι παραινεῖ ὁ ἀπόστολος συνουσίας ἀπέχεσθαι. Ἄξιον δὲ ἐξετάσαι κἀκεῖνο, τί δήποτε, εἴπερ τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος, οὐκ ἀφίησιν αὐτὸν χώραν ἔχειν ἐν τῷ τῆς νηστείας καὶ τῆς προσευχῆς καιρῷ. Ὅτι τῶν σφόδρα ἀτόπων ἦν Ἰουδαίους μέν– οἷς ἅπαντα τὰ σωματικὰ διατετύπωτο, οἷς καὶ δύο γυναῖκας ἔχειν ἠφεῖτο καὶ τὰς μὲν ἐκβάλλειν, τὰς δὲ ἀντεισάγειν– τοσαύτην ποιεῖσθαι τοῦ πράγματος πρόνοιαν ὡς μέλλοντας θείων ἀκούειν λόγων ἀποστῆναι καὶ τῆς κατὰ νόμον μίξεως καὶ ταῦτα οὐ μίαν οὐδὲ δύο μόνον ἡμέρας ἀλλὰ καὶ πλείους, ἡμᾶς δὲ τοὺς τοσαύτης ἀπολαύοντας χάριτος, τοὺς πνεῦμα λαβόντας, τοὺς νεκρωθέντας, τοὺς συνταφέντας τῷ Χριστῷ, τοὺς υἱοθεσίας ἀξιωθέντας, τοὺς εἰς τοσαύτην ἀναχθέντας τιμὴν μετὰ τοσαῦτα καὶ τηλικαῦτα ἀγαθὰ μηδὲ εἰς τὴν αὐτὴν ἀφικέσθαι τοῖς νηπίοις ἐκείνοις σπουδήν. Εἰ δὲ ἐπιμένοι τις πάλιν ζητῶν, αὐτὸς δὲ ὁ Μωϋσῆς διὰ τί τοὺς Ἰουδαίους τῆς ὁμιλίας ταύτης ἀπήγαγεν, ἐκεῖνο ἂν εἴποιμι ὅτι εἰ καὶ τίμιος ὁ γάμος ἀλλὰ μέχρι τοσούτου φθάσαι δύναιτ' ἂν ὥστε μὴ μολῦναι τὸν χρώμενον, τὸ δὲ καὶ ἁγίους ἀποφαίνειν, οὐκέτι τῆς ἐκείνου δυνάμεως ἀλλὰ τῆς παρθενίας ἐστίν. Ὅτι δὲ οὐ Μωϋσῆς μόνον οὐδὲ Παῦλος ταῦτα παρήγγελον, ἄκουσον τί φησιν ὁ Ἰωήλ· «Ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε ἐκκλησίαν, συναγάγετε πρεσβυτέρους.» Ἀλλ' ἐκεῖνο ἴσως ζητεῖς, ποῦ γυναικὸς ἀπέχεσθαι ἐκέλευσεν; «Ἐξελθέτω», φησί, «νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς.» Τοῦτο γὰρ καὶ Μωσαϊκοῦ μεῖζόν ἐστιν ἐπιτάγματος. Εἰ γὰρ νυμφίον καὶ νύμφην, οἷς ἀκμάζει τὰ τῆς ἐπιθυμίας, οἷς ἡ νεότης σφριγᾷ, οἷς ὁ πόθος ἀκάθεκτος, οὐ χρὴ συνιέναι κατὰ τὸν τῆς νηστείας καιρὸν καὶ τῆς προσευχῆς, πόσῳ μᾶλλον τοὺς λοιποὺς τοὺς οὐκ ἔχοντας τοσαύτην μίξεως ἀνάγκην; Τὸν γὰρ εὐχόμενον ὡς χρὴ καὶ νηστεύοντα πάντα ἀπορρῖψαι δεῖ πόθον βιωτικόν, πᾶσαν φροντίδα καὶ διάχυσιν καὶ πανταχόθεν ἑαυτὸν συναγαγόντα καλῶς οὕτω προσιέναι τῷ Θεῷ. Διὰ τοῦτο καὶ ἡ νηστεία καλὸν ὅτι περικόπτει τὰς τῆς ψυχῆς φροντίδας καὶ τὴν περιρρέουσαν τὸν νοῦν ὀλιγωρίαν ἀναστέλλουσα ὅλην πρὸς ἑαυτὴν ἐπιστρέφει τὴν διάνοιαν. Τοῦτο καὶ ὁ Παῦλος αἰνιττόμενος ἀπάγει τῆς μίξεως καὶ τῇ λέξει σφόδρα καιρίως κέχρηται. Οὐ γὰρ εἶπεν· ἵνα μὴ μολυνθῆτε, ἀλλ' «Ἵνα σχολάζητε τῇ νηστείᾳ καὶ τῇ προσευχῇ», ὡς τῆς πρὸς γυναῖκα ὁμιλίας οὐκ εἰς ἀκαθαρσίαν ἀλλ' εἰς ἀσχολίαν ἀγούσης.