De virginitate
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
52.1
Ὅσον ἡ ζηλοτυπία κακόν. Εἰ γάρ τις, εἰπέ μοι, φύσει ζηλότυπος ὢν τύχοι, ἢ καὶ ἔκ τινος προφάσεως οὐκ ἀληθοῦς τούτῳ ληφθείη τῷ κακῷ τί τῆς τοιαύτης ψυχῆς ἐλεεινότερον γένοιτ' ἄν; Ποῖον πόλεμον, τίνα χειμῶνα τῇ τοιαύτῃ παραβάλλοντες οἰκίᾳ ἀκριβῶς ἐπιτυχεῖν δυνησόμεθα τῆς εἰκόνος; Πάντα ὀδύνης μεστά, πάντα ὑποψίας καὶ στάσεως καὶ ταραχῆς. Τῶν γὰρ δαιμονώντων ἢ φρενίτιδι κατεχομένων νόσῳ οὐδὲν ἄμεινον διάκειται ὁ ταύτῃ τῇ μανίᾳ πληγείς. Οὕτω συνεχῶς ἐξάλλεται καὶ ἀποπηδᾷ καὶ δυσχεραίνει πρὸς ἅπαντας καὶ εἰς τοὺς παρόντας ἁπλῶς καὶ ἀνευθύνους ἀφίησιν ἀεὶ τὴν ὀργήν, κἂν δοῦλος ᾖ κἂν υἱὸς κἂν ὁστισοῦν ἕτερος. Καὶ ἡδονὴ μὲν ἀπελήλαται πᾶσα, κατηφείας δὲ ἅπαντα γέμει καὶ πένθους καὶ ἀηδίας. Κἂν οἴκοι μένῃ, κἂν εἰς ἀγορὰν ἐμβάλῃ, κἂν ἀποδημίαν στέλληται, πανταχοῦ τὸ δεινὸν ἀπέτεκεν θανάτου παντὸς χαλεπώτερον παρακνίζον καὶ ἐρεθίζον αὐτοῦ τὴν ψυχὴν καὶ οὐ συγχωροῦν ἠρεμεῖν. Οὐ γὰρ ἀθυμίαν μόνον αὕτη ἡ νόσος ἀλλὰ καὶ θυμὸν ἀφόρητον τίκτειν εἴωθε. Τούτων δὲ ἕκαστον καὶ καθ' ἑαυτὸ μὲν ἱκανὸν ἀπολέσαι τὸν ἁλόντα· ὅταν δὲ καὶ ὁμοῦ συνελθόντα πολιορκῇ, συνεχῶς αὐτὸν πιέζοντα καὶ οὐδὲ βραχὺν ἀναπνεῖν συγχωροῦντα καιρόν, πόσων τοῦτο θανάτων οὐ χαλεπώτερον; Ἄν τε γὰρ πενίαν εἴποι τις τὴν ἐσχάτην, ἄν τε νόσον ἀνίατον ἄν τε πῦρ ἄν τε σίδηρον, οὐδὲν ἴσον ἐρεῖ καὶ τοῦτο οἱ πεῖραν λαβόντες ἴσασι μόνοι καλῶς· λόγος γὰρ οὐδεὶς ἂν παραστήσειε τοῦ δεινοῦ τὴν ὑπερβολήν. Ὅταν γὰρ τὴν μάλιστα πάντων ἀγαπωμένην καὶ ὑπὲρ ἧς ἂν ἡδέως καὶ τὴν ψυχὴν προοῖτο, ταύτην ἀναγκάζηται δι' ὑποψίας ἔχειν ἀεί, τί τῶν ἁπάντων αὐτὸν παραμυθήσασθαι δύναιτ' ἄν; Ἄν τε γὰρ εἰς εὐνὴν τρέπεσθαι, ἄν τε σῖτον ἑλέσθαι καὶ πότον δέῃ, τὴν μὲν τράπεζαν οἰήσεται δηλητηρίων γέμειν φαρμάκων μᾶλλον ἢ ἐδεσμάτων. Ἐπὶ δὲ τῆς εὐνῆς οὐδὲ μικρὸν ἀτρεμεῖν ἀνέξεται χρόνον, ἀλλ' ὥσπερ ἀνθράκων ὑποκειμένων οὕτως θορυβεῖται καὶ μεταστρέφεται· καὶ οὔτε συνουσία φίλων οὔτε πραγμάτων φροντὶς οὔτε κινδύνων φόβος