De virginitate
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
49.1
Διὰ τί ἀπὸ τῶν ἐν τῷ παρόντι ἡδέων εἰς τὴν παρθενίαν προτρέπει. Τί λέγεις; Πρὸς δαίμονάς με μάχεσθαι καλῶν– «Οὐ γάρ ἐστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα»–, πρὸς μανίαν φύσεως ἑστάναι προτρέπων, μετὰ σαρκὸς καὶ αἵματος τὰ αὐτὰ ταῖς ἀσωμάτοις δυνάμεσι κατορθῶσαι παρακαλῶν, τῶν ἐν τῇ γῇ μεμνῆσαι καλῶν καὶ ὅτι θλῖψιν οὐχ ἕξομεν τὴν ἀπὸ τῶν γάμων; Διὰ τί γὰρ οὐχ οὕτως εἶπεν· Ἐὰν γὰρ καὶ γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτε, τῶν δὲ ἀπὸ τῆς παρθενίας ἑαυτὴν ἀπεστέρησε στεφάνων, τῶν μεγάλων καὶ ἀπορρήτων δωρεῶν; Διὰ τί μὴ διηγήσατο τὰ μετὰ τὴν ἀθανασίαν αὐταῖς ἀποκείμενα καλά, πῶς εἰς ἀπάντησιν τὰς λαμπάδας λαβοῦσαι μετὰ δόξης πολλῆς καὶ παρρησίας συνεισέρχονται εἰς τὸν νυμφῶνα τῷ βασιλεῖ; Πῶς μάλιστα πάντων πλησίον ἐκείνου τοῦ θρόνου καὶ τῶν παστάδων λάμπουσι τῶν βασιλικῶν; Ἀλλὰ τούτων μὲν οὐδὲ βραχεῖαν μνήμην πεποίηται ἄνω δὲ καὶ κάτω τῆς ἀπαλλαγῆς τῶν ἐν βίῳ μνημονεύει δυσχερῶν. «Νομίζω», φησί, «τοῦτο καλὸν ὑπάρχειν.» Καὶ ἀφεὶς εἰπεῖν, διὰ τὰ μέλλοντα ἀγαθά, λέγει· «Διὰ τὴν ἐνεστῶσαν ἀνάγκην.» Εἶτα πάλιν εἰπών· «Ἐὰν δὲ καὶ γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτε», καὶ σιωπήσας τὰς ἐν τοῖς οὐρανοῖς δωρεάς, ὧν ἑαυτὴν ἀπεστέρησε, «Θλῖψιν», φησί, «τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι.» Καὶ οὐ μέχρι τούτου μόνον ἀλλὰ καὶ ἕως τέλους τὸ αὐτὸ ποιεῖ. Καὶ οὐ παρεισάγει τὸ πρᾶγμα ἀπὸ τῶν μελλόντων ἀγαθῶν ἀλλὰ πάλιν ἐπὶ τὴν αὐτὴν αἰτίαν καταφεύγει· «Ὁ καιρὸς συνεσταλμένος ἐστί» λέγων. Καὶ ἀντὶ τοῦ εἰπεῖν· θέλω ὑμᾶς ἀστράψαι ἐν τοῖς οὐρανοῖς καὶ πολλῷ λαμπροτέρους δειχθῆναι τῶν γεγαμηκότων, πάλιν τῶν ἐνταῦθα ἔχεται λέγων· «Θέλω ὑμᾶς ἀμερίμνους εἶναι.» Οὐκ ἐνταῦθα δὲ μόνον τοῦτο ποιεῖ ἀλλὰ καὶ περὶ ἀνεξικακίας διαλεγόμενος ἐπὶ τὴν αὐτὴν τῆς συμβουλῆς ἦλθεν ὁδόν. Εἰπὼν γὰρ ὅτι «Ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν, ἐὰν διψᾷ, πότιζε αὐτόν», καὶ πρᾶγμα τοσοῦτον ἐπιτάξας καὶ τῆς φύσεως βιάσασθαι τὴν ἀνάγκην κελεύσας