Epitimia lxxiii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
11.1
Ὁ πεσὼν εἰς μαλακίαν μὴ κοινωνείτω ἕως ἡμερῶν νʹ, ξηροφαγῶν, μετανοίας μʹ. 12 Ὁ πίπτων εἰς τὴν ἑαυτοῦ συντέκνισσαν βαπτιστὴν, ἔστω ἀκοινώνητος ἔτη ιβʹ, μετανοίας σʹ. 13 Ὁ πεσὼν εἰς ἀνδρόγυνον, εἴτε ἀνὴρ εἴη, εἴτε γυνὴ, ἔχει ἐπιτίμιον ἔτη ζʹ, ἀκοινώνητος, μετανοίας σʹ. 14 Ἐάν τις πέσῃ μετὰ τῆς μητρὸς αὐτοῦ, ἔχει ἐπιτίμιον ἔτη ιδʹ, ἀκοινώνητος, μετανοίας τʹ, ξηροφαγῶν. 15 Ἐὰν ἀποθάνῃ παιδίον ἀβάπτιστον μέσον τῶν γονέων αὐτοῦ ἡμερῶν ιβʹ ἢ καὶ πλεῖον, ἔχουσιν ἐπιτίμιον ἔτη βʹ· εἰ δὲ βεβαπτισμένος ἐστὶ, ἡμερῶν μʹ, ἔχουσιν ἐπιτίμιον ἔτη γʹ, ὡς καταφρονοῦντες. 16 Ἐὰν ἀποθάνῃ βρέφος ἀβάπτιστον πλήσιον τῶν γονέων αὐτοῦ ἔσωθεν τῶν ζʹ ἡμερῶν, ἔχουσιν ἐπιτίμιον οἱ γονεῖς αὐτοῦ ἡμέρας μʹ, μετανοίας ιβʹ πρωῒ καὶ βραδὺ, νηστεύοντες δευτέραν, τετράδα καὶ παρασκευὴν, ξηροφαγοῦντες ἄρτον μόνον καὶ ὕδωρ. 17 Γυνὴ θηλάζουσα ἑαυτῆς βρέφος, καταφρονήσασα τοῦ οἰκονομῆσαι αὐτὸ, εὑρέθη δὲ τὸ βρέφος αὐτῆς νεκύων, εἴ ἐστι ἀβάπτιστος ὢν ἡμερῶν μʹ, ἔχει ἐπιτίμιον χρόνον αʹ· εἰ δὲ κεῖται παρεκτὸς καὶ ἀποθανεῖ, ἐπιτιμάσθω ἡμέρας νʹ. 18 Ἐὰν γυνὴ εἰς μαλακίαν ἑαυτὴν ἐκδώσασα ταῖς ἰδίαις χερσὶν, ἔστω ἀκοινώνητος ἔτη ʹ, ἀφοριζέσθω αὐτὴ, καθ' ἡμέραν μετανοίας ρνʹ. 19 Εἴ τις γυνὴ λάβῃ ζύμην, καὶ ἀποσφουγγίζει τὸ σῶμα αὐτῆς, ἔστω ἀκοινώνητος ἔτη ζʹ, μετανοίας σʹ. 20 Γυνὴ ἡ συμμιγεῖσα μετὰ ἀνδρὸς ἀπίστου καὶ ἀλλοφύλου, ἐπιτιμάσθω ἔτη ζʹ ἀκοινώνητος, ἀφοριζέσθω αὐτὴ καὶ ἐχομένη μετανοίας ρʹ.