De virginitate
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
69.1
Ὅτι πολλῆς ἀηδίας αἱ πολυτελεῖς γέμουσι τράπεζαι. Εἰ δέ τις τὴν πολλὴν θαυμάζοι τρυφήν, οἷον τὸ τῶν κατακοπτομένων πλῆθος κρεῶν, τὴν περιττὴν τοῦ οἴνου δαπάνην, τῶν καρυκευμάτων τὴν περιεργίαν, τραπεζοποιῶν καὶ σιτοποιῶν καὶ μαγείρων τέχνας, παρασίτων καὶ δαιτυμόνων ὄχλον, εὖ ἴστω ὅτι τῶν μαγείρων αὐτῶν οὐδὲν ἄμεινον ἐν τοῖς τοιούτοις οἱ πλουτοῦντες διάκεινται. Καθάπερ γὰρ ἐκεῖνοι τοὺς δεσπότας οὕτω τοὺς κεκλημένους αὐτοὶ δεδοίκασι μή τινος ἐπιλάβωνται τῶν μετὰ πολλοῦ πόνου καὶ δαπάνης παρασκευασθέντων αὐτοῖς. Καὶ τούτῳ μὲν ἐξισοῦνται τοῖς οἰκέταις, καθ' ἕτερον δὲ καὶ πλεονεκτοῦσιν αὐτῶν ἐκεῖνοι. Οὐ γὰρ μόνον κατηγόρους ἀλλὰ καὶ βασκάνους δεδοίκασι. Πολλοῖς γὰρ πολλάκις ἀπὸ τῶν τοιούτων συμποσίων ἐτέχθησαν φθόνοι, καὶ οὐ πρότερον ἔστησαν ἕως κινδύνους ἐπήγαγον τοὺς ἐσχάτους. Ἀλλὰ τὸ σιτεῖσθαι πολλὰ πολλάκις ἡδύ. Ἄπαγε. Καὶ γὰρ ὅταν καρηβαρίαι καὶ γαστρὸς διατάσεις καὶ πνεύματος ἐμφράξεις καὶ σκοτοδινίαι καὶ ἴλιγγοι καὶ ἀχλύες καὶ τὰ ἔτι τούτων ἀτοπώτερα ἀπὸ τῆς τρυφῆς ταύτης ἀναβλαστάνῃ δεινά, ποίαν ἡδονὴν καρπωσόμεθα; Καὶ εἴθε μέχρι τῶν παρ' ἡμέραν λυπηρῶν καὶ τὰ τῆς ἀσχημοσύνης ἐκείνης καὶ τὰ τῆς ζημίας ἵστατο μόνον. Νυνὶ δὲ αἱ μάλιστα τῶν νόσων δυσίατοι ἀπὸ τῶν τοιούτων τραπεζῶν ἔχουσι τὴν ἀρχήν. Καὶ γὰρ ποδαλγίαι καὶ φθόη καὶ νόσος καὶ παράλυσις καὶ σπασμὸς τὸ σῶμα πολιορκεῖ ἕως ἐσχάτης ἀναπνοῆς. Τίνα οὖν ἄν τις ἔχοι τούτων ἀντίρροπον τῶν κακῶν ἡδονὴν εἰπεῖν; Ποίαν δὲ οὐκ ἄν τις ἕλοιτο σκληραγωγίαν ὑπὲρ τῆς τούτων ἀπαλλαγῆς;