Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De virginitate
John ChrysostomVirg 34 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
34.1
Ὅτι θαυμαστὸν καὶ πολλῶν ἄξιον στεφάνων ἡ παρθενία. Εἰ γὰρ τοὺς ἐν τῷ γάμῳ διατρίβοντας δέδοικεν ἀποστῆσαι ἐπιπολὺ μή τινα παρείσδυσιν ὁ διάβολος εὕρῃ, πόσων ἂν εἶεν ἄξιαι στεφάνων αἱ μηδὲ παρὰ τὴν ἀρχὴν ταύτης δεηθεῖσαι τῆς παραμυθίας καὶ μέχρι τέλους ἀχείρωτοι διαμείνασαι; Καίτοι οὐδὲ τὰ παρὰ τοῦ διαβόλου μηχανήματα ἐξ ἴσης ἀμφοτέροις προσάγεται. Τοῖς μὲν γὰρ οὔτε ἐνοχλεῖν αὐτὸν οἶμαι εἰδότα ὅτι πλησίον αὐτοῖς ἡ καταφυγή, κἄν τινος αἴσθωνται σφοδροτέρας προσβολῆς, ἔξεστιν εὐθέως ἐπὶ τὸν λιμένα καταφυγεῖν. Οὐδὲ γὰρ ἀφίησιν αὐτοὺς ὁ μακάριος Παῦλος πορρωτέρω πλεῖν ἀλλ' ὑποστρέφειν ἡνίκα ἂν κάμωσι καὶ παραινεῖ πάλιν ἐπιτρέπων ἐπὶ τὸ αὐτὸ συνέρχεσθαι. Ἡ δὲ παρθένος δι' ὅλου θαλαττεύειν ἀναγκάζεται καὶ πέλαγος πλεῖν ἀλίμενον, κἂν ὁ χαλεπώτατος διεγερθῇ χειμών, οὐδὲ οὕτω θέμις ὁρμίσαι τὸ σκάφος αὐτῇ καὶ ἀναπαύσασθαι. Ὥσπερ οὖν οἱ κατὰ τὴν θάλατταν κακοῦργοι, ἔνθα μὲν ἂν ᾖ πόλις ἢ ἐπίνειον ἢ λιμήν, οὐκ ἐπιτίθενται τοῖς πλέουσι· τοῦτο γὰρ μάτην κινδυνεύειν ἐστίν. Ἂν δὲ ἐν μέσῳ τῷ πελάγει τὸ σκάφος ἀπολάβωσι, τὴν ἐρημίαν τῶν βοηθησόντων τῆς τόλμης ἐφόδιον ἔχοντες, πάντα κινοῦσι καὶ στρέφουσι καὶ οὐ πρότερον ἀφίστανται ἕως ἂν ἢ καταδύσωσι τοὺς ἐμπλέοντας ἢ τοῦτο πάθωσιν αὐτοί. Οὕτω καὶ ὁ δεινὸς οὗτος πειρατὴς τῇ παρθένῳ πολὺν ἐπάγει τὸν χειμῶνα καὶ χαλεπὴν τὴν ζάλην καὶ ἀφορήτους τὰς τρικυμίας, πάντα ἄνω καὶ κάτω κυκῶν, ὥστε τῇ βίᾳ καὶ τῇ ῥύμῃ περιτρέψαι τὸ σκάφος. Ἤκουσε γὰρ ὅτι τὸ ἐπὶ τὸ αὐτὸ συνέρχεσθαι ἡ παρθένος οὐκ ἔχει, ἀλλ' ἀνάγκη δι' ὅλου παλαίειν αὐτήν, δι' ὅλου μάχεσθαι πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, ἕως ἂν εἰς τὸν εὔδιον ἀληθῶς καταπλεύσῃ λιμένα. Καθάπερ γὰρ στρατιώτην γενναῖον ἔξω τειχῶν ἀποκλείσας τὴν παρθένον ὁ Παῦλος, οὐκ ἀφίησιν ἀνοιγῆναι τὰς πύλας αὐτῇ, κἂν σφόδρα ὁ πολέμιος ἀγριαίνῃ πρὸς αὐτήν, κἂν αὐτῷ τούτῳ σφοδρότερος γίνηται, τῷ τὸν ἀντίπαλον μηδεμίαν ἐξουσίαν ἔχειν ἀνακωχῆς. Οὐχ ὁ διάβολος δὲ μόνον ἀλλὰ καὶ αὐτὸς ὁ τῆς ἐπιθυμίας οἶστρος μειζόνως τοῖς μὴ γεγαμηκόσιν ἐνοχλεῖ. Καὶ τοῦτο παντί που δῆλόν ἐστιν. Ὧν μὲν γὰρ τὴν ἀπόλαυσιν ἔχομεν, οὐ ταχέως ὑπὸ τῆς ἐπιθυμίας ἁλισκόμεθα, τῆς