Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De virginitate
John ChrysostomVirg 79 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
79.1
Ὅτι τῶν ἀγγέλων οὐδὲν ἀπεῖχον οἱ περὶ τὸν Ἡλίαν καὶ ὅτι ἡ παρθενία τοιούτους αὐτοὺς ἐποίησεν. Τί γὰρ τῶν ἀγγέλων ἀπεῖχον, εἰπέ μοι, ὁ Ἡλίας, ὁ Ἑλισσαῖος, ὁ Ἰωάννης, οὗτοι οἱ γνήσιοι τῆς παρθενίας ἐρασταί; Οὐδὲν ἄλλ' ἢ ὅσον θνητῇ προσεδέδεντο φύσει. Τὰ δὲ ἄλλα εἴ τις ἀκριβῶς ἐξετάσειεν, οὐδὲν χεῖρον ἐκείνων εὑρήσει διακειμένους. Καὶ τοῦτο δὲ αὐτὸ τὸ δοκοῦν ἐλάττωμα εἶναι μέγα εἰς ἐγκωμίου λόγον ἐστί. Τὸ γὰρ γῆν οἰκοῦντας καὶ τῇ τῆς θνητῆς φύσεως ὑποκειμένους ἀνάγκῃ δυνηθῆναι φθάσαι πρὸς ἐκείνην τὴν ἀρετήν, ὅρα πόσης ἀνδρείας, πόσης φιλοσοφίας ἦν. Ὅτι δὲ αὐτοὺς ἡ παρθενία τοιούτους ἐποίησε δῆλον ἐκεῖθεν· εἰ γὰρ γυναῖκα εἶχον καὶ παῖδας, οὐκ ἂν εὐκόλως τὴν ἐρημίαν ᾤκησαν, οὐκ οἰκίας κατεφρόνησαν, οὐκ ἂν τῆς ἄλλης τοῦ βίου κατασκευῆς. Νῦν δὲ πάντων τούτων ἀπολυθέντες τῶν δεσμῶν ὡς ἐν οὐρανοῖς ὄντες οὕτως διέτριβον ἐπὶ τῆς γῆς. Οὐ τοίχων ἐδέοντο, οὐκ ὀροφῆς, οὐ κλίνης, οὐ τραπέζης, οὐκ ἄλλου τῶν τοιούτων τινός, ἀλλ' ἀντὶ μὲν στέγης εἶχον τὸν οὐρανόν, ἀντὶ δὲ κλίνης τὴν γῆν, ἀντὶ δὲ τραπέζης τὴν ἐρημίαν. Καὶ πρᾶγμα ὃ τοῖς ἄλλοις αἴτιον εἶναι λιμοῦ δοκεῖ τῆς ἐρημίας ἡ ἀκαρπία, τοῦτο τοὺς ἁγίους ἐκείνους ἐν ἀφθονίᾳ καθίστησιν. Οὐ γὰρ ἀμπέλων αὐτοῖς ἐδέησεν οὐδὲ ληνῶν οὐδὲ ληΐων οὐδὲ ἀμητοῦ. Ἀλλὰ τὸ μὲν ποτὸν αὐτοῖς ἄφθονον παρεῖχον καὶ ἡδὺ πηγαὶ καὶ ποταμοὶ καὶ λίμναι, τράπεζαν δὲ τῷ μὲν ἄγγελος κατεσκεύαζε θαυμαστήν τινα καὶ παράδοξον καὶ μείζονα ἢ κατ' ἀνθρωπίνην συνήθειαν. «Ὁ γὰρ εἷς ἄρτος», φησί, «πρὸς τεσσαράκοντα ἡμερῶν ἀσιτίαν διήρκεσε.» Τὸν δὲ ἡ τοῦ πνεύματος χάρις πολλάκις ἔτρεφε θαυματουργοῦντα, καὶ οὐκ αὐτὸν μόνον ἀλλὰ καὶ δι' ἐκείνου ἑτέρους. Ὁ δὲ προφήτου πλέον Ἰωάννης, οὗ μείζων ἐν γεννητοῖς γυναικῶν οὐκ ἐγήγερται, οὐδὲ ἀνθρωπίνης ἐδεήθη τροφῆς· οὐ γὰρ σῖτος καὶ οἶνος καὶ ἔλαιον ἀλλ' ἀκρίδες καὶ μέλι ἄγριον τὴν τοῦ σώματος αὐτοῦ διεκράτουν ζωήν. Εἶδες ἀγγέλους ἐπὶ τῆς γῆς; Εἶδες παρθενίας ἰσχύν; Τοὺς αἵματι καὶ σαρκὶ συμπεπλεγμένους, τοὺς χαμαὶ ἐρχομένους, τοὺς ἀνάγκῃ φύσεως ὑποκειμένους θνητῆς ὡς ἀσωμάτους, ὡς τὸν οὐρανὸν ἤδη λαχόντας, ὡς ἀθανασίαν μετειληφότας, οὕτως ἅπαντα ποιεῖν παρεσκεύαζεν.

Intertext edge

Open linked passage

Note