Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Fragmenta in Proverbia
John ChrysostomProv 21.1 · spanish-geminiMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More

Original: Pg Scrape Grc

Ὥσπερ ὁρμὴ ὕδατος, οὕτως καρδία βασιλέως ἐν χειρὶ Θεοῦ. [ξοδ. φ. 86 β.] Ἐπεὶ πολλὰ περὶ βασιλέων διελέχθη, δείκνυται τὸν ἐκείνων ἰσχυρότερον, ὡς εὔκολον αὐτῷ περιτρέπειν οὗ ἂν βούληται, ὥσπερ ὁρμὴν ὕδατος περιάγει πανταχοῦ· καίτοι οὐδεὶς ἂν αὐτὸν ἐκκλίνειε διὰ τὸ τῆς ἀρχῆς μέγεθος. Ἢ οὕτως· Τὴν ἐν χειρὶ Θεοῦ καρδίαν, τουτέστι τὴν ἐν τοῖς πράγμασιν αὐτοῦ ἀναστρεφομένην, οὐκ ἔστι δυνατὸν ἐπισχεῖν· εἰς οὐδὲν γὰρ νεύων κακὸν, κατευθύνεται ᾗ ἂν θέλῃ Θεὸς, ὥσπερ ὁρμὴ ὕδατος πανταχοῦ εὐοδοῦται. Κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας ὑπαίθρου, ἢ ἐν κεκονιαμένοις μετὰ ἀδικίας. [ξοδ. φ. 87 α.] Ὕπαιθρος γωνία, πρᾶξις κρυφία, θεωρίας ἁπτομένη, ὑπὸ δὲ τοῦ Ἡλίου τῆς δικαιοσύνης φωτίζεται. Οἶκος δὲ κεκονιαμένος, κακία ἀρετὴν ὑποκρινομένη. Ζημιουμένου ἀκολάστου, πανουργότερος γίνεται ὁ ἄκακος. Τιμωρουμένων κακῶν σωφρονίζεται ὁ ἀμαθὴς καὶ νήπιος. Οὕτω καὶ ὁ δίκαιος ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ νίπτεται τὰς χεῖρας· τὰς πράξεις αὑτοῦ τῇ ἐκείνου τιμωρίᾳ καθαίρων. Οὕτως καὶ αἱ πόρναι ἐλούσαντο ἐν τῷ αἵματι τοῦ Ἀχαάβ. Ἐν συναγωγῇ γιγάντων ἀναπαύεται. [ξοδ. φ. 88 α.] Γίγαντας οἶδεν ἡ Γραφὴ τοὺς πονηροὺς καλεῖν, τοὺς φαύλους, τοὺς θρασεῖς, τοὺς θεομάχους· μετ' ἐκείνων ἀριθμηθήσεταί, φησιν. Ἢ οὕτως· Ὁ σφαλλόμενος περὶ τὴν τοῦ κτίσαντος Θεοῦ δικαιοσύνην, ἐν συναγωγῇ τῶν θεομάχων ἀναπαύσεται. Συναγωγὴ δὲ, ἡ κακία καὶ ἡ ἀγνωσία· Ὃς φυλάσσει τὸ στόμα αὑτοῦ, κ. τ. λ. [ξοδ. φ. 89 α.] Εἰ ὁ ἀγαπῶν τὸν πλησίον φυλάσσει νόμον, ἡ ἀγάπη τῷ πλησίον οὐδὲν κακὸν ἐργάζεται· Ὃς μνησικακεῖ, παράνομος. Ὁ μεμνημένος τῶν ἁμαρτημάτων, μισεῖ τὸν πλησίον. Οὐκοῦν παράνομος. Ἀνὴρ ὑπήκοος φυλασσόμενος λαλήσει. [ξοδ. φ. 89 β.] Τουτέστι κἂν ὑπήκοος ᾖ, φυλάσσεται δὲ, δυνήσεται μετέχειν παῤῥησίας. Ἢ οὕτως· Παρανομοῦντος τοῦ ψευδομάρτυρος, ὁ τῷ νόμῳ καταπειθὴς φυλασσόμενος λαλήσει· Ἀσεβὴς ἀνὴρ ἀναιδῶς ὑφίσταται προσώπῳ. Ἁμαρτάνων γὰρ εἰςΘεὸν, τὴν πρὸς αὐτὸν ἀναίδειαν τῷ προσώπῳ δηλοῖ, μηδὲν ἔχων εὐλαβὲς ἢ κατεσταλμένον· ὁ δὲ εὐθὴς, κατ' εἰκόνα ἐστὶ τοῦ Θεοῦ· Ἵππος ἑτοιμάζεται εἰς ἡμέραν πολέμου· Ἵππον λεκτέον τὸν προφορικὸν λόγον, ὃν ἑτοιμαστέον πρὸς τὰς αἱρέσεις. Τὸ εἰς ἡμᾶς γὰρ ἧκον ποιήσαντες, νίκην παρὰ Θεοῦ χορηγούμεθα, τοῦ ἀπολλύντος τὴν σοφίαν τῶν σοφῶν· ἢ ἵππον, τὸν νοῦν· κατὰ τό· Ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου. ΚΕΦ. ΚΒʹ. Νίκην καὶ τιμὴν περιποιεῖται ὁ δῶρα δούς. [ξοδ. φ. 91 α.] Δῶρα τοῦ ἀνθρώπου τὰς τῆς ψυχῆς ἀρετὰς ὀνομάζει, δι' ὧν νικῶν τὸν διάβολον, τίμιον ἑαυτὸν παρέχει τῷ Θεῷ, καὶ ἀφαιρεῖται τὴν ἑαυτοῦ ψυχὴν ἀπὸ τῶν κτησαμένων αὐτὴν δαιμόνων. Οἱ ὀφθαλμοὶ Κυρίου διατηροῦσι αἴσθησιν; [ξοδ. φ. 91 β.] Ἐπὶ τίνα γὰρ, φησὶν, ἐπιβλέψω, ἀλλ' ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;– Φαυλίζει δὲ λόγους παράνομος. Ὁρᾷς ὅτι ἐκείνων ἔστι καὶ τῆς προνοίας κατηγορεῖν, καὶ τῆς τῶν πραγμάτων καταστάσεως, οὐκ ἐθελόντων ἐμμένειν τοῖς νόμοις; Εἰ γὰρ σοφῶς πάντα ὁ Θεὸς διοικεῖ, τοῦτο γάρ ἐστιν, οἱ ὀφθαλμοὶ Κυρίου τηροῦσιν αἴσθησιν, αἴσθησιν δὲ τὴν κατὰ νόμον ἀγωγὴν, καὶ τὴν κατὰ λόγον ζωὴν, πῶς τινὲς γενεαλογοῦσιν, ἐπειδὴ παράνομοί εἰσιν;– Ὅρα πῶς παιδεύει τοὺς ἄρχοντας τὸ πλέον τῆς ἀρχῆς, μήτε ἐν τοῖς ὑπακούουσιν, μήτε ἐν φόβῳ μήτε ἐν τιμωρίαις τίθεσθαι, ἀλλ' ἐν τῇ τῶν οἰκείων λόγων δυνάμει καὶ συνέσει. Εἶτα οὐκ ἀπὸ τούτου μόνον αὐτοὺς ἐπιτρέπει, ἀλλὰ καὶ ἀπὸ τῆς προνοίας τῆς τοῦ Θεοῦ. Καὶ σὺ δὲ ἀπόγραψαι αὐτὰ σεαυτῷ τρισσῶς. [ξοδ. φ. 93 β.] Τὰ παρ' ἐμοῦ σοι λεγόμενα, φησὶν ἡ Σοφία, τρισσῶς ἀπόγραψαι ἐν τῷ πλάτει τῆς καρδίας σου· ὥσπερ γὰρ ὁ ἄνθρωπος συνέστηκεν ἐκ σώματος καὶ ψυχῆς καὶ πνεύματος, οὕτως καὶ ἡ Γραφὴ τοῦ σώματος τῆς λέξεως, ἀφ' ἧς ὁ ἁπλούστερος ὠφελεῖται· ἥτις λέγεται πρόχειρος ἐκδοχή. Ἐκ ψυχῆς, τῆς ἀναγωγῆς, ἧς ἀκούει ὁ ἐπὶ ποσὸν ἀναβεβηκώς· ἐκ πνεύματος, τῆς ὑψηλοτέρας καὶ πνευματικῆς θεωρίας, ἣν οἱ τέλειοι νοοῦσί τε καὶ λέγουσιν· οἷον ἐπὶ τῆς ὄνου τῆς εἰς ἀντικρὺ κώμην δεδεμένης, ᾗ ἐπεκάθισεν ὁ Σωτὴρ, πρῶτον μὲν ἀπογράφου τὸ ῥητὸν, εἶτα τὴν ἀναγωγὴν, ὅτι τῷ κτηνώδει τρόπῳ ἐπιβὰς ὁ λόγος, λογικῶς αὐτὸν κινεῖσθαι παρασκευάζει. Εἶτα κατὰ πνευματικὴν θεωρίαν, τὴν ἀνθρωπότητα νόει, παραλαμβανομένην ἐκ τοῦ κατ' ἀντικρὺ τόπου τοῦ παραδείσου, ἵνα ἀγαλματοφοροῦσα εἰς τὸν παράδεισον εἰσέλθῃ. Μὴ ἀποβιάζου πένητα. [ξοδ. φ. 94 β.] Δεῖ μηδένα πένητα ἢ πτωχὸν ἢ ἀσθενῆ ἀποβιάζεσθαι ἢ ἀτιμάζειν. Ὁ γὰρ Κύριος ἐκζητεῖ ταῦτα πάντα, καὶ κρίνας δικαίως ἀνταποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτῶν. Ὁ γὰρ μὴ θλίψας, ἢ ἀδικήσας, ἢ λόγοις ἀτιμάσας τοὺς προειρημένους, ἑαυτὸν ἐῤῥύσατο αἰωνίων κολάσεων, καὶ ἄσυλον ἐφύλαξε τὴν ἑαυτοῦ ψυχήν. Μὴ δίδου σεαυτὸν εἰς ἐγγύην. [ξοδ. φ. 95 α.] Μὴ ἀπερισκέπτως ἐγγυῶ· ἤτοι μὴ ἀναδέχου πράξεις ἀλλοτρίας, μὴ εὑρεθῇ τί σοι ὧν ἐμαρτύρησας, πάντως ἐπὶ σὲ ἡ τοῦ τοιούτου χρέους ἀπότισις μεταβήσεται, ἀδυνάτως ἔχοντα πρὸς ἀπότισιν, οὐδεὶς γὰρ ὑπὲρ ἄλλου ἀγαθὸς, ἀλλ' ἑαυτῷ. Λήψονται τὸ στρῶμα τὸ ὑπὸ τὰς πλευράς σου. Ἀφαιρεθήσῃ τὴν σκέπουσαν ἐλπίδα τὰς δυνάμεις σου, ὥστε αὐτὰς γυμνωθῆναι· πλευραὶ γὰρ δυνάμεις.– Ὄρη Σιὼν τὰ πλευρὰ τοῦ βοῤῥᾶ· οἱ ποτὲ δυνατοὶ παρὰ τῷ ψυχρῷ διαβόλῳ, νῦν ὄρη Σιὼν ἐγένοντο, οἱ ἅγιοι δηλονότι. ΚΕΦΑΛ. ΚΓʹ. Ἐὰν καθίσῃς δειπνεῖν ἐπὶ τραπέζης δυνάστου, νοητῶς νόει τὰ παρατιθέμενά σοι. [ξοδ. φ. 96 α.] Ὁ Χριστός ἐστιν ὄντως δυνάστης· αὐτοῦ δὲ τράπεζα καὶ ἐδέσματα, τὰ ῥήματα τῆς διδασκαλίας αὐτοῦ, καὶ τὰ αἰώνια ἀγαθὰ, ἃ ἡτοίμασε τοῖς ἀγαπῶσιν αὐτόν. Ἐκάθισε δὲ δειπνεῖν πᾶς Χριστιανὸς ἐπὶ τῆς τραπέζης αὐτοῦ· ὁ οὖν νοητῶς νοῶν, ἅπερ ὁ Ἰησοῦς ἔργοις καὶ λόγοις ἐδίδαξεν, ἐπιβάλλει τὴν χεῖρα αὐτοῦ, τουτέστιν ἄρχεται ἔργοις δεικνύειν ὅτι μιμητής ἐστι τοῦ Χριστοῦ, γινόμενος ταπεινὸς, καὶ πρᾶος, καὶ ἀγαπῶν πάντας, καὶ ὑπομένων θλίψεις. Ὁ δὲ μὴ ποιῶν ταῦτα, ἀλλὰ πρὸς τὰ τοῦ βίου τερπνὰ κεχηνὼς, μὴ ἐπιθυμείτω τῶν αἰωνίων ἀγαθῶν· οὐ γὰρ ἐπιτεύξεται αὐτῶν. Ταῦτα γὰρ τὰ τοῦ αἰῶνος τερπνὰ, ἔχεται ψευδοῦς ζωῆς· ἣν οἱ ἀγαπῶντες, τῶν αἰωνίων ἀγαθῶν οὐκ ἀπολαύσουσιν. Μὴ συνδείπνει ἀνδρὶ βασκάνῳ. [ξοδ. φ. 97 α.] Τοῦτό φησιν, ὅτι Οὐχ ἡδέως ἐσθίει τοῖς σοῖς βασκαίνων· ἢ ὅτι Οὐχ ἕξει χάριν τοῖς σιτίοις σου, ἀλλὰ καὶ ἀχαριστήσει· ἢ ὅτι Οὐ πρότερον ἀποστήσεται, ἕως ἂν αὐτὰ ἐμέσῃ. Ὃν τρόπον γὰρ εἴ τις καταπίοι τρίχα. Τουτέστιν ὥσπερ ὁ ἐμῶν, ἢ ὁ καταπίνων τρίχα, οὕτως οὐδὲ αὐτὸς ἐκεῖνος αἰσθήσεται τούτων. Καὶ ἐν διατρίψει λόγων τὰ σὰ χείλη πρὸς τὰ ἐμὰ χείλη. [ξοδ. φ. 97 β.] Ὅταν γὰρ συνετὴ ἡ διάλεξις ᾖ, πολλὴν αὐτὴν ἀνάγκη γενέσθαι καὶ μακρὰν, ἅτε κόρον οὐκ ἔχουσαν. Πίθος γὰρ τετρημένος ἐστὶν ἀλλότριος οἶκος. [ξοδ. φ. 99 α.] Οὐ ῥᾴδιον ἀνιμήσασθαι πρὸς τοὺς βεβλημένους λοιπόν· ἀλλὰ βαλεῖν μέν ἐστιν εὐχερὲς, ἐκβαλεῖν δὲ οὐκέτι. Καὶ ὁ πίνων δὲ ἐκ τῶν ἑτεροδόξων ὑδάτων, πνίγεται· στενὰ γὰρ ὄντα φρέατα, δι' ἀπάτης καὶ ψεύδους ἑαυτοὺς ἀποπνίγουσιν. Μὴ μεθύσκετε ἐν οἴνοις, κ. τ. λ. [ξοδ. φ. 99 β.] Ἐν οἴνῳ δὲ τῷ τε αἰσθητῷ μὴ μεθύσκεσθε, καὶ τῷ ἀπὸ τῆς Σοδομίτιδος ἀμπέλου. Προσέχετε μὴ πείσεσθε τὰ τῶν Σοδόμων· ἀλλὰ ὁμιλεῖτε τοῖς νῦν οὖσι δικαίοις, ἢ τοῖς τῶν παλαιῶν λόγοις· καὶ ἐντυγχάνετε ταῖς Γραφαῖς ταῖς ἐχούσαις τοὺς τῶν δικαίων βίους. Τὸ δὲ ἐν περιπάτοις ὁμιλεῖτε, τουτέστι δεῖν τὰς αὐτὰς ἐννοίας ἀνακυκλοῦν τε καὶ ἐπὶ τὴν τούτων αὐτῶν ἐξέτασιν ἐπιστρέφειν καὶ βαδίζειν, εἰ οἷόν τέ ἐστιν εἰπεῖν. Ἐὰν γὰρ εἰς τὰς φιάλας καὶ τὰ ποτήρια δῷ τοὺς ὀφθαλμούς σου. [ξοδ. φ. 99 β.] Φιάλας κατὰ διάνοιαν καὶ ποτήρια τὰ δυσσεβῆ λέγει δόγματα, τὰ μεθύσκοντα τὸν νοῦν· ἢ τὰς διαφόρους ἐπιθυμίας· ἢ ἑτεροδόξους διδασκαλίας. Ὁ οὖν ψευδοδιδακτούμενος γυμνοῦται τῆς ἀληθείας· καὶ τελευταῖον τεθνήξεται τὸν τῆς ψυχῆς θάνατον. Οἱ ὀφθαλμοί σου ὅταν ἴδωσιν ἀλλοτρίαν, τὸ στόμα σου τότε λαλήσει σκολιά. [ξοδ. φ. 100 α.] Οὐ μόνον περὶ πόρνης εἴρηται, ἀλλὰ καὶ πάσης πονηρᾶς ἐπιθυμίας. Ὅταν γὰρ νοῦς πρὸς τὴν κακὴν πρᾶξιν ὁρμήσῃ, τότε ἡ καρδία, ὃ λέγει στόμα, μελετᾷ σκολιά· τότε γὰρ ἔσται ὡς ἐν καρδίᾳ θαλάσσης, ὑπὸ τῆς ἅλμης τῶν πολλῶν λογισμῶν πνιγόμενος. Καὶ ὡς κυβερνήτης ἐν πολλῷ κλύδωνι, ὑπὸ τῶν τῆς κακῆς ἐπιθυμίας κυμάτων ὠθούμενος, πρὸς τὴν πονηρὰν πρᾶξιν ἀγωνιᾷ. Ἐρεῖς δέ· Τύπτουσί με, καὶ οὐκ ἐπόνεσα. Ὁρᾷς τὸν χειμῶνα ἠρμένον; Οὐδὲν γὰρ γινόμενον πλέον ὁ τοιαῦτα ἐγκαλῶν ζητεῖ. Πότε ὄρθρος ἔσται, ὁρᾷς εὐθέως ἐκ προοιμίων τῆς ἡμέρας αὐτὸν ἐπιγινόμενον πρὸς πότον. Καὶ τὸν καιρὸν τῆς τῶν ἀναγκαίων ἐργασίας, ὃν πάντες ποιοῦνται προοίμιον σπουδῆς, τοῦτον οὗτος ἔχει τῶν ἐπιθυμιῶν· οὐκ ἄρα μέθη καὶ τριβὴ πενίας ποιητικὸν μόνον, ἀλλὰ καὶ τοῦ νοσήματι περιβάλλειν χαλεπῷ καὶ ἀνιάτῳ, καὶ οὐκ ἔχοντι διόρθωσιν. Καὶ τὸ πρὸς πληγὰς καὶ πρὸς γέλωτα ἀνέκδοτον εἶναι ὅσον κακόν. Καὶ κατακείσῃ ὥσπερ ἐν καρδίᾳ θαλάσσης, κ. τ. λ. [ιβιδ.] Τουτέστιν ὅτε τὰ σὰ ἁλωθῇ ἀμηχανίᾳ λοιπὸν, καὶ οὐδεμία διόρθωσις. Τί γὰρ ὄφελος, εἰπέ μοι, τῆς τέχνης, τοῦ χειμῶνος ἐπικρατοῦντος; ΚΕΦΑΛ. ΚΔʹ. Μετὰ σοφίας οἰκοδομεῖται οἶκος, κ. τ. λ. [ξοδ. φ. 100 β.] Σοφίαν καὶ σύνεσιν καὶ αἴσθησιν, τὸν