Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae ad Olympiadem
John ChrysostomOlym 3 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1.1
Ὅταν ἴδω δήμους ἀνδρῶν καὶ γυναικῶν κατὰ τὰς ὁδούς, κατὰ τοὺς σταθμούς, κατὰ τὰς πόλεις ἐκχεομένους καὶ ὁρῶντας ἡμᾶς καὶ δακρύοντας, ἐννοῶ ἐν τίσι τὰ ὑμέτερα. Εἰ γὰρ οὗτοι νῦν πρῶτον ἡμᾶς ἑωρακότες οὕτω κατακλῶνται ὑπὸ τῆς ἀθυμίας ὡς μηδὲ ἀνενεγκεῖν ῥᾳδίως, ἀλλὰ ἱκετευόντων ἡμῶν καὶ παρακαλούντων καὶ συμβουλευόντων, θερμοτέρους ἤφιον δακρύων κρουνούς, εὔδηλον ὅτι παρ' ὑμῖν σφοδρότερος ὁ χειμών. Ἀλλ' ὅσῳ σφοδρότερος ὁ χειμών, τοσούτῳ καὶ μείζονα τὰ βραβεῖα, εἰ διηνεκῶς αὐτὸν εὐχαρίστως ἐνέγκοιτε καὶ μετὰ τῆς προσηκούσης ἀνδρείας, ὥσπερ οὖν καὶ φέρετε. Ἐπεὶ καὶ κυβερνῆται ἀνέμου σφοδροῦ πνέοντος, ἂν μὲν πέρα τοῦ μέτρου τὰ ἱστία ἀναπετάσωσιν, περιτρέπουσι τὸ σκάφος· ἂν δὲ συμμέτρως καὶ ὡς προσῆκεν, ἰθύνουσιν αὐτὸ μετὰ ἀσφαλείας πολλῆς. Ταῦτ' οὖν εἰδυῖα, δέσποινά μου θεοφιλεστάτη, μὴ ἐκδῷς σεαυτὴν τῇ τῆς ἀθυμίας τυραννίδι, ἀλλὰ κράτει τῷ λογισμῷ τοῦ χειμῶνος· δύνασαι γάρ, καὶ οὐ μεῖζόν σου τῆς τέχνης τὸ κλυδώνιον· καὶ πέμπε γράμματα ἡμῖν τοῦτο ἀπαγγέλλοντα ἵνα καὶ ἐν ἀλλοτρίᾳ διατρίβοντες πολλὴν καρπωσώμεθα τὴν εὐφροσύνην, μαθόντες ὅτι μετὰ τῆς προσηκούσης σοι συνέσεως καὶ φιλοσοφίας ἤνεγκας τὴν ἀθυμίαν ταύτην. Ταῦτα ἐγγὺς Καισαρείας λοιπὸν ἐλθὼν ἐπέσταλκά σου τῇ τιμιότητι.

Intertext edge

Open linked passage

Note