Fragmenta in Jeremiam
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
12.1
Δίκαιος εἶ, Κύριε. Κοινότερον μὲν καὶ αὐτὸς ταῦτα διαπορεῖ. Οὐ περὶ τὴν τοῦ πράγματος φύσιν ἰλιγγιᾷ, ἀλλὰ περὶ τὸν τρόπον, καὶ φησίν· Οἴδαμεν γὰρ ὅτι δίκαιος εἶ, πλὴν τὸν τρόπον τῆς δικαιοσύνης οὐχ εὑρίσκω. Ὥσπερ ἂν εἴ τις οἰκοδόμον, ἢ κατασκάπτοντα ἴσ. εἶτα κατασ. οἰκίαν βλέπων λέγοι· Οἴδαμεν ὅτι οἰκοδόμος εἶ, ἀλλ' οὐχ ὁρῶ τὸν τρόπον τῆς οἰκοδομῆς ἄλλ. οἰκοδομίας. Διὰ γὰρ τοῦτό φησι, καὶ σοὶ ἐντυγχάνω. Καὶ μετ' ὀλίγα· Οὔτε σοῦ τις καταγνώσεται ὡς ἀδίκου, οὔτε ἐμοῦ τις καταγνώσεται, ὡς ἀλόγως ζητοῦντος. Ὅτι ἀπολογήσομαι πρὸς σέ. Τουτέστι γνούς σε δίκαιον, ἐξ ὧν ἐδίδαξάς με τὰ κεκριμένα. Ἀπολογοῦμαι ὑπὲρ οὗ σε ἱκέτευσα. Πλὴν κρίματα λαλήσω πρὸς σέ. Τὸ ἐναντίον, φησὶ, νῦν δικαιολογήσομαι πρὸς σὲ, ὦ Δεσπότα, ἐπισπεύδων τῶν πονηρῶν τὴν δίκην. Τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται; Ταῦτα πάντα περὶ τῶν ἐν ἁμαρτίαις ἔτι ἐνστρεφομένων λέγει. Ἀλλὰ τότε μὲν ἐπὶ τούτοις ἀλύει, νῦν δὲ οὐκέτι. Τοῦτο γοῦν καὶ Δαυΐδ φησι· τοῦτο καὶ Ἰώβ· ἀλλ' ὅρα πότε. Ὅταν αὐτῶν ἐθορυβήθη ἡ διάνοια. Ὥστε τὰ ἐκ τεθορυβημένης διανοίας, οὐδεῖ ὡς δόγματα ἔχειν. Καὶ γὰρ ἐκεῖνος ὅτε ὠνειδίζετο παρὰ τῶν φίλων· καὶ οὗτος ὅτε δεινὰ ἔπασχεν παρὰ τῶν εὐπαθούντων· καὶ Δαυῒδ, ὅτε ἐν πολλῇ ἀθυμίᾳ ἦν, φησίν· Ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου, Ἀπέῤῥιμμαι ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου. Ἀλλὰ καὶ ἐν τῇ ἐκστάσει μου εἶπα· Πᾶς ἄνθρωπος ψεύστης. Καὶ πάλιν· Ἐγὼ εἶπα ἐν τῇ εὐθηνίᾳ μου, Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. Ὥστε ἴσ. ὡς πᾶς τῶν πασχόντων οἱ λογισμοὶ αὐτῶν, οὐδὲ οὕτως ἴσ. οὐδὲ ὅλως ἀνέχονται τῆς τιμωρίας τῶν ἐχθρῶν, ἀλλὰ καὶ κατεπείγουσιν αὐτήν. Καὶ πάλιν· Τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται; καὶ μὴν τοῖς δικαίοις τοῦτο ἐπηγγέλη· ὡς ὅταν