De virginitate
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
60.1
Ὅτι ἡ παρθενία οὐδενὸς δεῖται τῶν οὐκ ἐφ' ἡμῖν. Οὔτε δὲ τὸ πενίᾳ συζῆν καθάπερ ἐπὶ τοῦ γάμου παραβλάψαι δύναιτ' ἂν αὐτὴν ἀλλὰ καὶ μᾶλλον ποθεινοτέραν τῷ νυμφίῳ τὴν ἑκοῦσαν τοῦτο ὑπομένουσαν ποιεῖ οὔτε τὸ ἐκ ταπεινῶν γεγονέναι οὔτε τὸ μὴ διαλάμπειν τὴν τοῦ σώματος ὥραν οὔτε ἄλλο τῶν τοιούτων οὐδέν. Καὶ τί λέγω ταῦτα; Κἂν γὰρ μηδὲ ἐλευθέρα οὖσα τύχῃ, οὐδὲ τοῦτο αὐτῆς λυμαίνεται τὴν μνηστείαν, ἀλλὰ ἀρκεῖ ψυχὴν ἐπιδείξασθαι καλὴν καὶ τῶν πρωτείων τυχεῖν. Οὐκ ἔστιν ἐκεῖ φοβηθῆναι ζηλοτυπίαν, οὐκ ἔστιν ἀλγῆσαι διαφθονουμένην ἑτέρᾳ γυναικὶ ὡς λαμπροτέρῳ συνεζευγμένῃ ἀνδρί. Οὐ γάρ ἐστιν ὅμοιος αὐτῷ οὐδὲ ἴσος οὐδεὶς ἀλλ' οὐδὲ κατὰ μικρὸν ἐγγύς· ἐν δὲ τῷ γάμῳ κἂν τῶν σφόδρα πλουτούντων καὶ μεγάλα δυναμένων ἔχῃ τις ἄνδρα, ἀλλ' ὅμως δύναιτ' ἂν ἑτέραν εὑρεῖν πολλῷ μείζονα ἔχουσαν. Οὐχ ὡς ἔτυχε δὲ ἐλαττοῖ τὴν ἐκ τῆς τῶν ἡττόνων ὑπεροχῆς ἡδονὴν ἡ τῶν μειζόνων ὑπερβολή, ἀλλ' ἡ πολλὴ τρυφὴ τῶν χρυσίων καὶ τῶν ἱματίων καὶ τῆς τραπέζης καὶ τῆς ἄλλης ἀδείας ἱκανὴ δελείσαι ψυχὴν καὶ ἐφελκύσασθαι· καὶ πόσαι τούτων ἀπολαύουσι γυναῖκες; Τὸ γὰρ πλεῖστον τῶν ἀνθρώπων μέρος πενίαις συζῇ καὶ ταλαιπωρίαις καὶ πόνοις. Εἰ δέ τινες εἶεν αἱ τούτων μετέχουσαι, σφόδρα μὲν ὀλίγαι καὶ εὐαρίθμητοι καὶ αὗται δὲ παρὰ τὸ τῷ θεῷ δοκοῦν· οὐδενὶ γὰρ ἐφίεται ἐν τούτοις τρυφᾶν ὡς καὶ ἀπεδείξαμεν ἐν τοῖς πρόσθεν λόγοις.