ἀδείας τῇ ψυχῇ ῥαθυμεῖν συγχωρούσης. Καὶ τοῦτο καὶ παροιμία τις ἡμῖν μαρτυρεῖ, δημώδης μέν, σφόδρα δὲ ἀληθής. Τὸ γὰρ ἐν ἐξουσίᾳ, φησίν, ἕτοιμον οὐκ εἶναι πρὸς ἐπιθυμίαν σφοδρόν. Ἂν δέ ποτε κωλυθῶμεν ὧν πάλαι ἦμεν κύριοι, τοὐναντίον γίνεται καὶ τὰ δι' ἐξουσίαν παρ' ἡμῶν καταφρονούμενα ταῦτα ὅταν τὸ κῦρος ἡμῶν ἐκφύγῃ σφοδρότερον ἡμῶν τὴν ἐπιθυμίαν διήγειρε. Πρῶτον μὲν οὖν ταύτῃ μείζων παρὰ τοῖς γεγαμηκόσιν ἡ γαλήνη· δεύτερον δὲ ὅτι κἂν εἰς ὕψος ἀρθῆναι φιλονεικήσῃ ποτὲ ἡ φλόξ, καταστέλλει ταχέως αὐτὴν ἐπελθοῦσα ἡ μίξις. Ἡ δὲ παρθένος οὐκ ἔχουσα ὅτῳ σβέσει τὸ πῦρ, ὁρᾷ μὲν αὐτὸ κορυφούμενον καὶ εἰς ὕψος αἰρόμενον, σβέσαι δὲ οὐκ ἰσχύουσα ἑνὸς γίνεται μόνου τοῦ μὴ φλεχθῆναι μαχομένη πυρί. Ἆρα ἔστι τι τούτου παραδοξότερον, πᾶσαν ἔνδον βαστάζειν τὴν πυρὰν καὶ μὴ καίεσθαι; Συστρέφειν μὲν ἐν τοῖς τῆς ψυχῆς ταμιείοις τὴν φλόγα, ἀνέπαφον δὲ τὴν διάνοιαν διατηρεῖν; Οὐδεὶς γὰρ αὐτῇ συγχωρεῖ τοὺς ἄνθρακας τούτους ἔξω κενῶσαι, ἀλλ' ὅπερ ὁ παροιμιαστὴς ἀδύνατον εἶναί φησιν ἐπὶ τῆς τῶν σωμάτων φύσεως, τοῦτο ὑπομένειν αὐτὴ καταναγκάζεται ἐπὶ τῆς ψυχῆς. Τί δὲ ἐκεῖνός φησι; «Περιπατήσει τις ἐπ' ἀνθράκων πυρός, τοὺς δὲ πόδας οὐ κατακαύσει;» Ἀλλ' ἰδοὺ αὕτη περιπατεῖ καὶ φέρει τὴν βάσανον. «Ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατακαύσει;» Αὕτη δὲ οὐκ ἐν ἰματίοις ἀλλ' ἔνδον ἔχουσα τὸ πῦρ ἀγριαῖνον καὶ ἠχοῦν, ἀνέχεται καὶ στέγει τὴν φλόγα. Ἔτ' οὖν τολμήσει τις, εἰπέ μοι, τῇ παρθενίᾳ τὸν γάμον παραβαλεῖν; Ἀντιβλέψαι δὲ ὅλως; Ἀλλ' οὐκ ἀφίησιν ὁ μακάριος Παῦλος πολὺ τὸ μέσον ἑκατέρου τοῦ πράγματος θείς. Ἡ μὲν γὰρ τὰ τοῦ κυρίου, φησίν, ἡ δὲ τὰ τοῦ κόσμου μεριμνᾷ. Συναγαγὼν τοίνυν εἰς ταὐτὸν τοὺς γεγαμηκότας καὶ ταύτῃ χαρισάμενος, ἄκουσον πῶς αὐτοῖς ὀνειδίζει πάλιν· «Ἐπὶ τὸ αὐτό», γάρ φησι, «συνέρχεσθε ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς.» Καὶ δεῖξαι βουλόμενος ὅτι οὐ τῆς ἐκείνου πείρας τὸ πᾶν ἐστιν ἀλλὰ τῆς ἡμετέρας νωθείας τὸ πλέον τὴν κυριωτέραν αἰτίαν ἐπήγαγε «διὰ τὴν ἀκρασίαν ὑμῶν» εἰπών. Τίς οὖν οὐκ ἂν ἐρυθριάσειε ταῦτα ἀκούων; Τίς οὐκ ἂν σπουδάσειεν ἐκφυγεῖν τῆς ἀκρασίας τὸν ψόγον; Οὐδὲ γὰρ πρὸς πάντας ἡ παραίνεσις αὕτη ἀλλὰ πρὸς τοὺς σφόδρα κατωφερεῖς. Ἂν οὕτως ᾖς δοῦλος τῶν ἡδονῶν, φησίν, ἂν οὕτω χαῦνος ὡς διὰ παντὸς ἐκκεχύσθαι πρὸς τὴν μίξιν