Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De virginitate
John ChrysostomVirg 48 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
48.1
Ὅτι ἡ ἄκοντος ἐγκρατευομένη τοῦ ἀνδρὸς αὐτὴ τούτου πορνεύοντος δώσει μειζοτέραν δίκην. Ἡ γὰρ ἄκοντος ἐγκρατευομένη τοῦ ἀνδρὸς οὐ τῶν τῆς ἐγκρατείας μισθῶν ἀποστερεῖται μόνον ἀλλὰ καὶ τῆς ἐκείνου μοιχείας αὐτὴ τὸν λόγον ὑπέχει καὶ τὰς εὐθύνας μᾶλλον ἐκείνου. Τί δήποτε; Ὅτι αὐτὴ πρὸς τὸ βάραθρον αὐτὸν τῆς ἀσελγείας ὤθησε τῆς κατὰ νόμον ἀποστερήσασα μίξεως. Εἰ γὰρ μηδὲ πρὸς ὀλίγον τοῦτο ποιεῖν ἐπιτέτραπται ἄκοντος ἐκείνου, τίνα ἂν ἔχοι συγγνώμην ἡ διὰ παντὸς αὐτὸν ταύτης ἀφελομένη τῆς παραμυθίας; Καὶ τί ταύτης, φησί, τῆς ἀνάγκης καὶ τῆς ἐπηρείας βαρύτερον γένοιτ' ἄν; Κἀγὼ τοῦτό φημι. τίνος οὖν ἔνεκεν ὑποβάλλεις σαυτὴν τῇ ἀνάγκῃ τοσαύτῃ; Τοῦτον γὰρ τὸν λογισμὸν οὐ μετὰ τὸν γάμον ἀλλὰ πρὸ τοῦ γάμου λαβεῖν ἐχρῆν. Διὰ τοῦτο καὶ ὁ Παῦλος ὑστέραν τὴν ἀπὸ τοῦ δεσμοῦ θεὶς ἀνάγκην, τότε περὶ τῆς λύσεως διαλέγεται. Εἰπὼν γὰρ «Δέδεσαι γυναικί; Μὴ ζήτει λύσιν», τὸ τηνικαῦτα ἐπήγαγε «Λέλυσαι ἀπὸ γυναικός; Μὴ ζήτει γυναῖκα.» Ποιεῖ δὲ τοῦτο ἵνα σὺ πρότερον ἀκριβῶς ἐπισκεψάμενος καὶ καταμαθὼν τὴν ἀπὸ τῆς συζυγίας βίαν εὐκολώτερον τὸν περὶ τῆς ἀγαμίας δέξῃ λόγον. «Ἐὰν δὲ καὶ γήμῃς», φησίν, «οὐχ ἥμαρτες· καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτεν.» Ἰδοὺ τὸ μέγα τοῦ γάμου κατόρθωμα ποῦ τελευτᾷ· εἰς τὸ μὴ ἐγκληθῆναι, οὐκ εἰς τὸ θαυμαστωθῆναι· τοῦτο γὰρ τῆς παρθενίας ἐστίν, ὁ δὲ γεγαμηκὼς ἀρκεῖται ἀκούων ὅτι οὐχ ἥμαρτε. Τίνος οὖν ἕνεκεν παραινεῖς, φησί, μὴ ζητεῖν γυναῖκα; Καὶ ὅτι δεθέντα καθάπαξ λυθῆναι οὐκ ἔνι, ὅτι πολλὴν ἔχει τὸ πρᾶγμα τὴν θλῖψιν. Τοῦτο οὖν, εἰπέ μοι, κερδανοῦμεν ἀπὸ τῆς παρθενίας μόνον τὸ τὴν ἐνθάδε θλῖψιν διαφυγεῖν; Καὶ τίς ἀνέξεται παρθενεύειν ἐπὶ τοιούτοις μισθοῖς; Τίς δ' ἀνάσχοιτο εἰς τοσοῦτον ἀγῶνα κατιέναι μέλλων τοσούτων ἱδρώτων γέμοντα ταύτην μόνην ἀπολαμβάνειν τὴν ἀμοιβήν;

Intertext edge

Open linked passage

Note