Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De virginitate
John ChrysostomVirg 63 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
63.1
Τίς ὁ κόσμος τῆς παρθενίας καὶ τί τὸ κάλλος. Ἀλλ' οὐχ ὁ τῆς παρθενίας κόσμος τοιοῦτος. Οὐ γὰρ λυμαίνεται τῇ περικειμένῃ ἐπειδὴ μηδ' ἐστὶ σωματικὸς ἀλλὰ τῆς ψυχῆς ὅλος. Καὶ διὰ τοῦτο ἄν τε δυσειδὴς ᾖ, μετέβαλε τὴν δυσείδειαν εὐθέως κάλλος περιθεῖσα ἀμήχανον, ἄν τε ὡραία καὶ φαιδρά, λαμπροτέραν εἰργάσατο. Οὐ γὰρ λίθοι καὶ χρυσὸς οὐδὲ ἱματίων πολυτέλεια οὐδὲ χρωμάτων πολυτελῆ ἄνθη διάφορα οὐδὲ ἄλλο τοιοῦτον οὐδὲν τῶν φθαρτῶν ἐκείνων κοσμεῖ τὰς ψυχὰς ἀλλ' ἀντὶ τούτων νηστεῖαι, παννυχίδες ἱεραί, πραότης, ἐπιείκεια, πενία, ἀνδρεία, ταπεινοφροσύνη, καρτερία– πάντων ἁπλῶς τῶν ἐν τῷ παρόντι βίῳ πραγμάτων ὑπεροψία. Καὶ γὰρ ὀφθαλμὸς αὐτῇ οὕτω μὲν καλὸς καὶ εὐπρεπὴς ὡς ἀντὶ ἀνθρώπων τὰς ἀσωμάτους δυνάμεις καὶ τὸν τούτων δεσπότην ἔχειν ἐραστήν. Οὕτω δὲ καθαρὸς καὶ διειδὴς ὡς ἀντὶ τῶν σωματικῶν τὰ ἀσώματα κάλλη δύνασθαι καθορᾶν, οὕτω δὲ ἥμερος καὶ γαληνὸς ὡς μηδὲ πρὸς τοὺς ἀδικοῦντας καὶ συνεχῶς λυποῦντας ἀγριαίνειν καὶ διανίστασθαι ἀλλὰ καὶ πρὸς τούτους ἡδὺ καὶ μειλίχιον ἐνορᾶν. Κοσμιότης δὲ αὐτῇ τοσαύτη περίκειται ὡς καὶ τοὺς ἀκολάστους αἰσχύνεσθαι καὶ ἐρυθριᾶν καὶ τῆς οἰκείας ἐνδιδόναι μανίας ὅταν πρὸς αὐτὴν ἴδωσιν ἀκριβῶς. Ὥσπερ δὲ γυναικὶ κοσμίᾳ τὴν διακονουμένην θεράπαιναν καὶ αὐτὴν εἶναι τοιαύτην ἀνάγκη κἂν μὴ βούληται, οὕτω καὶ τὴν σάρκα τῆς οὕτω φιλοσοφούσης ψυχῆς πρὸς τὰ ἐκείνης κινήματα καὶ τὰς οἰκείας ἀνάγκη ῥυθμίζειν ὁρμάς. Καὶ γὰρ ὀφθαλμὸς καὶ γλῶττα καὶ σχῆμα καὶ βάδισις καὶ πάντα ἁπλῶς πρὸς τὴν ἔνδον εὐταξίαν χαρακτηρίζεται· καὶ καθάπερ μύρον βαρύτιμον κἂν εἰς ἄγγος ἀποκλείηται τὸν ἀέρα τῆς οἰκείας ἀναχρῶσαν εὐωδίας, οὐ τοὺς ἔνδον καὶ πλησίον ἑστῶτας μόνον ἀλλὰ καὶ τοὺς ἔξω πάντας ἐμπίπλησι τῆς ἡδονῆς, οὕτω καὶ ἡ τῆς παρθενικῆς ψυχῆς εὐωδία ταῖς αἰσθήσεσι περιρρέουσα ἐνδείκνυται τὴν ἔνδον ἀποκειμένην ἀρετήν, καὶ τὰς χρυσᾶς τῆς εὐκοσμίας ἐπιβάλλουσα πᾶσιν ἡνίας ἐν πολλῇ τῶν ἵππων ἕκαστον εὐρυθμίᾳ διατηρεῖ, καὶ οὔτε τὴν γλῶτταν ἀφίησιν ἀπηχές τι καὶ ἀνάρμοστον φθέγξασθαι οὔτε τὸν ὀφθαλμὸν μόνον ἀναισχύντως καὶ ὑπόπτως ἐνιδεῖν οὔτε τὴν ἀκοὴν δέξασθαί τι τῶν οὐ προσηκόντων μελῶν. Καὶ ποδῶν δὲ αὐτῇ μέλει ὥστε μὴ ἄτακτα βαδίζειν καὶ διατεθρυμμένα ἀλλ' ἄπλαστόν τινα καὶ ἀνεπιτήδευτον ἔχειν τὴν βάδισιν. Καὶ τὸν ἀπὸ τῶν ἱματίων δὲ καλλωπισμὸν περικόψασα καὶ τῷ προσώπῳ παραινεῖ συνεχῶς μὴ διαχεῖσθαι τῷ γέλωτι ἀλλὰ μηδὲ ἠρέμα μειδιᾶν ἀλλ' ἐπισκύνιον αἰδέσιμον ἀεὶ καὶ αὐστηρὸν ἐπιδείκνυσθαι καὶ πρὸς δάκρυα παρεσκευάσθαι διὰ παντός, πρὸς γέλωτα δὲ μηδέποτε.

Intertext edge

Open linked passage

Note