Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De virginitate
John ChrysostomVirg 9 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
9.1
Ὅτι παραινεῖν παρθενεύειν οὐχὶ κωλύοντός ἐστι γαμεῖν. Σὺ δέ, φησίν, οὐ κωλύεις; Ἄπαγε· μή ποτε τὰ αὐτά σοι μανείην. Πῶς οὖν, φησί, παρακαλεῖς μὴ γαμεῖν; Ὅτι πείθομαι πολλῷ τιμιωτέραν εἶναι τοῦ γάμου τὴν παρθενίαν· οὐ μὴν διὰ τοῦτο ἐν τοῖς πονηροῖς τὸν γάμον τίθεμαι, ἀλλὰ καὶ λίαν αὐτὸν ἐπαινῶ. Λιμὴν γάρ ἐστι σωφροσύνης τοῖς βουλομένοις αὐτῷ χρῆσθαι καλῶς, οὐκ ἀφιεὶς ἀγριαίνειν τὴν φύσιν. Ἀντὶ γὰρ προβόλων προστήσας τὴν ἔννομον μίξιν καὶ ταύτῃ τὰ τῆς ἐπιθυμίας δεχόμενος κύματα ἐν γαλήνῃ πολλῇ καθίστησιν ἡμᾶς καὶ διατηρεῖ. Ἀλλ' εἰσί τινες οἱ μὴ δεόμενοι ταύτης τῆς ἀσφαλείας ἀλλ' ἀντὶ ταύτης νηστείαις, ἀγρυπνίαις, χαμευνίαις, τῇ λοιπῇ σκληραγωγίᾳ τιθασσεύουσι τὴν τῆς φύσεως μανίαν. Τούτοις παραινῶ μὴ γαμεῖν, οὐ κωλύων γαμεῖν. Πολὺ δὲ τούτου κἀκείνου τὸ μέσον, καὶ τοσοῦτον ὅσον ἀνάγκης καὶ προαιρέσεως τὸ διάφορον. Ὁ μὲν γὰρ συμβουλεύων ἀφίησι τὸν ἀκούοντα κύριον εἶναι τῆς τῶν πραγμάτων αἱρέσεως ὑπὲρ ὧν ποιεῖται τὴν συμβουλήν· ὁ δὲ κωλύων παραιρεῖται ταύτης τῆς ἐξουσίας αὐτόν. Πρὸς τούτοις ἐγὼ μὲν παραινῶν οὐ κακίζω τὸ πρᾶγμα οὐδὲ τοῦ μὴ πεισθέντος κατηγορῶ. Σὺ δὲ διαβάλλων αὐτὸ καὶ φαῦλον εἶναι λέγων καὶ τὴν τοῦ νομοθετοῦντος ἀλλ' οὐ τὴν τοῦ συμβουλεύοντος τάξιν ἁρπάζων, εἰκότως τοὺς μὴ πειθομένους μισεῖς. Ἀλλ' οὐκ ἐγώ, ἀλλὰ θαυμάζω μὲν τοὺς εἰς τοῦτον ἀπογραψαμένους τὸν ἀγῶνα, οὐ κατηγορῶ δὲ τῶν ἔξω τῆς ἀθλήσεως μενόντων. Κατηγορία γὰρ τότε ἂν γένοιτο δικαίως ὅταν τις πρὸς τὸ ὡμολογημένον ῥέψῃ κακόν. Ὁ δὲ τὸ ἔλαττον μὲν ἔχων ἀγαθόν, τοῦ μείζονος δὲ οὐκ ἐφικνούμενος τοῦ μὲν ἐπαινεῖσθαι μετ' ἐκείνου καὶ θαυμάζεσθαι ἀπεστέρηται, κατηγορεῖσθαι δὲ οὐκ ἂν εἴη δίκαιος. Πῶς οὖν κωλύω γαμεῖν τῶν γαμούντων μὴ κατηγορῶν; Πορνεύειν κωλύω καὶ μοιχεύειν, γαμεῖν δὲ οὐδέποτε. Καὶ τοὺς μὲν ἐκεῖνα τολμῶντας κολάζω καὶ τοῦ πληρώματος ἀπελαύνω τῆς ἐκκλησίας, τοὺς δὲ τοῦτο ποιοῦντας, εἰ σωφρονοῦσι, καὶ ἐπαινῶν διατελῶ. Οὕτω γὰρ δύο γίνεται τὰ κέρδη· ἓν μὲν τὸ μὴ διαβάλλειν τὴν τοῦ Θεοῦ δημιουργίαν, δεύτερον δὲ τὸ μὴ καθαιρεῖν τὸ τῆς παρθενίας ἀξίωμα ἀλλὰ πολλῷ σεμνοτέραν ἀποφαίνειν αὐτήν.

Intertext edge

Open linked passage

Note