Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Fragmenta in Jeremiam
John ChrysostomJere 13 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
13.1
Βάδισον καὶ κτῆσαι σεαυτῷ περίζωμα λινοῦν. Ὃ βούλεται ἡ εἰκὼν, τοῦτό ἐστι· περίζωμα ἡ οἰκειότης, καὶ περίζωμα λινοῦν, τὸ ἱερατικὸν, τὸ ἀνάλωτον, τὸ εὐπρεπὲς τοῦ λαοῦ, τὸ μηδενὶ τούτων φθείρεσθαι τῶν εἰωθότων, ἢ χρόνῳ, ἢ σητὶ, ἤ τισι τοιούτοις. Τὸ ἐν πέτρᾳ, ἵνα μή τις εἴπῃ, ὅτι κατὰ ῥᾳθυμίαν φύσεως διεφθάρη· οὕτω καὶ Ἰσραηλῖται· τοιαῦτα γάρ φησι τὰ ἀνθρώπινα. Νῦν μὲν πόλεμοι, νῦν δὲ μάχαι, νῦν εἰρήνη, νῦν εὐθηνία· ἄνωθεν αὐτοὺς τοιαύτης ἐποίησε μεταβολῆς. Ἐν ὕδατι οὐ διελεύσεται, τουτέστι καινόν· ἂν γὰρ διέλθῃ ὕδωρ, νομίζουσιν αὐτὸ παλαιὸν εἶναι· ἵνα μὴ νομίσωσι παρὰ τὸ παλαιωθῆναι διεφθάρησαν ἴσ. ὡς παρὰ τὸ παλαιωθῆναι διεφθάρη, ὃ λέγομεν ἀβαφὲς, ἄτεγκτον. Βρέχειν γὰρ τὸ τέγγειν ἐστὶν, ὃ οἱ πολλοὶ ἄτεγκτον καλοῦσιν. Τοιοῦτος ἦν ἀεὶ ὁ λόγος ἴσ. λαός εἴγε ἐβούλετο. Ὁ γὰρ Θεὸν περικείμενος, οὐκ ἂν ᾔσθετο πένθους, ἢ γήρως· ἐκεῖ γὰρ παρὰ τὴν χρῆσιν τὸ τριβῆναι γίνεται. Ἡμεῖς μὲν οὖν οὕτω χρώμεθα, ὥστε εἰ καὶ καινὸν εἴη κατατρίψαι· ὁ δὲ Θεὸς οὕτω χρῆται, ὥστε εἰ καὶ παλαιὸν εἴη ποιῆσαι νέον. Τοῦτο καὶ ἐπὶ τῆς καινῆς γέγονε, περιέθετο αὐτοὺς καὶ ἐποίησε νέους.* Ζώνην λέγει λινῆν· ἐπάγει γοῦν· Καὶ περίθουπερὶ τὴν ὀσφύν σου. Τὸν δὲ προφήτην εἰς τύπον λαμβάνει τοῦ Θεοῦ. Τὸ δὲ περίζωμα, εἰς τύπον τοῦ λαοῦ. Περίθου οὖν περὶ τὴν ὀσφύν σου, ὡς ἐγὼ τὸν λαόν μου συνῆψα ἐμοὶ διὰ τῶν νομίμων. Καὶ ἐν ὕδατι οὐ διελεύσεται. Ἀπὸ τοῦ ῥύπου μὴ ἀποῤῥύψῃς, ὡς οὐδὲ ἐγὼ ἀπεστράφην αἵμασιν εἰδωλολατρίας πεφυρμένον. Λάβε τὸ περίζωμα, καὶ βάδισον ἐπὶ τὸν Εὐφράτην. Τίνος ἕνεκεν ἐν τῷ Εὐφράτῃ, καὶ βαδίζειν τοσαύτην ὁδὸν ἐπέτρεψεν; ὁ γὰρ Ἰορδάνης ποταμὸς οὐχὶ πλησίον ἦν; ἀλλ' ἵνα δείξῃ πόθεν ἔπεισι τὰ κακὰ, καὶ τίνος ἕνεκεν, καὶ πολλὰς ἀφίησιν ἡμέρας. Καὶ ἐπορεύθην, καὶ ἔκρυψα. Καὶ ἐγένετο καθ' ἡμέρας πολλάς. Ἵνα μάθῃς τὴν μακροθυμίαν· ἵνα γὰρ μὴ νομίσῃς, τὸ μῆκος τῶν ἡμερῶν πεποιηκέναι τὴν φθορὰν, καινόν ἐστι, καὶ ἐν λίθῳ κεῖται, ἔνθα οὔτε σκώληξ ἀπὸ ξύλου ἐξῄει. Κατέκρυψεν αὐτοὺς, τοῦτ' ἔστιν ἐν ἀσφαλείᾳ ἐποίησεν, ὥσπερ ἐν πέτρᾳ. Ὅτε ἀφ' ἑαυτοῦ ἀφεῖλεν, ἐφόβησεν, ἠπείλησεν, καὶ οὐδὲν ἐγίνετο πλέον, λοιπὸν διαφθείρονται. Δείκνυσι ὅτι τῆς τοῦ Θεοῦ ὀργῆς, ἡ διαφθορά. Οὐχ ἅμα τὸ ἀρθῆναι ἀπὸ τῆς ὀσφύος ἀπώλοντο· οὐ γὰρ ἅμα ὅταν ἡμᾶς ἀποῤῥίψῃ ὁ Θεὸς, ἀναιρεῖ· οὐχ ἅμα τῷ νομισθῆναι αὐτοῦ ἀνάξιοι, κολαζόμεθα· ἀλλὰ φέρει πολὺν χρόνον, καὶ τότε ἐπάγει τὴν τιμωρίαν. Καὶ κτῆσαι σεαυτῷ. Οὐ παρά τινος ἔλαβεν, οὐκ εἰς οἰκείαν χρείαν· οὐδὲ γὰρ ἐδεῖτο ὁ προφήτης· οὐχ ἵνα σκέπηται, ἀλλ' ἵνα αὐτὸν οἰκειώσηται. Ὥσπερ οὖν ὁ προφήτης οὐδὲ περιβαλλόμενος ἐνδοξότερος ἦν, οὔτε ἀποθέμενος ἀδοξότερος ἦν, οὔτε ἐδεῖτο αὐτοῦ, οὕτως οὐδὲ ὁ Θεός. Ὅρα δὲ πῶς οὐ πάντα μανθάνει ἐφεξῆς, ἀλλὰ κατὰ μικρὸν, ἵνα μάθῃς αὐτοῦ τὴν ὑπακοήν. Εἶπεν· Κτῆσαι, καὶ περίθου. Οὐκ εἶπε, Διατί; ἀλλ' ὑπήκουσε. Πάλιν εἶπεν· Ὕπαγε εἰς τὸν Εὐφράτην· οὐκ εἶπεν, Διατί? ἀλλ' ἐπληροφορήθη, καὶ ἐπείσθη. Τοῦτο καὶ ἡμεῖς πράττωμεν. Οὐκ εἶπεν, Ἀσχημοσύνη ἐστὶ, γέλως ἐστίν· ἀλλὰ πάντα πείθεται. Διὰ τοῦτο κατὰ μικρὸν αὐτῷ ἐπιτάσσει, ἵνα μάθῃ τὴν ὑπακοήν. Τοὺς μὴ βουλομένους ὑπακούειν τῶν λόγων μου, καὶ πορευθέντας ὀπίσω θεῶν ἀλλοτρίων. Ὁρᾷς πῶς ἡ ἐπίτασις τὴν τιμωρίαν ἐξήνεγκεν; Ὁρᾷς ἰατρείαν τὰ κακὰ ἀναιροῦσαν, οὐχ ἁπλῶς τοὺς ἀνθρώπους; Εἶτα λέγει τὴν κακίαν· Τοὺς μὴ βουλομένους ὑπακούειν τῷ λόγῳ μου, καὶ πορευθέντας ὀπίσω θεῶν ἀλλοτρίων· καὶ ὅτι οὐ βούλονται· Ἰδοὺ οὐδὲ ἄλλοι βούλονται. Ἀλλ' οὗτοι εὐεργεσίας