Χριστὸν ὀνομάζει· οἶκον δὲ τὴν ἑαυτοῦ Ἐκκλησίαν ἣν ᾠκοδόμησε, καὶ τὰ ταμιεῖα αὐτῆς ἐνέπλησε παντὸς πλούτου τιμίου καὶ καλοῦ. Ταμιεῖα δέ εἰσιν αἱ καρδίαι τῶν πιστευσάντων εἰς Χριστὸν, καὶ κατὰ μίμησιν αὐτοῦ πολιτευομένων, καὶ πληρωθεῖσαι ἐννοιῶν καὶ λόγων καὶ ἔργων. Δι' αὐτῶν γὰρ ἀξιοῦνται τῶν αἰωνίων ἀγαθῶν. Κρείσσων σοφὸς ἰσχυροῦ· καὶ ἀνὴρ φρόνησιν ἔχων γεωργίου μεγάλου. [ξοδ. φ. 101 α.] Οὐ γὰρ ἁπλῶς, ἀλλὰ μεγάλου. Ὅσα γὰρ ἡ γῆ τούτῳ κατ' ἔτος ἐκφέρει, τοσαῦτα [ἡ φρόνησις] ἐκείνῳ· ἢ καὶ πολλῷ βελτίων φρόνησις· τὸ μὲν γὰρ γεώργιον ὑπόκειται ἀνωμαλίᾳ ἀέρος. Μετὰ κυβερνήσεως γίνεται πόλεμος. [ξοδ. φ. 191 β.] Πρᾶγμα αὐτῆς γέμον ταραχῆς, πρᾶγμα πολυχειρίας δεόμενον. Ἢ τοῦτο φησὶν, ὅτι οὐχ ἁπλῶς δεῖ πολέμοις ἐπιτρέχειν. Ὅρα γὰρ, ὅταν ἑλέσθαι δέῃ, φησὶν, οὐχὶ ἡ σοφία εἰς μέσον παράγεται; Ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ. [ξοδ. φ. 103 α.] Εἰ γὰρ ἐπιχαίρεις ὡς ἀμύνης τυχὼν, ὁ Δεσπότης μέχρι τούτου στήσεται διὰ φιλανθρωπίαν· καὶ οὐκ ἐκδικήσει δὶς ἐπὶ τὸ αὐτό. Ἢ καὶ ἐλεεῖ μὲν τὸν πεσόντα, ὀργίζεται δὲ τῷ ἐπαρθέντι. Πᾶς γὰρ ὁ ἐπιχαίρων ἀπολλυμένῃ ψυχῇ, ὅμοιος τῷ διαβόλῳ τῷ μηδένα σωθῆναι θέλοντι. Σημειωτέον δὲὅτι ἐνταῦθα ἄνθρωπον εἴρηκε τὸν ἐχθρὸν, ὑπὲρ οὗ καὶ προσεύχεσθαι ἐν τοῖς Εὐαγγελίοις προσταττόμεθα καὶ τοῦτον ἀγαπᾷν. Εἰ γὰρ καλόν σοι τὸ ἀγωνίζεσθαι, εὔχου διαμένειν τὸν ἀντίπαλον μᾶλλον. Φοβοῦ τὸν Θεὸν, υἱὲ, καὶ βασιλέα. [ξοδ. φ. 103 β.] Ἀληθῶς βασιλέα Χριστὸν τὸν Θεόν. Ἢ βασιλέα, τὸν πρὸ τῶν βασιλευομένων ἑαυτοῦ βασιλεύοντα. Μήθ' ἑτέρῳ αὐτῶν ἀπείθει. Ὁ γὰρ ὑπὸ Θεοῦ χειροτονουμένῳ βασιλεῖ ἀπειθῶν, τὸν Θεὸν ἀτιμάζει· ἐξαίφνης γὰρ τίσονται τοὺς ἀσεβεῖς· ἐπεὶ μηδεὶς οἶδε τὴν ὥραν ἐκείνην ἢ τὴν ἡμέραν. Πολλάκις δὲ καὶ ἔτι ζώντων ἀδοκήτως ἡ ἐκδίκησις γίνεται. Τὸ γὰρ εὔλογον καὶ αἴτιον τῆς ἐπιφορᾶς τῶν τιμωριῶν, εἰδέναι μόνου ἐστὶ τοῦ κρίνοντος, καὶ εἴ τις ἐκείνου φίλος. Ἐκτὸς τοῦ Κυρίου καὶ τοῦ βασιλέως, μὴ φίλους ἔχε· οἱ γὰρ μὴ τούτων φίλοι, ἐχθροὶ αὐτῶν εἰσί· τοὺς δὲ αὐτῶν μὴ φίλους, μὴ ἔχε φίλους. ΚΕΦΑΛ. ΚΕʹ. Δόξα Θεοῦ κρύπτει λόγον. [ξοδ. φ. 119 α.] Ὁ τὴν τοῦ Θεοῦ δόξαν, ἢ τὴν τοῦ Θεοῦ βασιλείαν κρύπτων, ἢ ὁ βουλόμενος τὸν Θεὸν δοξάζειν, ἢ βασιλέα, ὑπακούειν ὀφείλει. Κρύπτειν δὲ τὸ φυλάττειν ἐστί. Χάρις καὶ φιλία ἐλευθεροῖ. Ὁ κεχαριτωμένος ἄνθρωπος, φίλτατος, ἃ δύναται ἐλευθερῶσαι αὐτοῦ τὸ φρόνημα. Ἐσθίειν μέλι πολὺ, οὐ καλόν. Καὶ ἀνωτέρω μέλι, ἡ ἀλληγορία εἴρηται. Πολὺ οὖν εἶναι περὶ τούτων ὄντων θεωρίαν ἀσύμφορον. Μὴ σοφίζου γὰρ πολλὰ, μήποτε ἐκπλαγῇς· ἀλλαχοῦ, Ἡ γνῶσις φυσιοῖ. Συμμέτρως δεῖ τοίνυν τούτοις προσιέναι, καὶ τιμᾷν τοὺς ἐνδόξους λόγους τοῦ Κυρίου, οἳ εἰσὶν ἀργύριον καὶ χρυσίον, καὶ γλυκύτεροι ὑπὲρ μέλι καὶ κηρίον. ΚΕΦΑΛ. Λʹ. Τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίῳ; [ξοδ. φ. 105 β.] Τὴν ἀληθῆ γνῶσιν ἐναπέθετο ταῖς ἀρεταῖς· ἤγουν, τίς διὰ τῆς ἑαυτοῦ πολιτείας τῇ τῶν πραγμάτων ἀστάτῳ καταστάσει δέδωκε στάσιν; Ἐν γὰρ τῇ πολιτείᾳ αὑτοῦ πᾶσαν τὴν ῥευστὴν ζωὴν ἀπέκλεισεν, ἐπεὶ ἁμαρτίαν οὐκ ἐποίησεν. Ὅτι δὲ ἱμάτιον λέγει τὴν πολιτείαν, Ὁ ἐν τῷ ἀγρῷ, φησὶ, μὴ ἐπιστρεψάτω ἆραι τὸ ἱμάτιον αὑτοῦ, ἤγουν τὴν προτέραν πολιτείαν, ὁ τὸν πνευματικὸν ἀγρὸν ἐργαζόμενος. Τῇ Βδέλλῃ τρεῖς θυγατέρες ἦσαν, κ. τ. λ. [ξοδ. φ. 109 α.] Βδέλλα ὁ διάβολος, ὡς τὸ τῶν ψυχῶν αἷμα, τουτέστι τὴν ζωτικὴν αὐτῶν δύναμιν, ἐκμύζων. Ἔχει δὲ θυγατέρας καὶ οὐχὶ υἱούς· οὐδὲν γὰρ ἀνδρεῖον, ἀλλὰ πασᾶν ἡδονὴν ἐκτεθηλυμμένην· ᾅδης, ἡ κακία, θυγάτηρ οὖσα τοῦ διαβόλου, ἀναιροῦσα ψυχὰς καὶ κόρον οὐ λαμβάνουσα. Γυναικὸς ἔρως, ἡ ἄθεος διδασκαλία, τῆς ἀπάτης μὴ πληρουμένη. Γῆ τε ἐμπιπλαμένη ὕδατος, ψυχὴ ψαμμώδης καὶ ἄγονος, ποτιζομένη μὲν ἀεὶ ταῖς Γραφαῖς, μηδὲν δὲβελτιουμένη. Ἐφ' αἷς πάσαις τὸ πῦρ ἐστι τῶν κολάσεων. Ὀφθαλμὸν καταγελῶντα τοῦ πατρός. [ξοδ. φ. 110 α.] Ὀφθαλμὸς ὁ νοῦς, ὃς αἴτιος τοῦ κατορθοῦν ἢ ἁμαρτάνειν. Ὅταν οὖν οὗτος κατὰ τῆς ἀβύσσου, τῶν τοῦ Θεοῦ λέγω κριμάτων, ἢ τὰς Γραφὰς διασύρῃ, τὸν οὐράνιον ἀτιμάζει Πατέρα, καὶ τὴν παρ' αὐτοῦ δοθεῖσαν ἀρχαίαν γνῶσιν τοῖς προφήταις καὶ ἀποστόλοις. Τὸν δὲ τοιοῦτον ἐκκόπτουσι πονηραί τινες δυνάμεις ταῖς κολάσεσιν ὑπηρετούμεναι, καὶ τὴν μερικὴν ἐπάγουσαι κάθαρσιν, ἃς κόρακας εἶπεν· οἱ δὲ ὅλον κατεσθίοντες, ἀετοὶ καλοῦνται, διὰ τὸ τὴν καθ' ὅλου κάθαρσιν πιστεύεσθαι. Τρία δὲ ἔστιν ἀδύνατά μοι νοῆσαι, κ. τ. λ. [ξοδ. φ. 110 β.] Ταῦτα πάντα σωφροσύνης παιδευτικά. Τοιαύτη ἡ ὁδὸς γυναικὸς μοιχαλίδος· ὥσπερ ἐκείνη τὴν πορνείαν κρύπτει, οὕτω καὶ ἐνταῦθα. Τίνος οὖν ἕνεκεν τοῦτό φησιν, ὅτι ἀκατάληπτον τὸ πρᾶγμα; Βουλόμενος ἡμᾶς εἰς σωφροσύνην ἀγαγεῖν