Epitimia lxxiii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
61.1
Ὁ μὴ ἐξαγγέλλων τὰς πράξεις αὐτοῦ καὶ λογισμοὺς τῷ πνευματικῷ πατρὶ αὐτοῦ ἢ τῷ ἡγουμένῳ, ἐπιτιμάσθω ἡμέρας ιεʹ, ξηροφαγῶν. 62 Ὁ ἐν καιρῷ διδασκαλίας κοινῆς καὶ νουθεσίας πνευματικῆς καταλιμπανόμενος ἐξ ἀμελείας, ξηροφαγείτω ἡμέρας εʹ. 63 Ὁ γευόμενος οἵας δήποτε ἐφ' ὥρας χωρὶς εὐλογίας τοῦ προεστῶτος, ἐπιτιμάσθω ἡμέρας ιεʹ, μὴ πιεῖν οἶνον. 64 Ὁ ἔχων τὸ ἴδιον πρᾶγμα παρὰ τοῦ πατρὸς αὐτοῦ πνευματικοῦ, ἀρθήτω ἀπ' αὐτοῦ καὶ ἐπιτιμάσθω ἡμέρας μʹ. 65 Ὁ μὴ ἐργαζόμενος μὴ ἐσθιέτω κατὰ τὸν θεῖον Ἀπόστολον· ἐὰν μετρίως ἐργάζηται, μετρίως καὶ ἐσθιέτω. 66 Ὁ ἀμέτρως ἐσθίων καὶ πίνων, τῷ Κυρίῳ οὐ δουλεύει, ἀλλὰ τὴν ἑαυτοῦ κοιλίαν θεοποιεῖται. 67 Εἴ τις ἐπίσκοπος ἀγωνίζεται ὑπὲρ τοῦ βίου καὶ ἀμελεῖ τὸν ναὸν τοῦ Θεοῦ, ἔστω ὡς αἱρετικὸς, καθὼς καὶ ὁ Κύριος λέγει· «Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν.» 68 Εἴ τις πρεσβύτερος πέσει εἰς πορνείαν, καθαιρείσθω ἀπρόκοπος· τῶν δὲ ἐπιτιμιῶν συμπαθείτω κατὰ τὸν λόγον τοῦ Κυρίου· «Οὐ γὰρ ἐκδικήσεις δὶς ἐπὶ τὸ αὐτό.» 69 Εἴ τις διάκονος πορνεύσει, καθαιρείσθω, καὶ ἀναγνώστου τόπον ἐχέτω. 70 Ὁμοίως καὶ ὁ ἱερεὺς καὶ τῷ αὐτῷ ἐπιτιμίῳ συμπαθείτω. 72 Εἴ τις διάκονος ἢ ἱερέως γυνὴ παραπέσει, καθαιρείσθωσαν αὐτοὶ, καὶ ἀπρόκοποι μενέτωσαν· ὁμοίως καὶ ἀναγνώστου· ἀπὸ δὲ τῶν ἐπιτιμίων συμπαθείσθωσαν, μεταλαμβάνοντες ἀκωλύτως, ἐὰν φυλάξωσιν ἑαυτούς. 73 Εἴ τις ἐπίσκοπος διὰ χρημάτων τῆς ἀξίας ταύτης περικρατὴς γενέσθαι, ἢ πρεσβύτερος ἢ διάκονος, καθαιρείσθωσαν ἀμφότεροι· στερηθήτωσαν καὶ τῆς ἐκκλησίας, ὡς ὁ Σιμὼν ὁ μάγος ὑπὸ τοῦ Πέτρου.