De virginitate
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
82.1
Πρὸς τοὺς λέγοντας ὅτι οἱ παρθενεύσαντες εἰς κόλπους Ἀβραὰμ εὔχονται ἐλθεῖν. Ἀλλὰ τίς ὁ σοφὸς τῶν πολλῶν λόγος; Ὁ πατριάρχης, φησίν, Ἀβραὰμ καὶ γυναῖκα εἶχε καὶ παῖδας καὶ χρήματα καὶ ποίμνια καὶ βουκόλια, καὶ μετὰ πάντα ἐκεῖνα Ἰωάννης ὅ τε βαπτιστὴς ὅ τε εὐαγγελιστής, ἀμφότεροι παρθένοι τυγχάνοντες, καὶ Παῦλος καὶ Πέτρος ἐπὶ τῆς ἐγκρατείας διαλάμψαντες, εἰς τοὺς ἐκείνου κόλπους εὔχονται ἀπελθεῖν. Τίς σοι τοῦτο εἶπεν, ὦ βέλτιστε; Ποῖος προφήτης; Τίς εὐαγγελιστής; Αὐτός, φησίν, ὁ Χριστός. Τὸν γὰρ ἑκατοντάρχην ἰδὼν πολλὴν ἔχοντα πίστιν ἔλεγεν· «Ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ.» Καὶ ὁ Λάζαρος δὲ μετ' αὐτοῦ τότε ὁρᾶται ὑπὸ τοῦ πλουσίου τρυφῶν. Καὶ τί τοῦτο πρὸς Παῦλον, τί δαὶ πρὸς Πέτρον, τί δαὶ πρὸς Ἰωάννην; Οὐ γὰρ Λάζαρος Παῦλος καὶ Ἰωάννης, οὐδὲ οἱ πολλοὶ οἱ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ὁ τῶν ἀποστόλων ἦσαν χορός. Ὥστε περιττὸς ὑμῖν οὗτος ὁ λόγος καὶ μάταιος. Εἰ δὲ θέλεις ὅλως ἀκοῦσαι τὰ τῶν ἀποστόλων ἔπαθλα, ἄκουσον τοῦ μέλλοντος αὐτὰ διδόναι λέγοντος· «Ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.» Καὶ οὐδαμοῦ ἐνταῦθα ὁ Ἀβραὰμ οὔτε ὁ τούτου παῖς οὐδὲ ὁ ἐκείνου οὐδὲ ὁ λαχὼν αὐτοὺς κόλπος, ἀλλ' ἀξία πολλῷ μείζων ἐκείνης· τοὺς γὰρ ἐκείνων οὗτοι καθεδοῦνται κρινοῦντες ἐγγόνους. Οὐ ταύτῃ δὲ μόνον ἡ διαφορὰ δήλη ἀλλ' ὅτι ὧν μὲν ὁ Ἀβραὰμ ἔτυχε πολλοὶ τεύξονται. «Πολλοὶ» γὰρ «ἐλεύσονται», φησίν, «ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ»· τῶν δὲ θρόνων ἐκείνωνοὐδεὶς ἕτερος ἐπιλήψεται ἀλλὰ μόνος ὁ τῶν ἁγίων τούτων χορός. Ἔτ' οὖν, εἰπέ μοι, ποιμνίων μέμνησθε καὶ βουκολίων καὶ γάμων καὶ παίδων; Τί οὖν, φησίν, ὅταν τῶν παρθενευσάντων πολλοὶ μετὰ τοὺς πολλοὺς ἱδρῶτας εὔχωνται χωρῆσαι ἐκεῖ; Ἐγὼ δὲ τούτου μεῖζον ἐρῶ ὅτι πολλοὶ τῶν παρθενευσάντων οὐδὲ ἐκείνων ἐπιτεύξονται τῶν κόλπων οὐδὲ τῶν ἐλαττόνων ἀλλ' εἰς τὴν γέενναν αὐτὴν ἀπελεύσονται, καὶ δηλοῦσιν αἱ τοῦ νυμφῶνος ἀποκλεισθεῖσαι παρθένοι. Ἆρ' οὖν παρὰ τοῦτο τῆς παρθενίας ἴσος ὁ γάμος ἢ καὶ χείρων; Τὸ γὰρ ὑπόδειγμα τὸ σὸν καὶ χείρονα αὐτὴν ποιεῖ. Εἰ γὰρ ὁ μὲν γεγαμηκὼς Ἀβραὰμ ἐν ἀνέσει καὶ τρυφῇ, οἱ δὲ παρθενεύσαντες ἐν γεέννῃ, τοῦτο ὑπολείπεται κατὰ τὸν ὑμέτερον ὑποπτεῦσαι λόγον. Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστι· οὐ γὰρ μόνον οὐκ ἐλάττων ἀλλὰ καὶ πολλῷ βελτίων ἡ παρθενία τοῦ γάμου. Πῶς; Ὅτι οὔτε τὸν Ἀβραὰμ ὁ γάμος τοιοῦτον ἐποίησεν οὔτε ἡ παρθενία τὰς ἀθλίας ἐκείνας ἀπώλεσεν, ἀλλὰ καὶ τὸν πατριάρχην ἡ λοιπὴ τῆς ψυχῆς ἀρετὴ λαμπρὸν ἀπέδειξε καὶ ταύτας ἡ λοιπὴ κακία τοῦ βίου τῷ πυρὶ παρέδωκεν. Ἐκεῖνος μὲν γὰρ καὶ ἐν γάμῳ ζῶν ἐσπούδασε τὰ τῆς παρθενίας κατορθῶσαι καλά, τὸ εὔσχημον λέγω καὶ εὐπρόσεδρον. Αὗται δὲ καὶ παρθενίαν ἑλόμεναι εἰς τὸν τοῦ βίου κλύδωνα καὶ τὰς ἐν τῷ γάμῳ πραγματείας κατέπεσον. Τί οὖν κωλύει, φησί, καὶ νῦν μετὰ τοῦ γάμου καὶ τῶν παίδων καὶ τῶν χρημάτων καὶ τῶν ἄλλων ἁπάντων τὸ εὐπρόσεδρον διασῶσαι; Πρῶτον μὲν ὅτι οὐδεὶς κατὰ τὸν Ἀβραὰμ νῦν, ἀλλ' οὐδὲ κατὰ μικρὸν ἐγγύς. Καὶ γὰρ τῶν ἀκτημοσύνην ἀσκούντων μᾶλλον ἐκεῖνος χρημάτων κατεφρόνησε πλουτῶν καὶ γυναῖκα ἔχων καὶ ἡδονῆς μᾶλλον τῶν παρθενευόντων ἐκράτει. Οὗτοι μὲν γὰρ καθ' ἑκάστην ὑπὸ τῆς ἐπιθυμίας φλέγονται τὴν ἡμέραν· ἐκεῖνος δὲ οὕτω ταύτην κατεσβέκει τὴν φλόγα καὶ οὐδεμιᾷ συνεδέδετο προσπαθείᾳ, ὡς μὴ μόνον ἀποσχέσθαι τῆς παλλακίδος ἀλλὰ καὶ ἐκβαλεῖν αὐτὴν τῆς οἰκίας ὑπὲρ τοῦ μάχης καὶ στάσεως πᾶσαν ὑπόθεσιν ἀνελεῖν. Νῦν δὲ οὐ σφόδρα εὔκολον τοῦτο εὑρεῖν.