De virginitate
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
35.1
Ὅτι ἀναγκαίως ἔθηκεν εἰς τὸ τῆς ἐγκρατείας ὑπόδειγμα. Τίνος δὲ ἕνεκεν ἐνταῦθα ἑαυτοῦ μέμνηται λέγων· «Θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν;» Καίτοι εἰ μὴ τοῦτο προσέκειτο· «Ἀλλ' ἕκαστος ἴδιον ἔχει χάρισμα», τὴν περιαυτολογίαν ἐξέφυγεν ἄν. Τίνος οὖν ἕνεκεν προσέθηκεν· «Ὡς καὶ ἐμαυτόν;» Οὐκ ἐπαίρων ἑαυτόν· οὗτος γάρ ἐστιν ὁ πλεονεκτήσας μὲν τῶν ἀποστόλων ἐν τοῖς ὑπὲρ τοῦ κηρύγματος πόνοις, ἀνάξιον δὲ καὶ τῆς προσηγορίας ἀποστολικῆς ἑαυτὸν εἶναι νομίζων. Εἰπὼν γὰρ ὅτι «Ἐγώ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων», ὥσπερ τι τῆς ἀξίας αὐτοῦ μεῖζον φθεγξάμενος ἐπιλαμβάνεται ταχέως ἑαυτοῦ λέγων· «Ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος.» Τίνος οὖν ἔνεκεν ἐνταῦθα τῇ παραινέσει πρόσκειται; Οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχεν, ἀλλ' ᾔδει τοὺς μαθητὰς τότε μάλιστα εἰς τὸν τῶν καλῶν ἐναγομένους ζῆλον, ὅταν παρὰ τῶν διδασκάλων ἔχωσι τὰ παραδείγματα. Ὥσπερ οὖν ὁ χωρὶς ἔργων ἐν τοῖς λόγοις μόνοις φιλοσοφῶν οὐδὲν ὀνίνησι μέγα τὸν ἀκροατήν, οὕτως ὁ παρ' ἑαυτοῦ πρώτου κατορθωθεῖσαν ἔχων δεῖξαι τὴν συμβουλήν, ταύτῃ μάλιστα πάντων ἐπάγεται τὸν ἀκούοντα. Πρὸς δὲ τούτοις καὶ φθόνου καὶ τύφου καθαρεύοντα δείκνυσιν ἑαυτόν· τὸ γὰρ ἐξαίρετον τοῦτο κοινὸν εἶναι βούλεται τῶν μαθητῶν, οὐδὲν αὐτῶν πλέον ἔχειν ζητῶν ἀλλ' ἐν ἅπασιν αὐτοὺς ἐξισοῦν ἑαυτῷ θέλων. Ἔχω καὶ τρίτην αἰτίαν εἰπεῖν. Ποίαν δὴ ταύτην; Δύσκολον εἶναι τὸ πρᾶγμα ἐδόκει καὶ οὐ κατὰ τὴν τῶν πολλῶν εὐκολίαν. Βουλόμενος οὖν αὐτὸ δεῖξαι ῥᾷστον, τὸν ἠνυκότα εἰς μέσον τίθησιν, ἵνα μὴ σφόδρα ἐπίπονον εἶναι αὐτὸ νομίζωσιν ἀλλὰ πρὸς τὸν ἡγησάμενον ἰδόντες μετὰ τοῦ θαρρεῖν καὶ αὐτοὶ τῆς αὐτῆς ἐπιβαίνωσιν ὁδοῦ. Τοῦτο καὶ ἀλλαχοῦ ποιεῖ. Τοῖς Γαλάταις γὰρ διαλεγόμενος καὶ τὸν ἀπὸ τοῦ νόμου φόβον ἐκλῦσαι σπεύδων, δι' ὃν ἐπὶ τὴν παλαίαν κατεφέροντο συνήθειαν πολλὰ τῶν ἐκεῖ φυλάττοντες, τί φησί; «Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς.» Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· οὐκ ἂν ἔχοιτε, φησίν, εἰπεῖν ὅτι ἐξ ἐθνῶν ἐπιστρέψας νῦν καὶ τὸν ἐκ τῆς τοῦ νόμου παραβάσεως οὐκ εἰδὼς φόβον, ἀκινδύνως ἅπαντα ταῦτα φιλοσοφεῖς πρὸς ἡμᾶς. Καὶ γὰρ ἐγώ, φησίν, ὡς ὑμεῖς ἐδούλευσα ταύτην τὴν δουλείαν ποτέ· ἐγενόμην ὑπὸ τοῖς ἐπιτάγμασι τοῦ νόμου· ἐφύλαξα τῶν ἐντολῶν τὰς παρατηρήσεις· ἀλλὰ τῆς χάριτος ἐπιφανείσης ὅλον ἐμαυτὸν ἀπ' ἐκείνου πρὸς ταύτην μετέθηκα. Οὐκέτι γὰρ τὸ πρᾶγμα παράβασίς ἐστιν «ἀνδρὶ γενομένων ἡμῶν ἑτέρῳ»· ὥστε οὐδεὶς ἂν ἔχοι τοῦτο λέγειν ὅτι ἕτερα πράττων ἕτερα παραινῶ οὐδὲ ὅτι τὸ ἐμαυτοῦ σκοπήσας ἀσφαλὲς ὑμᾶς εἰς κίνδυνον ἐνέβαλον. Εἰ γὰρ κίνδυνος τὸ πρᾶγμα ἦν, οὐκ ἂν ἐμαυτὸν προὔδωκα οὐδ' ἂν τῆς οἰκείας ἠμέλησα σωτηρίας. Ὥσπερ οὖν ἐκεῖ τὸ παράδειγμα παρ' ἑαυτοῦ θεὶς τὸν φόβον ἐξέλυσεν, οὕτω καὶ ἐνταῦθα τὴν ἀγωνίαν ἐκβάλλει μέσον ἑαυτὸν ἐμβαλών.