οὔτε ἡδονῆς ὑπερβολὴ οὔτε ἄλλο οὐδὲν τῆς τοιαύτης αὐτὸν ζάλης ἀπαγαγεῖν δυνήσεται· ἀλλὰ παντὸς μὲν χρηστοῦ, παντὸς δὲ λυπηροῦ τυραννικώτερον οὗτος αὐτοῦ κατακρατεῖ τὴν ψυχὴν ὁ χειμών. Ταῦτα διασκεψάμενος ὁ Σολομὼν ἔλεγε· «Σκληρὸς ὡς Ἅιδης ζῆλος.» Καὶ πάλιν· «Μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς, οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως καὶ οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν οὐδὲ μὴ διαλυθῇ πολλῶν δώρων.» Τοσαύτη γὰρ ἡ τῆς νόσου ταύτης μανία, ὡς μηδὲ μετὰ τὴν τοῦ λελυπηκότος τιμωρίαν ἀφεῖσθαι τῆς ὀδύνης. Πολλοὶ γοῦν πολλάκις ἀνελόντες τὸν μοιχόν, τὸν θυμὸν καὶ τὴν ἀθυμίαν οὐκ ἴσχυσαν ἀνελεῖν. Εἰσὶ δὲ οἳ καὶ μετὰ τὸ κατασφάξαι τὰς ἑαυτῶν γυναῖκας ἔμειναν ὁμοίως ἢ καὶ μειζόνως τηκόμενοι τῇ πυρᾷ. Καὶ ὁ μὲν ἀνὴρ τοσούτοις συζῇ κακοῖς καὶ ὅταν μηδὲν ἀληθὲς ὂν τύχῃ· ἡ δὲ ἀθλία καὶ ταλαίπωρος ἐκείνη πολλῷ χαλεπώτερα ὑπομένει τἀνδρός. Ὅταν γὰρ τὸν ὀφείλοντα εἶναι παραμυθίαν τῶν λυπηρῶν ἁπάντων καὶ ὅθεν προστασίαν ἐχρῆν προσδοκᾶν, τοῦτον ἐκτεθηριωμένον καὶ πάντων πολεμιώτερον ἴδῃ διακείμενον πρὸς αὐτήν, ποῦ δυνήσεται βλέψαι λοιπόν; Πρὸς τίνα καταφύγῃ; Πόθεν τῶν κακῶν εὕρῃ τὴν ἀπαλλαγήν, τοῦ λιμένος αὐτῇ προσκεχωσμένου καὶ μυρίων γέμοντος προβόλων; Τότε καὶ οἰκέται καὶ θεράπαιναι τἀνδρὸς ὑβριστικώτερον αὐτῇ κέχρηνται. Ὕποπτον μὲν γὰρ καὶ ἄλλως καὶ ἀχάριστον τοῦτο τὸ γένος, ὅταν δὲ καὶ παρρησίας μείζονος ἐπιλάβηται καὶ διαστασιάζοντας πρὸς ἀλλήλους ἴδῃ τοὺς κρατοῦντας αὐτῶν οὐ μικρὰν ἀφορμὴν τῆς οἰκείας λοιδορίας τὸν ἐκείνων λαμβάνουσι πόλεμον. Καὶ γὰρ συντιθέναι καὶ πλάττειν ὅσαπερ ἂν βούλοιντο, ἔξεστιν αὐτοῖς μετὰ ἀδείας ἁπάσης τότε, καὶ τὴν ὑποψίαν ταῖς παρ' αὐτῶν διαβολαῖς δυνατωτέραν ποιοῦσιν. Ἡ γὰρ ἅπαξ τῇ μοχθηρᾷ ταύτῃ νόσῳ κατασχεθεῖσα ψυχὴ πάντα ἐυκόλως τίθεται καὶ πᾶσιν ἀναπετάσασα ἐξ ἴσης τὴν ἀκοὴν οὐκ ἀνέχεται διακρίνειν τοὺς συκοφάντας τῶν μὴ τοιούτων, ἀλλὰ καὶ αὐτοὶ μάλιστα πιστὰ λέγειν δοκοῦσιν, ὅσοι τὴν ὑποψίαν ἐπαίρουσιν, ὅσοι σπουδάζουσιν αὐτῆς