De virginitate
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
55.1
Ὅτι ἀφόρητον κακὸν πλουσιώτερον ἄνδρα λαβεῖν. Καὶ ταῦτα μὲν ὅταν ἡ γυνὴ εὔπορος ᾖ. Εἰ δὲ συμβαίη ταύτην μὲν μηδὲν ἔχειν, τὸν δὲ ἄνδρα πλουτεῖν, θεράπαινα μὲν ἀντὶ γαμετῆς καὶ ἀντ' ἐλευθέρας γίνεται δούλη, καὶ τὴν αὐτῇ προσήκουσαν παρρησίαν ἀπολέσασα, τῶν ἀργυρωνήτων οὐδὲν ἄμεινον διακείσεται, ἀλλὰ κἂν ἀσελγαίνειν κἂν παροινεῖν ἐκεῖνος ἐθέλῃ κἂν ἀγαγεῖν ἐπ' αὐτὴν τὴν ἐκείνης εὐνὴν ἑταιριζομένων πλῆθος γυναικῶν, πάντα φέρειν ἀνάγκη καὶ ἀσμενίζειν ἢ τῆς οἰκίας ἐκπεσεῖν. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν ἀλλ' ὅτι τἀνδρὸς οὕτω διακειμένου οὔτε οἰκέταις οὔτε θεραπαινίσι μετ' ἐλευθερίας ἐπιτάττειν δυνήσεται, ἀλλ' ὥσπερ ἐν ἀλλοτρίοις ζῶσα καὶ τῶν οὐ προσηκόντων ἀπολαύουσα καὶ δεσπότῃ μᾶλλον ἢ ἀνδρὶ συνοικοῦσα οὕτω καὶ πράττειν καὶ πάσχειν ἅπαντα ἀναγκάζεται. Εἰ δὲ καὶ ἐξ ὁμοίων τις θέλοι γαμεῖν, πάλιν τῷ τῆς ὑποταγῆς νόμῳ τὰ τῆς ὁμοτιμίας λυμαίνεται, τοῦ τῆς οὐσίας μέτρου πείθοντος αὐτὴν ἐξισοῦσθαι τῷ ἀνδρί. Τί οὖν ἄν τις ποιήσειε τοσαύτης δυσκολίας πανταχοῦ οὔσης; Μὴ γάρ μοι, εἴ που σφόδρα ὀλίγοι καὶ εὐαρίθμητοι ταῦτα διέφυγον γάμοι, τούτους εἰς μέσον ἀγάγῃς· οὐ γὰρ ἀπὸ τῶν σπανιζόντων ἀλλ' ἀπὸ τῶν ἀεὶ συμβαινόντων χαρακτηρίζειν τὰ πράγματα προσῆκεν.