De virginitate
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
67.1
Ὅτι τὸ πολλὰς ἔχειν θεραπαινίδας ἀνιαρόν. Ἀλλ' ἴσως τὸ τῶν θεραπαινίδων πλῆθος ἡδύ. Ταύτης μὲν οὖν οὐδὲν χεῖρον τῆς ἡδονῆς· τοσαύτας ἔχει τὰς φροντίδας, ὅσαι τὸ πλῆθός ἐστιν· ἀνάγκη γὰρ ἐφ' ἑκάστῃ καὶ ἀρρωστούσῃ καὶ τελευτώσῃ ταράττεσθαι καὶ ἀθυμεῖν. Ἀλλὰ ταῦτα μὲν ἴσως φορητὰ καὶ τὰ τούτων ἔτι χαλεπώτερα, οἷον τὸ καθ' ἑκάστην διατείνεσθαι τὴν ἡμέραν ῥαθυμίαν ἐπιστρέφουσαν, κακουργίαν ἐκκόπτουσαν, ἀχαριστίας παύουσαν, τὴν ἄλλην πᾶσαν αὐτῶν κακίαν παιδαγωγοῦσαν. Τὸ δὲ πάντων χαλεπώτερον, ὅπερ μάλιστα ἐν τῷ πλήθει τῆς τοιαύτης θεραπείας συμβαίνειν εἴωθεν, ὅταν ἐν τῇ τῶν θεραπαινίδων ἐκείνων ἀγέλῃ εὐπρεπής τις οὖσα τύχῃ. Ἀνάγκη γὰρ τοῦτο πάντως ἐν τῷ πλήθει συμπεσεῖν· οὐδὲ γὰρ ὥστε πολλὰς κτήσασθαι μόνον, ἀλλ' ὥστε καὶ εὐειδεῖς ἐξ ἴσης οἱ πλουτοῦντες σπουδάζουσιν. Ὅταν οὖν συμβῇ τινα διαλάμπειν ἐν αὐταῖς, ἄν τε ἕλῃ τὸν δεσπότην τῷ φίλτρῳ ἄν τε μηδὲν περαιτέρω τοῦ θαυμασθῆναι ἰσχύσῃ, τὰ τῆς ὀδύνης ἴσα γίνεται τῇ δεσποίνῃ παρευδοκιμουμένῃ εἰ καὶ μὴ τῷ πόθῳ ἀλλὰ τῇ τοῦ σώματος ὥρᾳ καὶ τῷ θαύματι. Ὅταν οὖν τὰ δοκοῦντα εἶναι παρ' αὐτοῖς λαμπρὰ καὶ ζηλωτὰ τοσαύτας ἔχῃ τὰς θλίψεις, τί ἄν τις εἴποι περὶ τῶν λυπηρῶν;