λέγῃ ἀλλαχοῦ περὶ τοῦ δικαίου· Καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται. Διατί ὁδὸς ἀσεβῶν· ἐνταῦθα τὴν αἰτίαν βούλεται μαθεῖν. Εὐθήνησαν πάντες οἱ ἀθετοῦντες· τὸ μεῖζον ἄπορον, ὅτι πάντες πάσχουσιν αὐτὸ, καὶ οἱ Ἰουδαῖοι. Ἀλλ' οὐχ οὕτως, ἀλλὰ μετὰ κακίας, ὡς ὅταν λέγωσι· Πᾶς ὁ ποιῶν τὸ πονηρὸν, καλὸν ἐνώπιον Κυρίου, καὶ ἐν αὐτοῖς εὐδόκησεν. Εἶδες, ὅτι κἂν μὴ πάσχῃ δίκαιός τι πάθος ἰδὼν ἕτερον πάσχοντα, ὡς καὶ αὐτὸς πάσχων ἀθυμεῖ; τοῦτο ἠπόρουν. Τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦσαι; Περὶ τῶν παρανόμων τοῦ λαοῦ λέγει· γνοὺς γὰρ τὴν κατ' αὐτοῦ συσκευὴν, κατεύχεται αὐτῶν, ἐπείγων τὴν κατ' αὐτῶν τιμωρίαν. Ἐφύτευσας αὐτοὺς, καὶ ἐῤῥιζώθησαν. Ἀκούεις πάντων εὐθέως, καὶ τῶν εὐχῶν αὐτῶν, μάστιγα δὲ οὐκ ἐπάγεις. Ἐν πόνῳ γὰρ ἀνθρώπων οὐκ εἰσὶ, φησὶν ὁ Δαυΐδ, καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται. Ὁ δὲ Ἰὼβ ἑτέρως· Διατί ἀσεβεῖς ζῶσι; πεπαλαίωνται δὲ ἐν πλούτῳ. Ἀλλ' ἄξιον ἐντεῦθεν ζητῆσαι, τίνος ἕνεκεν ταῦτα ἐγίνετο. Τανῦν μὲν γὰρ εἰκότως, ἅτε τῆς ἀναστάσεως ὀφειλούσης γενέσθαι δήλης ἴσ. δῆλον. Τότε δὲ τίς ἦν παραμυθία, τῶν φαύλων εὐθυνουμένων; Καὶ πάντες τὰ αὐτὰ λέγουσιν; Τίνος ἕνεκεν ὁ μὲν φησὶν, Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον· καὶ ἐπαιρόμενον, ὡς τὰς κέδρους τοῦ Λιβάνου, καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν μὲν οὗτος. Τοὐναντίον φησίν· Ἐφύτευσεν αὐτοὺς καὶ ἐῤῥιζώθησαν; καὶ ὁ Ἰώβ· Ἡ βοῦς αὐτῶν οὐκ ὠμοτόκησε. Πῶς παρῆλθες, καὶ ἰδοὺ οὐκ ἦν; Ἐγένετο καὶ ταῦτα· τὴν ἀθρόαν αὐτοῦ λέγει ἀναίρεσιν, ὅτι αὐτοὺς μάλιστα εὐκόλως ἀνεῖλεν ὁ Θεὸς, ἀλλ' οὐ κατὰ μικρὸν, οἷον ἐπὶ τοῦ Ἀσσυρίου. Οὕτω ταχέως ἐστράφην, καὶ οὐχ εὗρον αὐτόν. Καὶ σὺ, Κύριε, γινώσκεις με, δεδοκίμακας τὴν καρδίαν μου. Ὅταν τις τῆς οἰκείας ἀρετῆς μάρτυρα τὸν Θεὸν φέρῃ, τούτου τί ἂν γένοιτο ἴσον; Ὥστε ἡ ἀπορία διπλῆ, καὶ ἑκατέρωθεν τοῦ εὐπραγεῖν ἐκείνους, καὶ τούτους ἐν δυσπραγίᾳ εἶναι· καί τοι καὶ εἰ ἐξ ἑνὸς μέρους ἦν, καὶ ὁ ἀγαθὸς διαπορεῖν Aliquid deesse videtur. F. καὶ ὁ ἀγαθὸς ἐδυστύχει, διαπο. ἔδει· νῦν δὲ ἐκ τοῦ ἐναντίου τί ἄν τις εἴποι; μᾶλλον δὲοὐκ ἀπορεῖν χρή. Οὐ γὰρ ἁπλῶς, οὐδὲ συντυχίᾳ τινὶ γίνεται· οὐ γὰρ ἂν οὕτως ἦν. Ἀλλ' εἴπωμεν τίνος ἕνεκεν τὸ παλαιὸν οἱ ἀσεβεῖς εὐθήνουν· ἐμοὶ δοκεῖ, ἵνα μὴ ἀνάγκης ἴσ. ἵνα μή τις εἶποι ἀνάγκης εἶναι τὴν ἀρετήν· ἢ ὥστε καὶ τοὺς ἁμαρτάνοντας ἐπιγνῶναι τοῦ Θεοῦ τὴν δύναμιν, ὅτι Ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Ἅγνισον αὐτοὺς εἰς ἡμέραν σφαγῆς. Ὁρᾷς, ὅτι τοῦτο ἐπεθύμει ὑφ' ἓν ἀναιρεθῆναι ἅπαντας; Φονικὴ, φησὶν, ἡ προαίρεσις· μὴ γένοιτο. Ὅτε γὰρ ἤκουσε τοῦ Θεοῦ, ὅτε ἐκωλύθη εὔχεσθαι ὑπὲρ αὐτῶν, τότε αὐτὰ, φησὶν, ὁρᾷ, καὶ τὸν καιρὸν ἀναμένει. Ἕως πότε πενθήσει ἡ γῆ, καὶ πᾶς ὁ χόρτος τοῦ ἀγροῦ ξηρανθήσεται. Πολλὴ ἡ κακία, καὶ αὐτῆς ἥψατο τῆς γῆς. Ὁρᾷς, πόθεν λιμοί. Ἀπὸ κακίας τῶν κατοικούντων. Τίνος ἕνεκεν ἐκεῖνα καταρᾶται ἀεί; Διὰ τούτους γεγόνασιν, οὐκοῦν διὰ τούτους ἀναιρεθήσονται. Σοῦ οἱ πόδες τρέχουσι, καὶ ἐκλύουσί σε πῶς. Πολλὴ ἀσάφεια. Ἀκύλας, ἕτερός φησιν ἑρμηνευτής· Συνδραμεῖται, ἔδραμες καὶ ἐμόχθησέ σε. Ὃ λέγει τοιοῦτον ἐστιν· Εἶδε κατεπείγοντα αὐτὸν καὶ ἐπειγόμενον, καὶ οὐκ ἀνεχόμενον οὐδὲ τῆς προθεσμίας. Ὅρα τοίνυν πῶς ἐπιπλήττει αὐτῷ. Οὐδὲν οὔπω πέπονθας, καὶ τοιαῦτα λαλεῖς; οὕτω θορυβῇ; τί οὖν ποιήσεις ἐν τοῖς μεγάλοις; εἰ μετὰ πεζοῦ δραμεῖν οὐκ ἠδυνήθης, πῶς μετὰ ἱππέων, φησί; Πῶς τοὺς μείζους οἴσεις; Ἢ πάλιν· Εἰ τοὺς οἰκείους οὐκ ἤνεγκας, πῶς τοὺς πολεμίους οἴσεις; ἐνταῦθα θλίβῃ; τί οὖν ποιήσεις ὅταν ἴδῃς τὰ δεινά; Ἢ πάλιν ἑτέρως· Πρὸς ταύτην μου τὴν οἰκονομίαν ἰλιγγιᾷς; τί ἂν τὰς ἀποῤῥητοτέρας μάθῃς. Ὅτι καὶ οἱ ἀδελφοί σου... Καὶ οὗτοι ἠθέτησάν σε. Πῶς οὖν οἱ ἀδελφοί σου ἐβόησαν ὀπίσω σου; Οὐκ εἰδότος σου, φησὶ, μεγάλα κατὰ σοῦ φθέγξονται· καὶ τὸ δεινὸν λαλήσουσι πρὸς σὲ κακά. Ὁρᾷς πῶς ῥυθμίζεται ὁ προφήτης, πῶς μανθάνει φιλοσοφίαν, δι' ἔργων, διὰ λόγων εἰς ἀνδρίαν ἐναγόμενος; Πῶς παρασκευάσῃ ἐφ' ἵπποις καὶ ἐν γῇ εἰρήνης; Τινὲς ὡς πρὸς τὸν λαὸν εἰρημένα ταῦτα ἐξέλαβον, τουτέστιν· εἰ πρὸς τοὺς περιοίκους μαχόμενοι, οὐ μὴ ἐδυνήθητε πεζοῖς οὖσιν ἀντιστῆναι, τί ποιήσετε διωκόμενοι ὑπὸ ἱππέων; Οὐ ταύτην δὲ σώζεσθαι τὴν διάνοιαν νομίζω. Ἀλλ' ἐπειδὴ τὴν κατ' αὐτοῦ κακίαν ἐγνωκὼς ὁ προφήτης ἐπηράσατο αὐτοῖς, ἐπισπεύδων τὴν κατ' αὐτῶν τιμωρίαν, φησὶ, σπεύδων αὐτοὺς ἀναιρεθῆναι. Γνοὺς τὴν κατ' αὐτοῦ συσκευὴν, καὶ ταῦτα ἐν εἰρήνῃ ὢν, οὐχ ὑπὸ πολεμίων ἐλαυνόμενος. Τί ποιήσουσιν οὗτοι τῶν πολεμίωνἐπιστάντων, ἡνίκα οὐδὲ φυγῆς ἔχουσι καιρὸν τάχιστα τῶν ἵππων αὐτοὺς ἐπιφθανόντων; Σὺ πέποιθας, πῶς ποιήσεις ἐν φρυάγματι τοῦ Ἰορδάνου; Τουτέστι σὺ οἶδας, ὅτι οὐδὲν πείσῃ παρ' αὐτοῦ. Τί ποιήσουσιν οὗτοι καθάπερ ποταμὸν κατ' αὐτῶν ὁρῶντες φερόμενον τὸν πολέμιον; Πῶς οὖν ὡς ἀνήκεστα παρ' αὐτῶν πεπονθὼς ἐπηράσω αὐτοῖς κακά; Τουτέστι καὶ ταῦτα αὐτοῖς, ἀντὶ τοῦ, τὰ κακὰ, ἐπεύχῃ, συσκευὴν ἀκούσας κατὰ σοῦ. Ἀδελφοὺς γὰρ καὶ οἰκείους τοῦ πατρὸς τοὺς ὁμογενεῖς λέγει, τουτέστι τοὺς Ἰσραηλίτας. Ἐπισυνήχθησάν σοι, μὴ πιστεύσῃς αὐτοῖς, ὅτι λαλοῦσι πρὸς σὲ καλά. Ταῦτά φησιν· Οὐ τῆς σῆς ἀσφαλείας μὴ προνοῶ· βούλομαι γάρ σε μηδὲν πιστεῦσαι αὐτοῖς· ἀλλὰ θέλων ἐκείνους δι' ἀνεξικακίας μεταβαλεῖν ἐπὶ τὸ κρεῖττον. Ἐκ τῶν ὀπίσω σου ἐπισυνήχθησαν· μὴ πιστεύσῃς ἐν αὐτοῖς. Πολλοὶ ὡς εἰκὸς ἐκ τῶν δώδεκα φυλῶν ἁλουσῶν ἤδη συνεστρατεύοντο τοῖς πολεμίοις. Μὴ οὖν πιστεύσῃς αὐτοῖς, ὅταν λαλήσωσι πρὸς σὲ καλά. Οἷος ἦν ὁ Ῥαμψάκης, τῇ Ἑβραΐδι κεχρημένος φωνῇ, καὶ κατὰ τοῦ Θεοῦ βλασφημῶν, καὶ συμβουλεύων αὐτοῖς ὡς φειδόμενος. Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου. Ἴσθι μέν τοι, ὡς ἅλωσιν αὐτῶν παντελῆ κατεψηφισάμην διὰ τὸ τοῦ τρόπου μοχθηρόν. Ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας. Τί λέγεις; Καὶ οὐδὲν ἡ ἀγάπη; οὐδὲν ἡ φιλία; καὶ μὴν οὐκ ἔδωκεν, ἀλλὰ λέγει δεδωκέναι, ἵνα μὴ δῶ, εἴ τις ἔχει νοῦν, εἴ τις προσέχει· οὐχ οὕτω τῆς τιμωρίας ὁ φόβος ἱκανὸς ἦν αὐτοῖς ἴσ. αὐτοὺς ἀνακτήσασθαι, ὡς τὰ ῥήματα τῆς τοῦ Θεοῦ σοφίας σύμβολα. Τὸν οἶκόν μου, τὴν κληρονομίαν μου, τὴν ἠγαπημένην ψυχήν μου, καὶ παρὰ τὸν καιρὸν τῶν τιμωριῶν, ἀναμιμνήσκει τῶν προτέρων αὐτοὺς τούτους βουλόμενος ἐπικάμψαι. Λέγει τὰ πρότερα, ἵνα μᾶλλον αὐτοὺς δάκῃ· πολλὴ βία τῶν ἀπελασάντων αὐτόν. Καὶ οὐκ εἶπε· Τί ἀπελαύνετε; Ἀλλ' ὃ χεῖρον ἦν καὶ χαλεπώτερον, τοιαῦτα πράττουσιν, ὡς ἐμὲ αὐτὸν ἐγκαταλιπεῖν. Ἀφῆκα τὴν κληρονομίαν μου. Ὥσπερ ἄνθρωπος, εἰ μέλλει προσιέναι κληρονομίᾳ πολλὰ πράγματα ἐχούσῃ αἱρεῖται καταλιπεῖν, οὕτω καὶ ὁ Θεός. Ἴσως ἐνταῦθα τὴν ἐπιθυμίαν φησίν. Ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ. Οὕτως ἐβόησε κατ' ἐμοῦ, φησί· Τίς ἂν ἐθελήσειε τοιαῦτα κληρονομεῖν; ὡς ἐν δρυμῷ, πολλὴν λέγει τὴν θηριωδίαν. Ἔδωκεν ἐπ' ἐμὲ τὴν φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν. Ὁρᾷς παρ' ἡμῶν τὰς ἀρχὰς τῆς κακίας καὶ τῆς ἀπεχθείας; Μὴ οὐ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοί; Τινὲς μὲν οὕτως ἡρμήνευσαν. Ἐπειδὴ, φασὶ, τὸ τῆς ὑαίνης ζῶον ἀκάθαρτον, τοῦτο εἰπεῖν ἠβουλήθη, ὅτι Ἀκαθαρσίας τὸν οἶκον μου ἐπληρώσατε. Ὁ δὲ Ἑβραῖος οὕτως ἔχει· Ὡς ὄρνεον ποικίλον τοῖς πτεροῖς ἐγένετο ἡ κληρονομία μου ἐμοὶ, τουτέστι, Ποικίλην τὴν ἀσέβειαν ἐπιδειξαμένη εἰσέρχεται εἰς τὸν ναόν. Τὴν ἀκαθαρσίαν λέγει τὸ θηριῶδες, καὶ ἐμοὶ τῷ κληρονομοῦντι. Ἔστω ἀνθρώποις, πῶς καὶ ἐμοί; Μὴ τοιαῦτά τις κληρονομεῖ; καὶ τὰ ἔξωθεν λέγει κακὰ, ὅτι κύκλῳ καταδύσεις εἶχον πολλὰς, οὐδὲ ἁπλῶς ἀνθρώπων σπήλαιον, ἀλλὰ θηρίων ἀκαθάρτων, καὶ χαλεπωτέρων θηρίων, ἐν σκότει διαπορευομένων. Βαδίσατε, συναγάγετε πάντα τὰ θηρία. Τίνος ἕνεκεν οὐκ αὐτὸς