καὶ πρὸς οὕτως ἀφόρητον παρατάξασθαι πυράν, ἐν τοῖς περὶ τῶν μισθῶν λόγοις σιωπήσας τὸν οὐρανὸν καὶ τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθὰ ἐν τῇ τοῦ λελυπηκότος βλάβῃ τὴν ἀντίδοσιν ἵστησι. «Τοῦτο γάρ», φησί, «ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.» Τίνος οὖν ἕνεκεν τούτῳ τῆς παρακλήσεως κέχρηται τῷ τρόπῳ; Οὐ δι' ἄγνοιαν οὐδὲ διὰ τὸ μὴ εἰδέναι πῶς ἄν τις ἐπαγάγοιτο καὶ πείσειε τὸν ἀκροατὴν ἀλλὰ καὶ διὰ τὸ μάλιστα πάντων ἀνθρώπων ταύτην κατωρθωκέναι τὴν ἀρετήν, τὴν τοῦ πείθειν λέγω. Τοῦτο πόθεν δῆλον; Ἀπὸ τῶν εἰρημένων αὐτῷ. Πῶς καὶ τίνι τρόπῳ; Κορινθίοις διελέγετο– πρότερον γὰρ ὑπὲρ τῶν περὶ παρθενίας αὐτῷ διειλεγμένων ἐροῦμεν– Κορινθίοις, ἐν οἷς ἔκρινε μηδὲν εἰδέναι εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον, οἷς οὐκ ἠδυνήθη λαλῆσαι ὡς πνευματικοῖς καὶ διὰ τὸ σαρκίνους εἶναι ἔτι γάλα ἐπότιζεν, οἷς καὶ ὅτε ταῦτα ἐπέστελλεν ἐνεκάλει λέγων· «Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα. Οὔπω γὰρ ἠδύνασθε· ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε· ἔτι γὰρ σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε.» Διὰ τοῦτο ἀπὸ τῶν ἐν τῇ γῇ πραγμάτων, ἀπὸ τῶν ὁρωμένων, ἀπὸ τῶν αἰσθητῶν καὶ προτρέπει εἰς παρθενίαν αὐτοὺς καὶ ἀπάγει τοῦ γάμου. Συνεῖδε γὰρ τοῦτο καλῶς ὅτι τοὺς ταπεινοὺς καὶ χαμαιπετεῖς καὶ πρὸς τὴν γῆν ἔτι κύπτοντας ἀπὸ τῶν ἐν τῇ γῇ μᾶλλον ἐφελκύσαιτο ἄν τις καὶ προτρέψειε. Διὰ τί γάρ, εἰπέ μοι, πολλοὶ τῶν ἀγροικοτέρων ἔτι καὶ παχύτερον διακειμένων τὸν μὲν Θεὸν καὶ ἐπὶ μικροῖς καὶ ἐπὶ μεγάλοις καὶ ὀμνύουσι καὶ ἐπιορκοῦσιν ἀδεῶς, ἐπὶ δὲ τῆς τῶν παίδων κεφαλῆς οὐδ' ἂν ὀμόσαι ἕλοιντο τὴν ἀρχήν; Καίτοι γε καὶ ἡ ἐπιορκία καὶ ἡ κόλασις πολλῷ μείζων ταυτῆς ἐκείνη, ἀλλ' ὅμως τούτῳ μᾶλλον ἢ ἐκείνῳ τῷ ὅρκῳ κατέχονται. Καὶ πρὸς τὸ βοηθῆσαι δὲ πένησιν οὐχ οὕτως αὐτοὺς οἱ τῆς βασιλείας διεγείρουσι λόγοι, καίτοι γε συνεχῶς ἐνηχούμενοι, ὡς τὸ χρηστὸν ἐλπίσαι τι κατὰ τὸν παρόντα βίον ἢ ὑπὲρ παίδων ἢ ὑπὲρ ἑαυτῶν. Τότε γοῦν μάλιστα φιλότιμοι γίνονται περὶ τὰς τοιαύτας ἐπικουρίας, ὅταν ἐκ μακρᾶς