καθελεῖν. Ἐντεῦθεν λοιπὸν ἀνάγκη δεδοικέναι καὶ τρέμειν τοὺς συνοικοῦντας οὐχ ἧττον τοὺς δραπέτας ἐκείνους καὶ τὰς ἐκείνων γυναῖκας καὶ τὴν αὐτῇ πρέπουσαν τάξιν προεμένην αὐτοῖς τὴν ἐκείνων ἀντιλαβεῖν. Πότε οὖν ἀδακρυτὶ διαγαγεῖν δυνήσεται; Ποίαν νύκτα; Ποίαν ἡμέραν; Ποίαν ἑόρτην; πότε στεναγμῶν χωρὶς καὶ θρήνων καὶ ὀδυρμῶν; Ἀπειλαὶ καὶ ὕβρεις καὶ λοιδορίαι διὰ παντός– αἱ μὲν παρὰ τοῦ τετρωμένου μάτην ἀνδρός, αἱ δὲ παρὰ τῶν μιαρῶν θεραπόντων–, φυλακαί, προφυλακαί, καὶ ἅπαντα δέους καὶ τρόμου μεστά. Οὐ γὰρ εἴσοδοι καὶ ἔξοδοι πολυπραγμονοῦνται μόνον ἀλλὰ καὶ ῥήματα καὶ βλέμματα καὶ στεναγμὸς μετὰ πολλῆς βασανίζεται τῆς ἀκριβείας καὶ ἀνάγκη ἢ τῶν λίθων ἀκινητοτέραν εἶναι καὶ σιγῇ πάντα φέρειν καὶ τῷ θαλάμῳ προσηλῶσθαι διαπαντὸς δεσμώτου χεῖρον. Ἢ βουλομένην φθέγγεσθαι καὶ στένειν καὶ ἐξιέναι πάντων εὐθύνας ὑπέχειν καὶ λόγον ἐν τοῖς διεφθαρμένοις ἐκείνοις δικασταῖς, ταῖς θεραπαινίσι λέγω καὶ τῷ πλήθει τῶν οἰκετῶν. Τούτων, εἰ βούλει, μεταξὺ τῶν δεινῶν τίθει καὶ πλοῦτον ἄφατον καὶ τραπέζης πολυτέλειαν καὶ οἰκετῶν ἀγέλας, γένους λαμπρότητα, δυναστείας μέγεθος, δόξαν πολλήν, προγόνων περιφάνειαν. Μηδὲν ὅλως ἀφῇς τῶν δοκούντων ζηλωτὸν τὸν παρόντα βίον ποιεῖν ἀλλὰ πάντα ἀκριβῶς συναγαγὼν ἀντίθες ταύτῃ τῇ λύπῃ καὶ οὐδὲ φαινομένην ὄψει τὴν ἐξ ἐκείνων ἡδονήν, ἀλλ' οὕτως ἠφανισμένην ὥσπερ ἐν πελάγει πολλῷ σπινθῆρα μικρὸν ἐμπεσόντα σβεσθῆναι εἰκός. Καὶ ταῦτα μὲν ὅταν ὁ ἀνὴρ ζηλοτυπῇ· ἂν δὲ ἐπὶ τὴν γυναῖκά ποτε μεταβαίη τὸ πάθος– οὐκ ὀλιγάκις δὲ τοῦτο εἴωθε γίνεσθαι–, ἐκεῖνος μὲν ῥᾷον διακείσεται τῆς γυναικός, τὸ δὲ πλέον τῆς ὀδύνης πάλιν ἐπὶ τὴν ἀθλίαν ἐκείνην μετέπεσεν. Οὔτε γὰρ τοῖς αὐτοῖς ὅπλοις χρήσασθαι ἐπὶ τὸν ὑποπτευθέντα δυνήσεται. Τίς γὰρ ἀνέξεται γυναικὸς κελευούσης οἴκοι μένειν διὰ παντός; Τίς δὲ τὸν δεσπότην τολμήσει παρατηρεῖσθαι τῶν οἰκετῶν καὶ οὐκ εὐθέως ἐπὶ τὸ βάραθρον ἀπαχθήσεται; Οὔτε οὖν τούτοις δυνήσεται ἑαυτὴν παραμυθήσασθαι τοῖς μηχανήμασιν οὔτε γοῦν τὴν ὀργὴν διὰ τῶν ῥημάτων ἐξενεγκεῖν, ἀλλ' ἅπαξ μὲν αὐτὴν ἴσως χαλεπαίνουσαν οἴσει καὶ δὶς ὁ ἀνήρ. Ἐὰν δὲ ἐπιμείνῃ συνεχῶς ἐγκαλοῦσα, διδάξει ταχέως αὐτὴν ὅτι βέλτιον σιγῇ τὰ τοιαῦτα φέρειν καὶ τήκεσθαι. Καὶ ταῦτα μὲν ἐν ταῖς ὑποψίαις· ὅταν δὲ ἀληθὲς ὂν τύχῃ τὸ δεινόν, τὴν μὲν γυναῖκα οὐδεὶς ἐξαιρήσεται τῶν τοῦ ἠδικημένου χειρῶν, ἀλλ' ἔχων αὐτῷ βοηθοῦντας τοὺς νόμους τὴν ἁπάντων αὐτῷ φιλτάτην εἰς δικαστήριον ἀγαγὼν κατέσφαξεν. Ὁ δὲ ἀνὴρ τὴν μὲν ἀπὸ τῶν νόμων διαφεύγει τιμωρίαν, τὴν δὲ ἄνωθεν καὶ τῇ τοῦ Θεοῦ τετήρηται ψήφῳ. Ἀλλ' οὐχ ἱκανὸν τοῦτο παραμυθήσασθαι τὴν ἀθλίαν ἐκείνην, ἀλλ' ἀνάγκη μακρόν τινα καὶ ἐλεεινὸν ὑπομένειν θάνατον, τὸν ἀπὸ τῶν μαγγάνων, τὸν ἀπὸ τῶν φαρμάκων ἅπερ αἱ πορνευόμεναι γυναῖκες κατασκευάζουσιν. Εἰσὶ δὲ αἷς οὔτε ἐπιβουλῆς ἐπὶ τὰς ἠδικημένας ἐδέησεν ἀλλ' ἔφθασαν ἐκεῖναι προαναρπασθεῖσαι τῇ τῆς ἀθυμίας σφοδρότητι. Ὥστε εἰ καὶ πάντες ἄνδρες ἐπέτρεχον τῷ γάμῳ, τὰς γυναῖκας οὐκ ἐχρῆν αὐτὸν διώκειν. Οὔτε γὰρ ἂν ἔχοιεν εἰπεῖν ὡς τοσαύτη παρ' αὐταῖς τῆς ἐπιθυμίας ἡ τυραννὶς καὶ τῶν τοῦ πράγματος κακῶν τὸ πλέον αὐταὶ καρποῦνται μέρος, ὥσπερ οὖν καὶ ὁ λόγος ἀπέδειξε. Τί οὖν; φησίν, ἅπασι τοῦτο πρόσεστι τοῖς γάμοις; Ἀλλ' οὐδὲ πάντων ἄπεστι, παρθενίας δὲ πόρρω καὶ μακρὰν πάσης ἐστί. Καὶ ἡ μὲν γαμηθεῖσα κἂν μὴ τῷ δεινῷ περιπέσῃ ἀλλὰ τῇ τοῦ δεινοῦ προσδοκίᾳ περιπεσεῖται. Οὐ γὰρ ἔστι τὴν ἀνδρὶ μέλλουσαν ὁμιλεῖν μὴ μετὰ τῆς ὁμιλίας πάντα ἀναλογίζεσθαι καὶ δεδοικέναι τὰ δεινά. Ἡ δὲ παρθένος οὐ μόνον τῶν δυσχερῶν πραγμάτων ἀλλὰ καὶ τῆς ὑποψίας ἀπήλλακται. Οὐ πρόσεστι τοῦτο πᾶσι τοῖς γάμοις. Οὐδὲ γὰρ ἐγὼ τοῦτό φημι, ἀλλ' ἐὰν τοῦτο μὴ προσῇ, πολλὰ ἕτερα πρόσεστι, κἂν ἐκεῖνά τις διαφύγῃ, πάντα ἁπλῶς διαφυγεῖν οὐ δυνήσεται. Ἀλλ' ὥσπερ ἐπὶ τῶν ἀκανθῶν τῶν τοῖς ἱματίοις προσπηγνυμένων ἐν τῷ τὰς αἱμασιὰς διαβαίνειν, ὅταν ἐπιστραφῇ τις τὴν μίαν ἐξελεῖν, ἑτέραις κατέχεται πλείοσιν, οὕτω καὶ ἐπὶ τῶν τοῦ γάμου πραγμάτων ὁ τοῦτο διαδρὰς ἐκείνῳ περιπείρεται πάλιν, καὶ ὁ τοῦτο διαδὺς ἄλλῳ προσέπταισε, καὶ ὅλως οὐκ ἔνι γάμον πάσης εὑρεῖν ἀηδίας ἐλεύθερον.