πορθεῖς, ἀλλ' ἑτέροις δίδως, τουτέστι τὰ θηρία καλεῖς; ἵνα μάθῃς ὅτι καὶ τὰ ἔθνη τὰ ἄλλα, ὅταν βούληται, καλεῖ, ὅτι πάντες ὑπ' αὐτόν εἰσι τεταγμένοι· ἄλλως τε ἴσ. ἄλλως δὲ ὥστε καὶ τὴν τιμωρίαν γενέσθαι χαλεπωτέραν, καὶ θαύματα ἐργάσασθαι πολλά· κἀκείνους μάρτυρας γενέσθαι τῶν συμβαινόντων αὐτοῖς. Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνα μου. Ὅρα πῶς μιμεῖται ἄνθρωπον, καὶ βουλόμενον κολάσαι, καὶ ἀλγοῦντα ἐπὶ τῇ κολάσει, καὶ ζητοῦντα μικρὰν γοῦν ἀπολογίαν ποθὲν εὑρεῖν τοῖς μέλλουσι τιμωρεῖσθαι. Ποιμένες πολλοί. Τίνος ἕνεκεν προειδὼς ταῦτα οὐκ ἀνεῖλες αὐτούς; τίνος ἕνεκεν ποιμένας τοιούτους ἐπέστησας; Ἀλλ' εἶπον μὴ προσέχειν αὐτοῖς, ἀλλὰ τῷ νόμῳ μου. Τίνος γὰρ ἕνεκεν οὐ θαυμαστοὺς διδασκάλους ἐπέστησας, καὶ τὸ ποίμνιον οὐκ ἐφθάρη; Ἵνα μάθωσι, καὶ πονηρῶν ὄντων ἀνθρώπων, μὴ προσέχειν αὐτοῖς. Ποία γὰρ αὐτοῖς χάρις; Μὴ γὰρ οὐκ ἦν νόμος; Μὴ γὰρ οὐκ ἦσαν προφῆται; μὴ γὰρ ἐγκατέλιπον ἐρήμους; Οὐκ ἠβουλήθην ἀνάγκῃ καλοὺς εἶναι. Καὶ μετ' ὀλίγα· «Ἐμόλυναν τὴν μερίδα μου.» Πανταχοῦ τοὺς ποιμένας αἰτιᾶται, καὶ τοὺς ἄρχοντας, οὐχὶ τοὺς λοιποὺς ἀπαλλάττει. Πῶς γάρ; Μὴ γὰρ ἄλογα πρόβατά εἰσι; Μὴ γὰρ οὐκ ἠδύνατο ὑψῶσαι αὐτούς ἴσ. μὴ γὰρ οὐκ ἠδύναντο βελτιῶσαι ἑαυτούς; Μὴ γὰρ οὐχὶ Ἱερεμίας τότε ἦν; Δι' ἐμὲ ἀφανισμῷ ἠφανίσθη πᾶσα ἡ γῆ. Τί ἐστι, δι' ἐμέ; Δι' ἐμὲ τὸν προφήτην. Εἰ γὰρ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον. Ἐπὶ πᾶσαν διεκβολὴν τῆς ἐρήμου. Τουτέστι, διὰ τὴν εἰς ἐμὲ ἀσέβειαν. Ἐπειδὴ ἀκούοντες τὰς συμφορὰς οὐ μετεβάλοντο. Τὴν αἰχμαλωσίαν ἐνταῦθα, καὶ τὸν πόλεμον λέγει. Ὅρα τίνας οὐκ ἂν ἐποίησε βελτίους ἡ τοσαύτη ἀπειλή. Σπείρατε πυροὺς, καὶ ἀκάνθας ἐθερίσατε. Ἐπειδὴ γὰρ κἀγὼ ἐφύτευσα ἄμπελον, καὶ ἐποίησε πικρίαν, καὶ σπέρμα καλὸν ἔσπειρα, καὶ ἐποίησε τοὐναντίον. Εἰκότως καὶ ὑμεῖς, ἵνα μάθητε πόση ζημία γεωργῷ, πόση ἀθυμία, ὅταν ἕτερ' ἀνθ' ἑτέρων φέρητε. Χεῖρον τοῦτο τοῦ λιμοῦ. Οἱ κλῆροι αὐτῶν οὐκ ὠφελήσουσιν αὐτούς. Τινὲς μὲν καὶ εἰς τούτους φασὶ τοὺς κλήρους τῆς Ἐκκλησίας εἰρῆσθαι· τοῦτο καὶ πείθομαι. Τί γὰρ ἡμᾶς ὠφελοῦσιν, εἰπέ μοι, τοὺς ἀναξίως βαδίζοντας; οὐχὶ δὲ καὶ κρῖμα πλέον ἔσται; Τί δὲ ὅλως κλῆρός ἐστι, καὶ πόθεν τὸ ὄνομα μάθωμεν. Ἴσως γάρ τινα καρπούμεθα, καὶ ἀπὸ τοῦ ὀνόματος ὠφέλειαν· ἄλλως δὲ καὶ πολλῆς αἰσχύνης ἀγνοεῖν τοῦτο ὃ καλούμεθα· οὐ γὰρ δὴ κλήρῳ τινὶ ἐκληρώθημεν. Κλῆρος γὰρ πρᾶγμά ἐστιν ἄλογον. Πόθεν οὖν κλῆρος ὠνόμασται, καὶ οὐ παρ' ἡμῖν μόνον; Ἴσως γάρ τις ἐνόμισε τῶν νεωτέρων εἶναι τὸ ὄνομα· ἀλλὰ καὶ ἐν ἀρχῇ λαχεῖν τὸν κλῆρον τῆς διακονίας ταύτης, καὶ ἀποστολῆς ἐμοὶ δοκεῖ, καὶ ἀπ' ἐκείνου εἰρῆσθαι τοῦ κληρωθῆναι τὸν πρῶτον. Ἢ καθάπερ ἐπὶ τῶν Ὀλυμπιακῶν ἀγώνων, κληροῦταί τις, ὁ μὲν τοῦτον λαβεῖν τὸν ἀνταγωνιστὴν, ὁ δὲ ἐκεῖνον· οὕτω καὶ ἐνταῦθα· ἀλλὰ τῷ λόγῳ τούτῳ καὶ τὸν κανονικὸν, ἢ ἐκκλησιαστικὸν κλῆρον δεῖ καλεῖσθαι. Ἑκάστῳ γὰρ, φησὶν, ὡς ἐμέρισεν ὁ Θεός· ἕκαστον ὡς κεκλήρωκεν ὁ Κύριος, οὕτω περιπατείτω. Καὶ γὰρ καὶ οὕτως ἐκληρώθη. Καὶ μετ' ὀλίγα· Πόθεν οὖν ἐπιτέθειται τὸ ὄνομα; οὐ γὰρ ἁπλῶς εἶπεν, ὅτι τὸν κλῆρον τῆς διακονίας. Ἐπειδὴ γὰρ τὰ κληρούμενα οὐκ ἐξ οἰκείας γίνεται προαιρέσεως, ἀλλ' ἑτέρας τινὸς ἐξουσίας ἤρτηται, δεῖ τὸν κληρωθέντα, τὸν τόπον ἔχειν ὃν ἐκληρώθη, καὶ μήτε κατασκευάζειν ἑαυτῷ· οὐ γὰρ ἂν εἴη κλῆρος τοῦτο· μήτε φεύγειν δοθέντα· εἰ γὰρ τὰ τοῦ κλήρου κύρια, πολλῷ μᾶλλον τὰ τοῦ Θεοῦ, ὅταν ὁ Θεὸς κληρώσῃ. Ἀλλ' ἐκεῖνος μὲν ἄλογος ὁ κλῆρος, οὗτος δὲ οὐχὶ δεῖ καὶ τὸν ποιοῦντα ἀπροσπαθῶς ποιεῖν· τοῦτο γὰρ κλῆρος. Μὴ ὃν βούλεται αὐτὸς, ἀλλ' ὃν ἡ χάρις δίδωσιν. Ἕως μὲν οὖν Πνεύματος ἄμοιροι οἱ ἀπόστολοι ἦσαν, κλήρῳ τὰ πράγματα ἐπέτρεπον· ὕστερον δὲ καὶ τῷ πλήθει, καὶ τῇ οἰκείᾳ χάριτι. Ὁ κλῆρος πρᾶγμα ἄλυπον, οὐκ ἀφίησιν οὐδὲ ἐκείνους ἀλγεῖν ὡς ἀδικουμένους. Ὁ κλῆρος συγγένειαν οὐκ εἶδεν, οὐδὲ χάριν, οὐδὲ ἀπέχθειαν. Ἐπειδὴ γὰρ πολλῶν ὄντων πάντας κληροῦσθαι οὐκ ἔνι, εἰκότως καὶ ἐκ πολλῶν ὀλίγους ἐπιλεγόμεθα. Αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν. Ἐναντίον τοῦ Θεοῦ αἰσχυνθῶμεν, μὴ ἐναντίον ἀνθρώπων. Τί ἐστιν, ἀπὸ καυχήσεως ὑμῶν; Ἢ Ἐφ' οἷς καυχᾶσθε, αἰσχύνεσθε· καυχῶνται γὰρ οἱ ἄνθρωποι πολλάκις ἐφ' οἷς καταδύεσθαι χρή· ἢ ὅτι Τὴν καύχησιν ὑμῶν ἀναμνησθέντες, αἰσχύνθητε. Τίνες ἦτέ ποτε, καὶ τίνες νῦν; Ἀπὸ ὀνειδισμοῦ, ἀπὸ ὀνειδιζόντων ὑμᾶς· μὴ ἀπὸ τοῦ ὀνειδισμοῦ τοῦ Θεοῦ. Μεγίστη γὰρ θεραπεία εἰδέναι αἰσχύνεσθαι, καὶ ἐρυθριᾷν οὐ μικρὰ σωτηρίας πρόφασις. Κἂν ἀνέλῃς τὴν αἰσχύνην, πᾶσαν ἐλπίδα σωτηρίας ἀνεῖλες. Οἶδα πολλάκις ἰσχῦσαι τοσοῦτον, ὅσον οὖν ἴσχυσε τιμωρία. Οὐχ ἁπλῶς ἐνέθηκεν ἡμῖν τῇ φύσει ταύτην ὁ Θεός· ἀλλ' ἵνα ἡμᾶς ἀεὶ διεγείρῃ, ἐνέθηκεν, οὐχ ὥστε τοὺς ἀνθρώπους αἰσχύνεσθαι, ἀλλὰ καὶ τὸ συνειδός. Πολλάκις οὐδὲ τιμωρίας οὔσης ἐπὶ ἁμαρτήματι αἰσχύνη μόνον, καὶ κατάγνωσις ἀνέστειλεν. Ὅτι τάδε λέγει Κύριος περὶ πάντων τῶν γειτόνων τῶν πονηρῶν. Ἀραβίους ἐνταῦθα αἰνίττεται, ὅτι οὐ μικρὰ αὐτοὺς ἐδίδαξαν κακὰ δι' ἃ πρῶτον τεσσαράκοντα ἔτη ἐν ἐρήμῳ διέτριβον. Διὰ τοῦτο οὐκ ἀφῆκεν ἀναμιχθῆναι τοῖς ἔθνεσι, διὰ τοῦτο καὶ τείχους ἀσφαλεστέρους τέθεικεν νόμους, οὐ συγχωροῦντας τοῖς γειτόσιν ἀναμίγνυσθαι. «Ἰδοὺ ἐγὼ ἀποσπῶ αὐτούς.» Ἀπειλεῖ αὐτοῖς ἀπειλὴν μεγάλην, ἵνα καὶ αὐτοὶ βελτίους γένωνται· καὶ αἰχμαλώτοις δὲ ἀπειλεῖ. Ὅρα καὶ αὐτοὶ πῶς ἐσωφρονίζοντο ἐκ τῶν τούτοις συμβαινόντων· ἅμα δίδωσιν αὐτοῖς πρόφασιν ἀπολογίας ὡς οὐκ εἰδόσιν. Ὥσπερ αἴτιοι γεγόνατε αὐτοῖς ἀπωλείας, οὕτως ἔσονται σωτηρίας ὑμῖν. Πολλὴ τῶν Ἰουδαίων αἰσχύνη, εἴ γε μέλλοιεν παρὰ τῶν γειτόνων μανθάνειν. Ὅρα πῶς αὐτοὺς οἰκειοῦται. Μὴ εἰς ἔθνος ἓν ἦν αὐτοῦ ἡ σωτηρία; Ὅλως βούλεσθε φίλοι εἶναι, καὶ ὁμονοεῖν; Οὐκοῦν ἐπ' ἀγαθῷ, μὴ κατὰ τῆς τῶν συμφωνούντων σωτηρίας· οὐκοῦν ἔξεστι καὶ πρὸ τούτου γενέσθαι βελτίους.