ἀνενέγκωσι νόσου, ὅταν κίνδυνον διαφύγωσιν, ὅταν δυναστείας τινὸς ἐπιτύχωσι καὶ ἀρχῆς· καὶ ὅλως τοὺς πλείονας τῶν ἀνθρώπων τοῖς παρὰ πόδας εὕροι τις ἂν μᾶλλον νουθετουμένους. Ἔν τε γὰρ τοῖς χρηστοῖς ταῦτα μᾶλλον προτρέπει, ἔν τε τοῖς λυπηροῖς μειζόνως φοβεῖ, τῷ τὴν αἴσθησιν ἐγγυτέραν ὑπάρχειν αὐτοῖς. Διὰ ταῦτα καὶ Κορινθίοις οὕτω διελέγετο καὶ Ῥωμαίους ἀπὸ τῶν παρόντων εἰς ἀνεξικακίαν ἐγύμναζεν. Ἡ γὰρ ἀσθενὴς καὶ ἠδικημένη ψυχὴ οὐχ οὕτως εὐκόλως ἀφίησι τῆς ὀργῆς τὸν ἰόν, ὅταν περὶ βασιλείας ἀκούσῃ καὶ εἰς μακρὰς ἐλπίδας ἐμπέσῃ ὡς ὅταν παρὰ τοῦ λελυπηκότος προσδοκήσῃ λήψεσθαι δίκην. Βουλόμενος οὖν διασεῖσαι τῆς μνησικακίας τὴν ῥίζαν καὶ τέως κενῶσαι τὴν ὀργήν, ὃ μᾶλλον ἐπαγωγὸν ἦν πρὸς τὸ παραμυθήσασθαι τὸν ἠδικημένον τοῦτο τίθησιν, οὐκ ἀποστερῶν αὐτὸν τῆς ἐν τῷ μέλλοντι καιρῷ κειμένης τιμῆς, ἀλλὰ τέως αὐτὸν ἐμβιβάσαι σπεύδων οἱῳδήποτε τρόπῳ εἰς τὴν τῆς φιλοσοφίας ὁδὸν καὶ τὰς θύρας ἀνοῖξαι τῆς καταλλαγῆς. Τὸ γὰρ δυσκολώτατον τῆς ἀρχῆς ἐπιλαβέσθαι τοῦ κατορθώματος, μετὰ γὰρ τὴν εἴσοδον οὐκέτι τοσοῦτος ὁ πόνος ἐστίν. Ἀλλ' οὐχ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τοῦτο ποιεῖ οὔτε περὶ παρθενίας οὔτε περὶ ἀνεξικακίας διαλεγόμενος. Ἀλλ' ἐκεῖ μὲν τὴν βασιλείαν τίθησι τῶν οὐρανῶν· «Εἰσὶ» γὰρ «εὐνοῦχοι», φησίν, «οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν.» Ὅτε δὲ εὔχεσθαι ὑπὲρ τῶν ἐχθρῶν παρεκάλει, οὐδὲν ὑπὲρ τῆς τῶν λελυπηκότων βλάβης εἰπών, οὐδὲ τῶν ἀνθράκων μνημονεύσας τοῦ πυρὸς ἀλλὰ πάντα ἐκεῖνα ἀφεὶς πρὸς τοὺς μικροψύχους λέγεσθαι καὶ ταλαιπώρους, αὐτὸς ἀπὸ τῶν μειζόνων αὐτοὺς προτρέπει. Ποίων δὴ τούτων; «Ὅπως γένησθε», φησίν, «ὅμοιοι τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς.» Βλέπε πόσον τὸ ἔπαθλον. Πέτρος γὰρ ἦν ὁ ταῦτα ἀκούων καὶ Ἰάκωβος καὶ Ἰωάννηςκαὶ ὁ λοιπὸς τῶν ἀποστόλων χορός· διὰ τοῦτο ἀπὸ τῶν πνευματικῶν αὐτοὺς ἐνῆγεν ἐπάθλων. Καὶ ὁ Παῦλος δὲ τοῦτο ἂν ἐποίησεν, εἰ πρός τινας τοιούτους ὁ λόγος ἦν αὐτῷ. Ἐπειδὴ δὲ πρὸς Κορινθίους τοὺς ἀτελέστερον διακειμένους διελέγετο, ἤδη τῶν πόνων αὐτοῖς δίδωσι τοὺς καρποὺς