De virginitate
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
62.1
Ὅτι τὸ χρυσοφορεῖν καὶ τῷ κάλλει λυμαίνεται καὶ τὴν ἀμορφίαν ἐπιτείνει. Εἶδεν ἕτερος, φησί, καὶ ἐθαύμασεν. Ἀλλὰ οὐ τὴν περικειμένην ἀλλὰ τὰ περικείμενα, ἐκείνην δὲ διὰ ταῦτα καὶ ἐκάκισε πολλάκις ὥσπερ παρὰ τὴν ἀξίαν κοσμουμένην αὐτοῖς. Ἂν μὲν γὰρ εὔμορφος ᾖ, λυμαίνεται τῷ κάλλει τῆς φύσεως. Ὁ πολὺς γὰρ κόσμος ἐκεῖνος οὐκ ἀφίησιν αὐτὸ φαίνεσθαι γυμνόν, τὸ πλεῖστον αὐτοῦ μέρος ἀποφερόμενος· ἐὰν δὲ ἄμορφος ᾖ καὶ δυσειδής, ἀτερπεστέραν ἀπέδειξεν οὕτω μᾶλλον αὐτήν. Ἡ γὰρ ἀμορφία πανταχοῦ καθ' ἑαυτὴν μὲν φαινομένη ὅσον ἐστὶ φαίνεται μόνον· ὅταν δὲ αὐτῇ παραβάλληται λίθων λαμπρότης καὶ ἑτέρας τινὸς ὕλης κάλλος, ἐπιτείνεται εἰς δυσείδειαν μειζόνως. Τό τε γὰρ τοῦ σώματος μέλαν πολλῷ μελάντερον δείκνυσιν ἐπικείμενον τοῦ μαργαρίτου τὸ φῶς καὶ ὥσπερ ἐν σκότῳ στίλβον, τό τε τοῦ προσώπου δυσδιάπλαστον τὰ τῶν ἱματίων ἄνθη πολὺ κάκιον ἀποφαίνει οὐκ ἀφιέντα καθ' ἑαυτὸν ἀγωνίζεσθαι τὸν τῆς ὄψεως τύπον παρὰ τοῖς θεαταῖς, ἀλλὰ πρὸς τὸ χειροποίητον ἐκεῖνο καὶ ἀμήχανον κάλλος ὅθεν μείζων ἡ ἧττα γίνεται. Ὁ γὰρ διεσπαρμένος ἐν τοῖς ἱματίοις χρυσὸς καὶ ἡ πολλὴ τῶν τὰ τοιαῦτα ἐργαζομένων ποικιλία καὶ ὁ λοιπὸς κόσμος ἅπας καθάπερ τις ἀθλητὴς γενναῖος εὐεκτῶν καὶ σφριγῶν ψωραλέον τινὰ καὶ αἰσχρὸν καὶ λιμώττοντα παρωσάμενος ἀνταγωνιστήν, οὕτω τὴν τοῦ προσώπου δόξαν τῆς περικειμένης καταβαλὼν πρὸς ἑαυτὸν ἐπισπᾶται τοὺς θεατάς, ἐκείνην μὲν καταγελᾶσθαι μειζόνως, αὐτὸν δὲ μεθ' ὑπερβολῆς θαυμάζεσθαι παρασκευάζων.