Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De virginitate
John ChrysostomVirg 68 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
68.1
Περὶ τῆς ἀταραξίας τῆς τῇ παρθενίᾳ προσούσης. Ἀλλ' οὐχ ἡ παρθένος ὑπομένει τούτων οὐδέν, ἀλλ' ἀπήλλακται ταραχῆς τὸ δωμάτιον καὶ κραυγὴ πᾶσα ἐκποδὼν ἀπελήλαται, ὥσπερ δὲ ἐν εὐδίῳ λιμένι σιγὴ πάντα κατέχει τὰ ἔνδον καὶ τῆς σιγῆς πλείων ἑτέρα ἀταραξία τὴν ψυχήν, ἅτε ἀνθρώπινον μὲν οὐδὲν μεταχειρίζουσαν, διὰ παντὸς δὲ τῷ Θεῷ διαλεγομένην καὶ πρὸς αὐτὸν ἀτενέστερον ὁρῶσαν. Τίς ἂν οὖν ταύτην ἀναμετρήσειε τὴν ἡδονήν; Ποῖος λόγος τὴν εὐφροσύνην τῆς οὕτω διακειμένης παραστήσειε ψυχῆς; Οὐκ ἔστιν οὐδείς. Ἀλλ' οἱ τοῦ κυρίου κατατρυφῶντες αὐτοὶ μόνοι τὸ μέγεθος ἴσασι ταύτης τῆς τρυφῆς καὶ πῶς ἅπασαν σύγκρισιν ἐκ πολλοῦ τοῦ περιόντος νικᾷ. Ἀλλ' ὁ πολὺς ἄργυρος ὁρώμενος πανταχοῦ πολλὴν παρέχει τὴν τέρψιν τοῖς ὀφθαλμοῖς. Καὶ πόσῳ βέλτιον εἰς τὸν οὐρανὸν ἐνορᾶν καὶ πολλῷ μείζονα ἐκεῖθεν καρποῦσθαι τὴν ἡδονήν. Ὅσον γὰρ ὁ χρυσὸς κασσιτέρου καὶ μολύβδου τοσοῦτον ὁ οὐρανὸς χρυσοῦ καὶ ἀργύρου καὶ πάσης ὕλης λαμπρότερός τέ ἐστι καὶ φαιδρότερος. Καὶ αὕτη μὲν χωρὶς φροντίδος ἡ θεωρία, ἐκείνη δὲ μετὰ πολλῆς τῆς μερίμνης, ὃ μάλιστα πανταχοῦ ταῖς ἐπιθυμίαις λυμαίνεται. Ἀλλ' οὐ βούλει τὸν οὐρανὸν ἰδεῖν; Ἔξεστί σοι τὸν ἐπὶ τῆς ἀγορᾶς κείμενον ἄργυρον ἰδεῖν. «Πρὸς ἐντροπὴν ὑμῖν λέγω» κατὰ τὸν μακάριον Παῦλον, ἐπειδὴ οὕτως ἐπτόησθε πρὸς τὸν τῶν χρημάτων ἔρωτα. Ἀλλ' οὐκ ἔχω τί εἴπω. Πολλὴ γάρ με ἐνταῦθα κατέσχεν ἀπορία καὶ οὐ δύναμαι συνιδεῖν πόθεν ἅπαν ὡς εἰπεῖν τὸ τῶν ἀνθρώπων γένος, ὅταν μὲν ἐξῇ μετ' εὐκολίας καὶ ἀνέσεως τέρπεσθαι, οὐδὲ ἡδονὴν τὸ πρᾶγμα τίθενται, ἐν δὲ τῷ φροντίζειν καὶ περισπᾶσθαι καὶ μεριμνᾶν μάλιστα πάντων ἥδονται. Διὰ τί γὰρ αὐτοὺς οὐχ οὕτω τέρπει ὁ κείμενος ἐπὶ τῆς ἀγορᾶς ἄργυρος ὡς ὁ κατὰ τὴν οἰκίαν; Καίτοι γε λαμπρότερος ἐκεῖνός ἐστι καὶ μερίμνης ἁπάσης ἐλευθέραν ἀφίησι τὴν ψυχήν. Ὅτι, φησίν, ἐκεῖνος μὲν οὐκ ἐμός, οὗτος δὲ ἐμός. Ἡ πλεονεξία ἄρα ἐστὶν ἡ τὴν ἡδονὴν ἔχουσα, οὐχ ἡ τοῦ ἀργύρου φύσις· ἐπεὶ εἰ τοῦτο ἦν, καὶ ἐκεῖθεν ὁμοίως τέρπεσθαι ἔδει. Εἰ δὲ χρήσεως ἕνεκεν λέγοις, πολλῷ βελτίων ἡ ὕελος, καὶ ταῦτα αὐτοὶ οἱ πλουτοῦντες εἴποιεν ἂν οἱ τὰ ἐκπώματα ἀπὸ τῆς ὕλης ταύτης ὡς τὰ πολλὰ κατασκευάζοντες. Εἰ δέ που διὰ τὸν τῦφον ἀναγκασθεῖεν καὶ ἐξ ἀργύρου τοῦτο ποιῆσαι, πρότερον ἔνδοθεν θέντες τὴν ὕελον οὕτως ἔξωθεν τὸν ἄργυρον περιβάλλουσι, δεικνύντες ὅτι αὕτη μὲν πρὸς πόμα ἡδίων καὶ ἐπιτηδεία, ἐκεῖνος δὲ πρὸς τὸν τῦφον μόνον καὶ τὴν ἀλαζονείαν. Τί δέ ἐστιν ὅλως ἐμὸς καὶ οὐκ ἐμός; Ταύτα γὰρ ὅταν μετὰ ἀκριβείας ἐξετάσω, ῥήματα μόνον ὁρῶ ψιλά. Πολλοὶ μὲν γὰρ καὶ ζῶντες ἀποπηδῶντα αὐτὸν τῆς αὐτῶν δεσποτείας οὐκ ἴσχυσαν κατασχεῖν. Οἷς δὲ μέχρι τέλους παρέμεινεν, ἐν τῷ καιρῷ τῆς τελευτῆς καὶ ἑκόντες καὶ ἄκοντες αὐτοῦ τῆς ἐξουσίας ἐξέπεσον. Οὐκ ἐπὶ τοῦ ἀργύρου δὲ μόνον καὶ χρυσοῦ ἀλλὰ καὶ ἐπὶ τῶν λουτρῶν καὶ ἐπὶ τῶν παραδείσων καὶ ἐν ταῖς οἰκίαις τὸ ἐμὸν καὶ οὐκ ἐμὸν τοῦτο ῥῆμα ἄν τις ἴδοι μόνον ψιλόν. Ἡ μὲν γὰρ χρῆσις κοινὴ πάντων ἐστίν, πλεονεκτοῦσι δὲ οἱ δοκοῦντες αὐτῶν εἶναι κύριοι τῶν οὐκ ὄντων τὴν ὑπὲρ αὐτῶν φροντίδα. Οἱ μὲν γὰρ ἀπολαύουσι μόνον αὐτῶν, οἱ δὲ μετὰ τοῦ ποιεῖσθαι πολλὴν τὴν ἐπιμέλειαν τὸ αὐτὸ τοῦτο καρποῦνται ὃ μετὰ τῆς ἀμελείας ἐκεῖνοι.

Intertext edge

Open linked passage

Note