ἵνα προθυμότερον ἐπὶ τὴν ἐργασίαν ἔλθωσι τῆς ἀρετῆς. Διὰ τοῦτο καὶ ὁ Θεὸς Ἰουδαίοις ἀφεὶς ἐπαγγείλασθαι βασιλείαν οὐρανῶν τὰ τῆς γῆς ἐχαρίζετο ἀγαθά. Καὶ ἀντὶ τῶν πονηρῶν δὲ πράξεων οὐ γέενναν ἀλλὰ τὰς ἐν τῷ αἰῶνι τούτῳ συμφορὰς ἠπείλει, λιμοὺς καὶ λοιμοὺς καὶ νόσους καὶ πολέμους καὶ αἰχμαλωσίαν καὶ ὅσα τοιαῦτα ἕτερα. Τούτοις γὰρ μᾶλλον οἱ σαρκικώτεροι τῶν ἀνθρώπων κατέχονται καὶ ταῦτα μᾶλλον δεδοίκασι. Τῶν δὲ οὐχ ὁρωμένων οὐδὲ παρόντων ἐλάττονα ποιοῦνται λόγον. Διὰ τοῦτο καὶ ὁ Παῦλος τούτοις μᾶλλον ἐνδιατρίβει, ἃ μάλιστα αὐτῶν καθικέσθαι τῆς παχύτητος ἦν ἱκανά. Πρὸς τούτοις δὲ κἀκεῖνο δεῖξαι ἐβούλετο, ὅτι τῶν μὲν ἄλλων ἀγαθῶν ἔνια ἐνταῦθα μὲν ἡμᾶς πόνοις περιβάλλει πολλοῖς, τὸν δὲ καρπὸν ἅπαντα ἐν τῷ μέλλοντι ταμιεύεται χρόνῳ. Ἡ δὲ παρθενία ἐν αὐτῷ τῷ κατορθοῦσθαι οὐ μικρὰς ἡμῖν ἀποδίδωσι τὰς ἀμοιβὰς τοσούτων ἀπαλλάττουσα πόνων καὶ φροντίδων. Μετὰ δὲ τούτων καὶ τρίτον τι συγκατεσκεύασε. Ποῖον; Τὸ μὴ τῶν ἀδυνάτων νομισθῆναι τὸ πρᾶγμα εἶναι ἀλλὰ καὶ τῶν σφόδρα δυνατῶν. Ποιεῖ δὲ αὐτὸ ἐκ περιουσίας πολλῆς τὸν γάμον ἀποφαίνων πλείονας ἔχοντα δυσκολίας, ὡς εἰ πρός τινα ἔλεγε, μοχθηρὸν καὶ ἐπίπονόν σοι εἶναι τὸ πρᾶγμα τοῦτο δοκεῖ; Δι' αὐτὸ μὲν οὖν τοῦτο ἔγωγέ φημι δεῖν αὐτὸ μετιέναι ὅτι οὕτω ῥᾷστόν ἐστιν ὡς πολὺ τοῦ γάμου πράγματα ἡμῖν παρέχειν ἐλάττω. Ἐπειδὴ γὰρ φείδομαι, φησίν, ὑμῶν καὶ οὐ βούλομαι θλῖψιν ὑμᾶς ἔχειν, διὰ τοῦτο ὑμᾶς οὐ θέλω γαμεῖν. Καὶ ποίαν θλῖψιν; ἴσως εἴποι τις ἄν. Τοὐναντίον μὲν οὖν καὶ ἄνεσιν ἔχοντα πολλὴν καὶ τρυφὴν τὸν γάμον εὑρήσομεν. Καὶ πρῶτον ἁπάντων τὸ μετὰ πάσης ἀδείας τὴν ἐπιθυμίαν ἀποπληροῦν καὶ μηδεμίαν ἀπὸ τῆς φύσεως ὑπομένειν βίαν, οὐ μικρὸν εἰς ῥᾳστώνης λόγον ἐστίν. Ἔπειτα τῷ καὶ τὴν ἄλλην διαγωγὴν ἀπηλλάχθαι κατηφείας καὶ αὐχμοῦ, καὶ μεστὴν εἶναι φαιδρότητος καὶ γέλωτος καὶ χαρᾶς. Καὶ γὰρ τραπέζῃ πολυτελεῖ καὶ μαλακοῖς ἱματίοις καὶ στρωμνῇ μαλακωτέρᾳ, καὶ λουτροῖς διηνεκέσι, καὶ μύροις καὶ οἴνῳ μύρου οὐδὲν χεῖρον διακειμένῳ καὶ ἑτέρᾳ πολλῇ καὶ διαφόρῳ δαπάνῃ λειτουργοῦντες τῇ σαρκὶ πολλὴν ἀπὸ ταύτης παρέχουσιν αὐτῇ τὴν τρυφήν.