De virginitate
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1
Ὅτι οἱ αἱρετικοὶ παρθενεύοντες οὐχὶ τὰς ψυχὰς μόνον ἀλλὰ καὶ τὰ σώματα μιαίνουσιν. Εἰ γὰρ καὶ τὸ σῶμα αὐτῆς ἀκέραιον μένοι, ἀλλ' ὅμως τὸ κρεῖττον διέφθαρται τῆς ψυχῆς τὰ νοήματα. Τί οὖν ὄφελος ἀφανισθέντος τοῦ ναοῦ τοὺς περιβόλους ἑστάναι; ἢ ποῖον τὸ κέρδος τοῦ θρόνου μολυνθέντος καθαρὸν εἶναι τοῦ θρόνου τὸν τόπον; Μᾶλλον δὲ οὐδὲ οὕτως τοῦ ἄγους ἀπήλλακται. Ἡ γὰρ βλασφημία καὶ τὰ φαῦλα ῥήματα τίκτεται μὲν ἔνδον, οὐ μένει δὲ ἔνδον ἐν τῇ ψυχῇ, ἀλλὰ μιαίνει μὲν γλῶτταν διὰ στόματος προφερόμενα, μιαίνει δὲ τὴν δεχομένην ἀκοήν, καὶ καθάπερ δηλητήρια φάρμακα εἰς αὐτὴν ἐμπίπτοντα τὴν ψυχὴν παντὸς σητὸς χαλεπώτερον διατρώγει τὴν ῥίζαν καὶ μετ' ἐκείνης καὶ τὸ λοιπὸν ἅπαν ἀπόλλυσι σῶμα. Εἰ τοίνυν παρθενίας ὅρος τὸ καὶ σώματι καὶ πνεύματι εἶναι ἁγίαν, αὕτη δὲ ἐξ ἑκατέρων τῶν μερῶν ἐστι βέβηλος καὶ ἐναγής, πῶς ἂν δύναιτο εἶναι παρθένος; Ἀλλὰ πρόσωπόν μοι δείκνυσιν ὠχρὸν καὶ κατισχνωμένα μέλη καὶ στολὴν εὐτελῆ καὶ βλέμμα ἥμερον. Καὶ τί τὸ ὄφελος ὅταν τὸ ἔνδον ὄμμα ἰταμὸν ᾖ; Τί γὰρ ἂν γένοιτο τοῦ βλέμματος ἰταμώτερον ἐκείνου τοῦ καὶ τοὺς ἔξωθεν πείθοντος ὀφθαλμοὺς ὡς πονηροῖς προσέχειν τοῖς τοῦ Θεοῦ κτίσμασι; «Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν.» Αὕτη δὲ τοῦ λόγου τὴν ἀκολουθίαν ἀνέστρεψε, τὴν μὲν δόξαν ἔξωθεν περικειμένη, τὴν δὲ ἀτιμίαν ἅπασαν ἔνδον ἔχουσα. Τοῦτο γάρ ἐστι τὸ δεινὸν ὅτι πρὸς μὲν ἀνθρώπους ἐπιείκειαν ἐνδείκνυται πολλήν, πρὸς δὲ τὸν κτίσαντα αὐτὴν Θεὸν πολλῇ κέχρηται τῇ μανίᾳ, καὶ ἡ μηδὲ πρὸς ἄνδρα ἀντιβλέψαι ἀνεχομένη– εἴ γέ τινές εἰσιν ἐν αὐταῖς τοιαῦται– πρὸς τὸν τῶν ἀνθρώπων δεσπότην ἀναισχύντοις ὀφθαλμοῖς ὁρᾷ καὶ ἀδικίαν εἰς τὸ ὕψος λαλεῖ. Πύξινον αὐταῖς τὸ πρόσωπόν ἐστι καὶ νεκρῷ προσεοικός. Διὰ γὰρ τοῦτο δακρύων ἄξιαι καὶ θρήνων πολλῶν, ὅτι οὐκ εἰκῇ μόνον ἀλλὰ καὶ ἐπ' ὀλέθρῳ καὶ κατὰ τῆς ἑαυτῶν κεφαλῆς τοσαύτην ἀνεδέξαντο ταλαιπωρίαν.