πάνυ· δεῖ γὰρ τοσαύτην ἐπιδείκνυσθαι σωφροσύνην, ὡς μηδὲ πονηρὰν ὑποψίαν λαβεῖν. Ἐὰν οἰκέτης βασιλεύσῃ. [ξοδ. φ. 112 β] Ἐὰν οἰκέτης, φησὶ, βασιλεύσῃ τις. Ἢ ὁ λαὸς τῶν υἱῶν Ἰσραὴλ, οἰκέτης ἐν γῇ Αἰγύπτῳ γενόμενος, καὶ οὕτως βασιλεύσας ἐν τῇ ἰδίᾳ γῇ, κατεστρηνίασε τοῦ Χριστοῦ. Καὶ ἄφρων πλησθῇ σιτίων. Ἔφαγε γὰρ καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος. Καὶ οἰκέτις ἐὰν ἐκβάλῃ τὴν ἑαυτῆς κυρίαν. Τουτέστιν ἡ ἐπίγειος Ἱερουσαλὴμ, παιδίσκη πάντων γεγενημένη ἐθνῶν, ἐξέβαλε τὴν ἑαυτῆς κυρίαν, τὴν ἁγίαν σάρκα Κυρίου, κυριοκτόνος γενομένη. Καὶ μισητὴ γυνὴ ἐὰν τύχῃ ἀνδρὸς ἀγαθοῦ. Τίς οὖν γυνὴ μισητὴ, ἀλλ' ἢ ἡ Συναγωγὴ τῶν Ἰουδαίων, ἡ μὴ ἀγαπήσασα τὸν Χριστὸν Θεὸν, τὸν παρθενικὸν ἄνδρα αὐτῆς; Ἀλλ' ἀεὶ ῥεμβομένη περὶ τὰ εἴδωλα πορνεύουσα ἐν αὐτοῖς· λέγει γὰρ διὰ τοῦ προφήτου· Ἐμοίχευσε τὸ ξύλον καὶ τὸν λίθον ἡ ἀσύνετος Ἰουδαία, Ὅρα οὖν ἀγαθοσύνην καὶ εὐσπλαγχνίαν Χριστοῦ· Καὶ εἶπα, φησὶ, μετὰ τὸ πορνεῦσαι αὐτήν· Ἐπίστρεψον πρός με, λέγει Κύριος. Ἐὰν οἰκέτης βασιλεύσῃ· καὶ μὴν αὐτὸς εἶπεν ὅτι οἰκέτης ἄρξει δεσποτῶν ἀφρόνων. Ἀλλ' ἐνταῦθα οὐχὶ τὸν συνετὸν οἰκέτην φησὶ, ἀλλ' ἁπλῶς οἰκέτην· ἐπειδὴ παρὰ τὴν ἀξίαν πράττει τινὰ ἀνοίᾳ· κἀκεῖνοί εἰσιν αἴτιοι, οἱ χειροτονήσαντες αὐτόν· ἀλλ' οὐκ οἶδε, φησὶ, ὅπως τῇ ἀρχῇ χρήσηται. Εἰ γὰρ τοὺς ἐλευθερίως τραφέντας ἐκτραχηλίζει τὸ πρᾶγμα, πολλῷ μᾶλλον τούτους· οὐδὲν οὕτως πρὸς ἀρχὴν ἐπιτήδειον, ὡς τὸ ταπεινοφρονεῖν· ἐβασίλευσεν οἰκέτης ὁ Ἱεροβοὰμ, καὶ ὅρα ὅσα κακὰ ἐποίησεν, ἃ οὐδεὶς τῶν πρὸ αὐτοῦ καὶ ἐπ' αὐτόν. Τέσσαρα δὲ ἐλάχιστα ἐπὶ τῆς γῆς, κ. τ. λ. [ξοδ. φ. 113 β.] Λέγει περὶ τῆς κτίσεως, ἵνα μὴ πρὸς τὴν εὐτέλειαν τῆς κατασκευῆς ἴδῃς τῆς σωματικῆς· ὅρα πῶς πείθει μὴ πρὸς τὰ αἰσθητὰ ἐπτοῆσθαι· οἷά ἐστιν σοφώτερα τῶν σοφῶν, οὐχὶ τῶν ἀνθρώπων, ἀλλὰ τῶν ζώων, τῶν ἀλόγων τῶν μεγάλων· ταῦτα σοφίᾳ κρατεῖ. Ὅρα πῶς προνοητικὸς τοῦ μέλλοντος ὁ μύρμηξ, πῶς οὐ ῥᾳθυμεῖ, καίτοι τοῦ καιροῦ κελεύοντος τοῦ θέρους. Πῶς τὴν ἀπὸ τῆς φύσεως ἀσθένειαν διορθοῦται τῇ προνοίᾳ. Διὰ γὰρ τοῦτο ἐν τοῖς ἀσθενέσι μεμαθηκέναι [δεῖ] τὴν σοφίαν, ἵνα μὴ ἐκ παντὸς τρόπου τὰ σωματικὰ συζητῇς. Εἰ γὰρ ἦν ἰσχυρὸν, οὐκ ἂν ἐφάνη ἡ σοφία. Καὶ οἱ χοιρογρύλλιοι ἔθνος οὐκ ἰσχυρόν. Οὐχ ἁπλῶς ἐφ' ἑκάστου μέμνηται τῆς ἀσθενείας, ἀλλ' ἵνα δείξῃ τῆς σοφίας τὴν ἰσχύν· κἀκείνους μὲν ἀπὸ τῆς τροφῆς, τούτους δὲ ἀπὸ τῆς οἰκήσεως τελείως ἀνάλωτα. Καὶ τούτοις τὰ καταγώγια λέγει. Ἀβασίλευτον ἡ ἀκρίς. Ἐνταῦθα τὰ πολιτικὰ, τὸ πειθήνιον, τὸ ὁμονοητικὸν, τὸ κινητικὸν, τὸ τῆς συμφωνίας τῆς ἀφάτου. Ταῦτα γὰρ ἡμῶν συνέχει τὴν ζωὴν, τροφὴ, οἴκησις, στρατεία. Ὁρᾷς ὥσπερ ἀσθενῆ ἐκεῖνα, οὕτως καὶ ταῦτα ἄναρχα, καὶ οὐδὲν παρεβλάβη, ἀλλ' ἐν τῇ φύσει τὴν εὐταξίαν ἔχει; Οὐκ ἄν τις ἁμάρτοι καὶ τῶν ἀνθρώπων ταῦτα σοφώτερα εἰπών. Κατὰ τοῦτο πῶς διατηρεῖ τὴν εὐταξίαν. Καὶ ἀσκαλαβώτης χερσὶν ἐρειδόμενος, ὁμορόφιος τοῖς κρατοῦσίν ἐστι, φησί. Τὸ ζῶον τοῦτο τὸ εὐάλωτον, καὶ οὐδεὶς λυμαίνεται τοῦτον. Καὶ ἀλέκτωρ ἐμπεριπατῶν ἐν θηλείαις εὔψυχος. [ξοδ. φ. 115 α.] Ἐν τοῖς οἰκείοις καλὸς ἀλέκτωρ, φησίν. Ἀλλ' ὥσπερ οὗτος ἐν τοῖς οἰκείοις, οὕτως καὶ σὺ ἐν ἀνθρώποις μὴ μέγα φρόνει, φησί. Τί δὲ εὐτελέστερον ἀλέκτορος; ἀλλ' ἐπὶ τῆς οἰκείας ἀρχῆς μέγα φρονεῖ. Ὁ μὲν σώματι κρατεῖ, ὁ δὲ φύσει, ὁ συνέσει. Οὐ γὰρ δεῖ κατὰ τὰ ἄλογα σωματικῶς καὶ φυσικῶς διακρατεῖν, ἀλλὰ καὶ λόγῳ καὶ πειθοῖ· ὅπερ γὰρ ἐκείνῳ μὲν ἰσχὺς, τούτῳ δὲ ἡ φύσις, τοῦτο τοῦ βασιλέως τὸ λογικόν· διὰ τοῦτό φησι· Καὶ τράγος ἡγούμενος αἰπολίου. Ὡς ἐξουσίαν ἔχων ἐδίδασκε, καὶ οὐχ ὡς οἱ γραμματεῖς, ὥστε ἐκπλήττεσθαι. [ξοδ. φ. 115 β.] Οὗτος γὰρ, φησὶν, ἐστὶν ὁ ὑπὲρ ἁμαρτίας κόσμου σφαγεὶς, καὶ ὡς θῦμα προσαχθεὶς, καὶ ὡς ἐρήμῳ εἰς ἔθνη πεμφθείς· καὶ κόκκινον ἔριον ἐπὶ κεφαλὴν ὑπὸ τῶν ἀπίστων στεφανωθείς· καὶ ἀνθρώπων λύτρον γενηθείς· καὶ ζωὴ πάντων δειχθείς. Καὶ βασιλεὺς δημηγορῶν ἔθνει. Ὁ ὑπὸ Ἡσαΐου προφητευθείς· Βασιλέα γὰρ, φησὶ, μετὰ δόξης ὄψεσθε. Οὗτος ὁ δημηγορῶν ἐν ἔθνει πιστῷ, καὶ παῤῥησίᾳ δι' Εὐαγγελίων ὁμιλῶν. Ἄμελγε γάλα, καὶ ἔσται βούτυρον. [ξοδ. φ. 116 β.] Ἄμελγε πιστῶς τὰς δύο διαθήκας τοῦ Χριστοῦ, καὶ εὑρήσεις ἐντολὰς, ὡς γάλα· ἵνα τρεφόμενος ἐν αὐταῖς, εἰς πιστὸν τέλειον ἄρτον καταντῆσαι δυνηθῇς. ΚΕΦΑΛ. ΛΑʹ. Δίδοτε οἶνον πίνειν τοῖς ἐν ὀδύναις. [ξοδ. φ. 118 α.] Δίδοτε οἶνον, εἶπε· τὴν καταλελυμένην γὰρ ψυχὴν ἐκθερμαίνεσθαι χρή· οὐχὶ τὸν ἄρχοντα τὸν τύφου γέμοντα πρὸς τὴν θέρμην ἐξάγειν· τῆς ἀπὸ τῆς ἀρχῆς θερμασίας ἀρκούσης αὐτῷ. Πλάτυνον τὸ στόμα πλατύτερον, καὶ πεπαῤῥησιασμένον λάμβανε λόγον.

Spanish Gemini
21.1

Intertext edge

Open linked passage

Note