Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistula ad Antiochum
John ChrysostomAnti 1 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
Epistula ad Antiochum Τοῦ αὐτοῦ πρὸς Ἀντίοχον ἐπιστολὴ Ἔδει μὲν τὴν ὑμετέραν εὐλάβειαν μὴ τοῖς ῥήμασι τῶν εἰρηκότων παρατρέπεσθαι τὴν διάνοιαν, ἀλλ' ἐν τῷ πλήθει τοῦ ψεύδους μετὰ πολλῆς σκέψεως ἀνιχνεῦσαι τὴν ἀλήθειαν. Εἰ γὰρ ἅπαντα τὰ θρυλούμενα ἀληθῆ, κινδυνεύσειαν ἂν ἅπαντες. Εἰ δὲ κρίσει καὶ νόμοις ἀνιχνεύεται τὰ λανθάνοντα, κριτήριον ἂν ἔγωγε παρ' ὑμῶν ἐπεζήτησα, εἰ μή τις ἕτερα αὖθις ὅπλα συκοφαντίας μοι ἐπιπνεύσει. Δέδοικα γάρ, δέδοικα λοιπὸν τὰς σκιὰς καὶ τὰ φαντάσματα, ἐπειδὴ αὐτοὶ ἐδικαιώσατε οὕτως. Οἱ φίλοι τὴν φιλίαν ἠρνήσαντο, οἱ πλησίον ὄντες πόρρωθεν ἔστησαν καὶ πόρρωθεν ὄντες τὰ βέλη τῆς συκοφαντίας ἀποτοξεύουσιν, ἐν μέσῳ δὲ τοῦ λιμένος ὄντα ναυά- γιον ὑπομεῖναι ἐποιήσατε. Ἀλλ', εἰ καὶ τῆς πόλεως ἐκβάλλομαι καὶ τῆς ἐκκλησίας ἀπείργομαι, πείθομαι πρὸς πᾶσαν ἀποδύσασθαι τιμωρίαν· κέκριται γάρ μοι φιλοσοφεῖν καὶ φέρειν γενναίως τὰ δυσχερῆ. Οἶδα γάρ, οἶδα σαφῶς, τὴν ἐρημίαν ἐννομωτέραν εἶναι τῆς πόλεως καὶ τὰ θηρία τοῦ ἀγροῦ τῶν φίλων ἡμερώτερα.

Intertext edge

Open linked passage

Note