Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De virginitate
John ChrysostomVirg 53 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
53.1
Ὅτι τὸ ἀπὸ πλουσίων γαμεῖν οὐ ζηλωτὸν ἀλλὰ τοῦ ἀπὸ πενήτων χαλεπώτερον. Ἀλλά, εἰ βούλει, τὰ δυσχερῆ τέως ἀφέντες τὸ δοκοῦν εἶναι ἐν αὐτῷ μακαριστὸν καὶ οὗ πολλοὶ πολλάκις, μᾶλλον δὲ πάντες εὔχονται ἐπιτυχεῖν, τοῦτο ἀγαγόντες εἰς μέσον ἐξετάσωμεν νῦν. Τί δὴ τοῦτό ἐστιν; Τὸ πένητα ὄντα καὶ εὐτελῆ καὶ ταπεινὸν ἀπὸ μεγάλων καὶ δυνατῶν καὶ πολλὰ χρήματα κεκτημένων γυναῖκα λαβεῖν. Ἀλλὰ τοῦτο τὸ ζηλωτὸν ἐκείνου τοῦ ἀπευκτοῦ οὐκ ἐλάττους εὑρήσομεν ἔχον συμφοράς. Ἔστι μὲν γὰρ καὶ ἄλλως τὸ τῶν γυναικῶν γένος ὑπεροπτικὸν καὶ ἀσθενέστερον, διὸ καὶ μᾶλλον ὑπὸ τοῦ πάθους ἁλίσκεται. Ὅταν δὲ καὶ ἀφορμὰς ἔχῃ τῆς ὑπεροψίας πολλάς, οὐδέν ἐστι τὸ κατέχον αὐτάς. Ἀλλ' ὥσπερ ὕλης τινὸς λαβομένη φλὸξ οὕτως εἰς ὕψος ἄφατον αἴρονται καὶ τὴν τάξιν ἀντιστρέφουσι καὶ πάντα ἄνω καὶ κάτω ποιοῦσιν. Οὐ γὰρ ἀφίησιν ἐν τῇ τῆς κεφαλῆς χώρᾳ μένειν τὸν ἄνδρα ἡ γυνή, ἀλλ' ὑπὸ φρονήματος καὶ ἀπονοίας ἀπωσαμένη τῆς τάξεως αὐτὸν ἐκείνης καὶ εἰς τὴν αὐτῇ προσήκουσαν ἄγουσα τὴν τῆς ὑποταγῆς, αὐτὴ γίνεται κεφαλὴ καὶ ἀρχή. Τί οὖν ταύτης τῆς ἀνωμαλίας χεῖρον γένοιτ' ἄν; Καὶ σιωπῶ τὰ ὀνείδη, τὰς ὕβρεις, τὰς ἀηδίας, ἃ πάντων ἐστὶν ἀφορητότερα.

Intertext edge

Open linked passage

Note