ἀπήλαυσαν. Τὰ ἔθνη οὐ περιέθηκα ἐμαυτῷ, τούτους δὲ ναὶ οὐ δι' ἐμαυτὸν, ἀλλὰ δι' αὐτούς. Καθάπερ κολλᾶται τὸ περίζωμα περὶ τὴν ὀσφὺν τοῦ ἀνθρώπου, οὕτως ἐκόλλησα πρὸς ἐμαυτόν. Τὸ περίζωμα εἰκών ἐστι τοῦ λαοῦ, καὶ προφήτης τοῦ Θεοῦ· καὶ ὥσπερ τὰ πρῶτα κεκολλημένον τῇ τοῦ προφήτου ὀσφύϊ ἀδιάφθορον ἦν, ταύτης δὲ χωρισθὲν διεφθάρη, οὕτω καὶ ὁ λαὸς, ἡνίκα ᾠκείωτο τῷΘεῷ, ἔμενεν ἀβλαβὴς, τούτου δὲ ἀποστὰς, παντάπασι γέγονεν ἄχρηστος. Τοῦ γενέσθαι μοι εἰς λαὸν ὀνομαστὸν, καὶ εἰς καύχημα, καὶ εἰς δόξαν. Ταῦτα λέγει οὐχ ὡς αὐτὸς δεόμενος δόξης, ἀλλὰ διὰ τοὺς ἀνθρώπους. Ἔστω· ἐμὲ οὐ βούλεσθε δοξάσαι, τίνος ἕνεκεν ἑαυτοὺς ἠτιμάσατε; Καὶ ἐρεῖς πρὸς τὸν λαὸν τοῦτον· Πᾶς ἀσκὸς πληρωθήσεται οἴνου. Πάλιν ὑπόδειγμα· ὥσπερ ὁ ἀσκὸς πρὸς τοῦτο γεγένηται, ὥστε πληροῦσθαι, οὕτω καὶ ὑμᾶς ἀνάγκη ἐστὶ λοιπὸν, ὥσπερ πρὸς τοῦτο γενομένους, οὕτω πληρωθῆναι τῆς τιμωρίας. Διὰ γὰρ τῶν δύο εἰκόνων δείκνυσιν, οὐχ ὅτι τιμωρεῖται, ἀλλ' ὅτι, μεθ' ὑπερβολῆς, καὶ ἀνιάτως. Καὶ ἐρεῖς... Ἰδοὺ ἐγὼ πληρῶ... καὶ τοὺς βασιλεῖς αὐτῶν. Μὴ νομίσητε ἔχειν ἀπὸ προγόνων ἀπολογίαν· τοῦτο μάλιστα ὑμῶν κατηγορεῖ. Καὶ τοὺς ἱερεῖς. Μὴ νομίσητε ἀπὸ τοῦ ἀξιώματος ἔχειν παραμυθίαν· τοῦτο μάλιστα ὑμᾶς ἀπόλλυσι. Καὶ διασκορπιῶ αὐτούς... Καὶ τοὺς πατέρας αὐτῶν... Καὶ οὐκ ἐπιποθήσω, καὶ οὐ φείσομαι. Ἐπειδὴ γὰρ πολλάκις εἰώθαμεν μετὰ τὴν τιμωρίαν ἐλεεῖν τοὺς τιμωρουμένους, Ἐγὼ, φησὶν, οὐδὲ τοῦτο ποιήσω. Κἂν μεγάλη ἡ τιμωρία ᾖ γερόντων ἀναλωμένων ἄλλ. ἀλωμένων, ἀλλ' ἐμὲ τοῦτο οὐκ ἐπικάμψει τὸν φιλάνθρωπον. Ἀκούσατε, καὶ ἐνωτίσασθε... ὅτι Κύριος ἐλάλησε. Παρατήρει παρὰ πάντα τὸν προφήτην, πῶς καὶ ὅταν τιμωρίαν λέγῃ, τὴν αἰτίαν ἀεὶ τίθησι. Καὶ οὐ τοῦτο μόνον, ἀλλ' ὅταν εἴπῃ, ὅτι Οὐκ ἐλεήσω, οὐ φείσομαι, καὶ ὡς περὶ ἀπεγνωσμένων διελέχθη, πάλιν