καὶ κεχηνέναι, συνέρχου τῇ γυναικί. Οὐκ ἄρα ἀποδεχομένου οὐδὲ ἐπαινοῦντος ἡ συγχώρησις ἀλλὰ σκώπτοντος καὶ καταγινώσκοντος. Οὐδὲ γὰρ ἂν εἰ μὴ σφόδρα ἠθέλησε καθάψασθαι τῆς τῶν φιληδόνων ψυχῆς, τὴν τῆς ἀκρασίας ἔθηκε λέξιν, ἐμφατικωτέραν οὖσαν καὶ πολὺν ἔχουσαν τὸν ψόγον. Διὰ τί γὰρ οὐκ εἶπε διὰ τὴν ἀσθένειαν ὑμῶν; Ὅτι ἐκεῖνο μᾶλλον συγγινώσκοντος ἦν, τὸ δὲ τῆς ἀκρασίας εἰπεῖν δεικνύντος τῆς ῥαθυμίας τὴν ὑπερβολήν. Οὐκοῦν ἀκρασίας τὸ μὴ δύνασθαι πορνείας ἀπέχεσθαι, εἰ μὴ διὰ παντός τις ἔχοιτο τῆς γυναικὸς καὶ τῆς μίξεως ἀπολαύοι. Τί οὖν ἂν εἴποιεν ἐνταῦθα οἱ τὴν παρθενίαν περιττὸν εἶναι τιθέμενοι; Αὕτη μὲν γὰρ ὅσῳ ἂν ἐπιταθῇ τοσούτῳ μεῖζον ἔχει τὸ ἐγκώμιον. Ὁ δὲ γάμος ὅταν αὐτῷ τις κατακόρως κεχρημένος ᾖ, τότε μάλιστα ἐπαίνου παντὸς ἀπεστέρηται. «Τοῦτο», γάρ φησι, «λέγω κατὰ συγγνώμην οὐ κατ' ἐπιτάγην.» Ἔνθα δὲ ἂν ᾖ συγγνώμη, χώραν ἔπαινος οὐκ ἂν ἔχοι. Ἀλλὰ καὶ περὶ τῶν παρθένων διαλεγόμενός φησιν· «Ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι.» Μήποτε οὖν ἆρα τὸ πρᾶγμα ἐξέωσεν; Ἄπαγε. Ἐπὶ μὲν γὰρ τῆς παρθένου γνώμην δίδωσιν, ἐνταῦθα δὲ συγγνώμην. Ἐπιτάττει δὲ οὐδέτερον οὐ διὰ τὴν αὐτὴν αἰτίαν, ἀλλ' ἐνταῦθα μὲν ἵνα μή τις ἀναβῆναι ἀπὸ τῆς ἀκρασίας βουλόμενος κωλύηται ὡς ἐπιτάγματος ἀνάγκῃ δεδεμένος· ἐκεῖ δὲ ἵνα μή τις ἀναβῆναι πρὸς τὴν παρθενίαν ἀδυνατῶν κατακρίνηται ὡς προστάγματος παρακούων. Οὐκ ἐπιτάττω παρθενεύειν, φησί· δέδοικα γὰρ τοῦ πράγματος τὸ δυσκατόρθωτον. Οὐκ ἐπιτάττω συνεχῶς συνέρχεσθαι τῇ γυναικί· ἀκρασίας γὰρ οὐ βούλομαι εἶναι νομοθέτης. Εἶπον, συνέρχεσθε, κάτω καταβῆναι κωλύων, οὐ τὴν προσωτέρω προθυμίαν ἐμποδίζων. Οὐκ ἄρα αὐτοῦ βούλημα προηγούμενόν ἐστι τὸ χρῆσθαι διὰ παντὸς γυναικί, ἀλλ' ἡ τῶν ῥαθυμοτέρων τοῦτο ἐνομοθέτησεν ἀκρασία. Ἐπεὶ εἰ τὸ Παύλου βούλημα θέλεις μαθεῖν, ἄκουσον ποῖόν ἐστι· «Θέλω», φησί, «πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτὸν» ἐν ἐγκρατείᾳ. Οὐκοῦν εἰ πάντας θέλεις ἐν ἐγκρατείᾳ εἶναι, οὐδένα θέλεις εἶναι ἐν γάμῳ. Οὐδὲ γὰρ οὐ μὴν διὰ τοῦτο κωλύω τοῖς βουλομένοις οὐδὲ αἰτιῶμαι ἀλλ' εὔχομαι μὲν καὶ ποθῶ πάντας εἶναι ὡς καὶ ἐμαυτόν, συγχωρῶ δὲ κἀκεῖνο διὰ τὰς πορνείας. Διὰ τοῦτο καὶ ἀρχόμενος εἶπον· «Καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι.»

Intertext edge

Open linked passage

Note