Epitimia lxxiii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
51.1
Ἐάν τις μιανθῇ τὴν ἁγίαν τεσσαρακοστὴν, νηστεύει ἀπὸ τοῦ πάσχα μέχρι τῆς πεντηκοστῆς· χρὴ δὲ διαλύειν τὴν μεγάλην κυριακήν. 52 Ἐάν τις ἀδελφὸν ἀποστρέψῃ ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας διὰ τὴν πανουργίαν αὐτοῦ, ἐπιτιμάσθω ἡμέρας μʹ, μετανοίας νʹ, ξηροφαγῶν. 53 Ἐάν τις [εὑρεθῇ] ἀργολογῶν καὶ γελιάζων, ἐπιτιμάσθω ἡμέρας βʹ, μετανοίας νʹ, ξηροφαγῶν. 54 Ὁ κενοδοξῶν τινα χριστιανὸν, ἐχθρὸς γίνεται τοῦ Θεοῦ. 55 Ὁ κανόναρχος, ἐὰν ἀμελῶς στιχολογῇ, καὶ τὴν ἁρμόζουσαν τῷ Θεῷ ἀκολουθίαν διὰ τὴν αὐτοῦ ῥᾳθυμίαν ἐκκόπτει, ξηροφαγείτω ἡμέρας εʹ, μετανοίας νʹ. 56 Ὁ αὐτὸς ἐὰν ἀμελῶς κατακεῖται μετὰ τὴν ὥραν τοῦ σημαντῆρος, καὶ τὰς βίβλους αὐτοῦ μὴ ἐπιμελούμενος, καὶ τὰς μνείας τῶν ἁγίων μὴ ἐρευνῶν, ξηροφαγείτω ἡμέρας νʹ. 57 Ὁ μάγειρος, ἐὰν ἀμελῇ τὴν διακονίαν αὐτοῦ καὶ οὐ μετὰ φόβου καὶ πίστεως ποιῇ ἑψένεσθαι πάντων καλῶς, μὴ ὀφείλει πιεῖν αὐτὸν οἶνον. 58 Ὁ αὐτὸς πάλιν ἐὰν μὴ σκεπάζῃ τὰ ἀγγεῖα αὐτοῦ μετὰ σπαστρίας, ἢ ἄπλητα ἀφήσει αὐτὰ, ἐπιτιμάσθω ἡμέρας γʹ, ξηροφαγῶν. 59 Ὁ καθεζόμενος ἐν τραπέζῃ καὶ γελιάζων ἢ τὰ βρώματα παρατιθέμενα ψέγων, ἐκδιωχθήτω τῆς τραπέζης, ἐπιτιμάσθω δὲ αὐτὸς καὶ ψάλλειν τὸν νʹ, καὶ στήτω τῇ τραπέζῃ, καὶ ποιείτω μετανοίας νʹ. 60 Ὁ ἀποστέλλων ἢ ὁ δεχόμενος λάθρα τοῦ ἡγουμένου τὶ οἷον δήποτε, ξηροφαγείτω ἡμέρας γʹ.