Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De virginitate
John ChrysostomVirg 77 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
77.1
Ὅτι ἡ τὰ βιωτικὰ μεριμνῶσα οὐκ ἂν εἴη παρθένος. Τί οὖν φησιν ὅταν καὶ ἡ παρθένος πολλὰ πραγματεύηται καὶ μερίμνας ἔχῃ βιωτικάς– ἄπαγε– ἔξω ταύτην ἑλκύσας τοῦ τῶν παρθένων χοροῦ; Οὐ γὰρ ἀρκεῖ τὸ μὴ γαμηθῆναι ποιῆσαι παρθένον ἀλλὰ δεῖ καὶ τῆς ψυχικῆς ἁγνείας, ἁγνείαν δὲ λέγω οὐ τὸ πονηρᾶς καὶ αἰσχρᾶς ἐπιθυμίας ἀπηλλάχθαι μόνον καὶ καλλωπισμάτων καὶ περιεργίας, ἀλλὰ καὶ φροντίδος εἶναι καθαρὰν βιωτικῆς. Ἂν δὲ μὴ τοῦτο ᾖ, τί τὸ ὄφελος τῆς σωματικῆς καθαρότητος; Ὥσπερ γὰρ στρατιώτου οὐδὲν αἰσχρότερον γένοιτ' ἂν τὰ ὅπλα ῥίψαντος καὶ καπηλείοις σχολάζοντος, οὕτως οὐδὲ παρθένων ἀσχημονέστερον βιωτικαῖς ἐνδεδεμένων φροντίσι. Καὶ γὰρ αἱ πέντε ἐκεῖναι καὶ λαμπάδας εἶχον καὶ παρθενίαν ἤσκησαν ἀλλ' οὐδενὸς τούτων ἀπώναντο, ἀλλὰ τῶν θυρῶν ἀποκλεισθεισῶν ἔμενον ἔξω καὶ ἀπώλλυντο. Καὶ γὰρ ἡ παρθενία διὰ τοῦτο καλὸν ὅτι πᾶσαν ἐκκόπτει φροντίδος ὑπόθεσιν περιττῆς καὶ πᾶσαν σχολὴν τοῖς κατὰ Θεὸν ἀνατίθησιν ἔργοις, ὡς ἂν μὴ τοῦτο ἔχοι, πολὺ τοῦ γάμου πάλιν ἐλάττων γίνεται ἀκάνθας ἐν τῇ ψυχῇ περιφέρουσα καὶ τὸν καθαρὸν καὶ οὐράνιον συμπνίγουσα σπόρον.

Intertext edge

Open linked passage

Note