παραίνεσιν εἰσάγει. Ὁ γὰρ τοιαῦτα εἰρηκὼς, καὶ ἀποφαινόμενος, ἄκουσον τί φησιν· Ἀκούσατε, καὶ ἐνωτίσασθε. Μὴ ἁπλῶς ἀκούσητε, καὶ μὴ ἐπαίρεσθε· οὐδὲν γὰρ οὕτως ἀπόνοιαν ποιεῖ, ὡς τὸ μὴ προσέχειν τοῖς τοῦ Θεοῦ λόγοις. Μὴ γὰρ ἀνθρώπων εἰσὶν αἱ ἀπειλαὶ, ἃς πολλάκις καὶ διαψεύσασθαι δυνατόν; Θεός ἐστιν ὁ ἰσχύων, ὁ ἐπάγων ἀεὶ τὸ τέλος. Δότε τῷ Κυρίῳ ὑμῶν δόξαν πρὸ τοῦ συσκοτάσαι. Πιστεύσατε τοῖς λεγομένοις· Μὴ γὰρ οὐ δώσετε αὐτῷ; Καὶ μετὰ ταῦτα· Ἀλλὰ πρὸ τῆς τῶν δεινῶν πείρας, πρὸ τοῦ συσκοτάσαι τὴν αἰχμαλωσίαν αἰνίττεται. Καὶ πρὸ τοῦ προσκόψαι τοὺς πόδας ὑμῶν. Τοιαύτη γὰρ τῶν δεινῶν ἡ φύσις· σκότος ἀεὶ εἴωθε καταχέειν τῶν ὀφθαλμῶν ἁπάντων. Καὶ ἀναμενεῖτε εἰς φῶς, καὶ ἐκεῖ σκιὰ θανάτου, καὶ τεθήσονται εἰς σκότος. Οὐ διαδέχεται, φησὶν, ἡ ἡμέρα. Οὐ γὰρ κατὰ φύσεως ἀκολουθίαν γίνεται, ἀλλὰ κατὰ συνηθειῶν ἴσ. συνάφειαν δεινῶν· ἐννόησον γὰρ οἷον ἦν ἀπάγεσθαι αὐτοὺς αἰχμαλώτους, καὶ πατρίδος στερίσκεσθαι. Οὐ βούλεσθαι, ὡς Θεῷ δόξαν δοῦναι; κἂν ἵνα τὰ δεινὰ ἀποκρούσησθε. Ἐὰν δὲ μὴ ἀκούσητε, κεκρυμμένως κλαύσεται ἡ ψυχὴ ὑμῶν. Ἐννόησον μέγεθος συμφορᾶς, ὅταν μηδὲ δακρύειν ἐξῇ τὰ πάθη τὰ οἰκεῖα, ἀλλὰ καὶ ταύτην ὦσιν ἀφηρημένοι τὴν ἐξουσίαν. Ὅρα πῶς πανταχόθεν ἄλλ. πανταχοῦ ἐπαίρει τὸ μέγεθος τῶν κακῶν, ἵνα κἂν οὕτως αὐτῶν καθίκηται. Τί ταύτης τῆς ὀδύνης χεῖρον, μηδὲ δακρύειν δύνασθαι τὰ οἰκεῖα πάθη; Ἀλλ' οὐδὲν ἐκείνων τὴν σκληρότητα ἐμάλαξε καὶ τὸ τραχύ. Κεκρυμμένως κλαύσεται ἡ ψυχὴ ὑμῶν ἀπὸ προσώπου ὕβρεως. Τουτέστιν, οὐδὲ μετὰ ἀδείας ὑμῖν ἔξεστι πενθεῖν ἐν τῇ αἰχμαλωσίᾳ. Εἴπατε τῷ βασιλεῖ καὶ τοῖς δυναστεύουσι· Ταπεινώθητε. Οὐ γὰρ αὐτοῖς διελέγετο, ἀλλὰ τῷ πλήθει. Ἐννόησον ὅση ἡ τοῦ προφήτου παῤῥησία, ὅταν διὰ τῶν ὑπηκόων τοιαῦτα σημαίνῃ τοῖς ἄρχουσιν· Ἑκόντες ποιήσατε, ὃ μικρὸν ὕστερον μετ' ἀνάγκης ἔσται. Μὴ γὰρ οὐ ταπεινωθήσεσθε; Ἀλλὰ νῦν παρ' ὑμῶν γενέσθω, ἵνα μὴ γένηται παρὰ τῶν πολεμίων. Τοῦτο καὶ ἐφ' ἡμῶν ἔστω· κρίνωμεν ἑαυτοῖς, ἵνα μὴ κρίνῃ ὁ Θεὸς ἡμῖν. Ἀνάλαβε τοὺς ὀφθαλμούς σου, Ἱερουσαλήμ. Πρὸς τὴν πόλιν αὐτὴν διαλέγεται νῦν. Τὰ μέλλοντα, ὡς παρόντα λέγει· καὶ συνεχὴς οὗτος ὁ λόγος. Καὶ σὺ ἐδίδαξας αὐτοὺς ἐπὶ σὲ μαθήματα εἰς ἀρχήν σου. Τουτέστιν, Ἐπικαλουμένη αὐτῶν τὴν βοήθειαν, καὶ εἰδωλολατροῦσα παρεσκεύασας αὐτοὺς ἄρχειν σου. Καὶ ἐδίδαξας αὐτούς. Πῶς, εἰπὲ, καὶ τίνι τρόπῳ; Ἀεὶ καταφεύγουσα πρὸς αὐτοὺς, δεικνύουσα, ὅτι ἀσθενής τις εἶ, καὶ τῆς βοηθείας ἠρήμωσαι τῆς παρὰ Θεοῦ. Τὰ ἀπόῤῥητα πάντα ἀπεκάλυψας· ταῦτα μάλιστά σε ἐποίησαν ἁμαρτεῖν, ὅτι συνεχῶς αὐτοὺς ἐποίεις καλεῖσθαι. Καὶ ἐὰν εἴπῃς ἐν τῇ καρδίᾳ σου· Διατί ἀπήντησέ μοι. Ὅρα, ποτὲ μὲν τῶν δεινῶν ἐπαίρει τὴν φύσιν, ποτὲ δὲ ἀπὸ τῆς αἰσχύνης, καὶ τῆς ἀδοξίας αὐτοὺς δάκνει· εἴωθε γὰρ καὶ ἐν τοῖς δεινοῖς οὐχ ἧττον λυπεῖν ἡμᾶς τὰ τῆς ἀδοξίας. Καὶ καθάπερ ἐπὶ γυναικὸς ἀσχημονούσης παρέστησεν. Οὐδὲν γὰρ παραιτεῖται λέγειν ὁ προφήτης τὸ δυνάμενον αὐτῶν καθικέσθαι· καὶ πάλιν· Τί λέγεις μετὰ τοσαύτας παραινέσεις, καὶ προφητείας; ἔτι καὶ ἀγνοοῦσι τὴν αἰτίαν τῶν συμβαινόντων; Ναί. Ἔθος γὰρ τοῖς κολαζομένοις τοῦτο θέλειν, ἀγνοεῖν τὰς αἰτίας, καὶ μάλιστα ὅταν ὑπερβάλῃ τὸ πλῆθος τῶν δεινῶν. Ἐὰν εἴπῃς ἐν τῇ καρδίᾳ σου· οὐδὲ γὰρ ῥῆξαι φωνὴν ἐξουσίαν ἕξεις λοιπόν. Εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ. Τίνος οὖν ἕνεκεν ἐγκαλεῖς, τίνος ἕνεκεν πέμπεις προφήτας; Τίνος ἕνεκεν λέγεις, Οὐκ ἠθελήσατεἀκοῦσαί μου; εἰ φύσεώς ἐστιν ἡ πονηρία, τίνος ἕνεκεν μέμφῃ; Ὁρᾷς τὴν ἀτοπίαν; Ἀλλὰ παρὰ τὴν ἡμετέραν ἄνοιαν ἡ ἀτοπία. Ὃ γὰρ βούλεται εἰπεῖν τοῦτό ἐστιν, ὅτι Τὴν ἐκ προαιρέσεως κακίαν εἰς ἕξιν σχεδὸν μετεστήσατε. Τὸ γὰρ μαθεῖν οὐ φύσεώς ἐστιν. Ὁ μαθὼν πρότερον ἐν ἀγνοίᾳ ἦν, καὶ μανθάνει. Οὐκ ἄρα φύσει πονηρός· τὸ γὰρ φύσει οὐ δεῖται μαθήσεως. Οὐ μανθάνομεν ὅτι δεῖ καθεύδειν, οὐδὲ ὅτι δεῖ τὸ φῶς ὁρᾷν. Ταῦτα γὰρ φυσικὰ, καὶ διδάσκαλον οὐκ ἀναμένομεν, ἀλλὰ καὶ θελόντων, καὶ μὴ θελόντων ἔπεισιν. Ἔνθα δὲ μαθεῖν ἔστι, καὶ ἀγνοῆσαι ἔνι, καὶ ἐξ ἀγνοίας ἡ μάθησις. Τί οὖν ἐστι; Φησὶν ὑπερβολικῶς, ὥσπερ καὶ ἡμεῖς λέγομεν· Οὐ δύναται ὁ παῖς οὗτος εὐχρηστῆσαι· κακὴ φύσις· ἵνα κἂν οὕτως ἐρυθριάσαντες μεταβάλωνται. Καὶ διέσπειρα αὐτοὺς ὡς φρύγανα. Ὅρα καὶ τὴν εὐκολίαν πῶς δείκνυσιν ὁμοῦ, καὶ τὴν δύναμιν, καὶ τὸν θυμὸν ἐκπλῆσαι ἄλλ. ἐμπλῆσαι θέλων. Οὕτως ὁ κλῆρός σου, καὶ μερὶς τοῦ ἀπειθεῖν ὑμᾶς ἐμοί. Τοιαῦτα καρπώσῃ τῆς ἀπειθείας, ἐπειδὴ οἱ ψευδοπροφῆται τὰ ἐναντία ἔλεγον. Ὡς ἐπελάθου μου, κἀγώ. Ὅρα τὴν αἰτίαν οὖσαν· Οὕτω καὶ ἐγὼ ποιήσω. Κἀγὼ ἀποκαλύψω τὰ ὀπίσω σου. Σύ μοι τὴν ἀρχὴν ἔδωκας. Φιλεῖσθαι βούλομαι, καὶ οὐ θέλεις. Διὰ τοῦτο ταῦτα ποιήσω, καθάπερ τις ζηλότυπος, μήτε κολάσαι βουλόμενος τὴν εἰς αὐτὸν ὑβρίζουσαν, μήτε πράως δυνάμενος ἐνεγκεῖν τὰ συμβάντα, οὐδενὸς φείδεται ῥήματος ἐν τοῖς πρὸς αὐτὴν, ταύτῃ ἴσ. λαλεῖ δὲ δὲ ὡς τὸν θυμὸν ἐκπληρῶν, καὶ τῷ μὲν μὴ κολάσαι τῷ φίλτρῳ χαριζόμενος, τῷ δὲ ὑβρίσαι ἀναπαύων ἑαυτόν· οὕτω καὶ ὁ Θεός. Καὶ αἱ μοιχεῖαί σου, καὶ ὁ χρεμετισμός σου, καὶ ἡ ἀπαλλοτρίωσις τῆς πορνείας σου. Τί ἐστι χρεμετισμός; τὴν μανίαν, τὴν παροίστρησιν αὐτῆς ἐμφαίνει. Ἐπὶ βουνῶν καὶ ἐν τοῖς ἀγροῖς ἑώρακα τὰ βδελύγματά σου. Οὐδὲν ἐν οἰκίᾳ, οὐδὲ λάθρα· δεδημοσιευμένη, καὶ πάνδημος ἡ πορνεία. Ἐμπομπεύει ἄλλ. ἐμπομπεύσει σου ἡ αἰσχύνη. Οὐαὶ σοὶ, Ἱερουσαλήμ. Ὅτι καὶ βούλεται κολάσαι, καὶ ἀλγεῖ ἐπὶ τοῖς κολαζομένοις αὐτοῖς, καὶ θρηνεῖ, καὶ ὀδύρεται, καὶ ἐλεεῖ.

Intertext edge

Open linked passage

Note