Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Colossians
John ChrysostomHom. Col. 1.0 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
1.0
Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θε λήµατος Θεοῦ, καὶ Τιµόθεος ὁ ἀδελφὸς, τοῖς ἐν Κολοσσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ, χάρις ὑµῖνκαὶ εἰρήνη ἀπὸ Θεοῦ Πα τρὸς ἡµῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
1.1
Πᾶσαι µὲν ἅγιαι αἱ ἐπιστολαὶ Παύλου, ἔχουσι δέ τι πλέον αἱ δεδεµένου αὐτοῦ πεµπόµεναι, οἵα ἐστὶν ἡ πρὸς Ἐφεσίους, οἵα ἡ πρὸς Φιλήµονα, οἵα ἡ πρὸς Τιµόθεον, οἵα ἡ πρὸς Φιλιππησίους, οἵα αὕτη ἡ παροῦσα· καὶ γὰρ καὶ αὕτη δεσµίου ὄντος ἐπέµπετο, καθὼς γράφων ἔλεγε·∆ ιὸ καὶ δέδεµαι, ἵνα φανερώσω αὐτὸ, ὡς δεῖ µε λαλῆσαι. Ἀλλ' αὕτη µὲν δοκεῖ τῆς πρὸς Ῥωµαίους ὑστέρα εἶναι. Ἐκείνην µὲν γὰρ οὐδέπω ἰδὼν Ῥωµαίους ἔγραφε, ταύτην δὲ ἤδη τεθεαµένος, καὶ πρὸς τῷ τέλει τοῦ κηρύγµατος ὤν. Καὶ δῆλον ἐκεῖθεν· ἐν γὰρ τῇ ἐπιστολῇ φησι τῇ πρὸς Φιλήµονα, Τοιοῦτος ὢν, ὡς Παῦλος πρεσβύτης, καὶ ὑπὲρ Ὀνησίµου ἀξιῶν· ἐν ταύτῃ δὲ αὐτὸν πέµπει τὸν Ὀνήσιµον, καθώς φησι, Σὺν Ὀνησίµῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, πιστὸν καὶ ἀγαπητὸν, καὶ ἀδελφὸν αὐτὸν καλῶν.∆ ιὸ καὶ θαῤῥούντως λέγει ἐν ταύτῃ τῇ ἐπιστολῇ· Ἀπὸ τῆς ἐλπίδος τοῦ Εὐαγγελίου, οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν· ἤδη γὰρ χρόνον εἶχε τὸ κήρυγµα. Ταύτης οὖν ὑστέραν οἶµαι τὴν πρὸς Τιµόθεον εἶναι, καὶ πρὸς αὐτῇ τῇ τελευτῇ λοιπόν· ἐκεῖ γάρ φησιν, Ἐγὼ γὰρ ἤδη σπένδοµαι. Τῆς µὲν οὖν πρὸς Φιλιππησίους ἥδε πρεσβυτέρα· ἐν ἐκείνῃ γὰρ φαίνεται ἀρχὴν ἔχων τῶν δεσµῶν τῶν ἐν τῇ Ῥώµῃ. Τίνος δὲ ἕνεκεν λέγω πλέον ἔχειν ταύτας τὰς ἐπιστολάς; Κατὰ τοῦτο, ὅτι ἐν δεσµοῖς ὢν αὐτὰς γράφει· ὡς ἂν εἰ ἀριστεὺς σφαγὰς µεταξὺ καὶ τρόπαια ἱστὰς ἐπέστελλεν· οὕτω δὲ ἐποίει καὶ αὐτός. Οἶδε γὰρ καὶ αὐτὸς τοῦτο µέγα ὄν· τῷ γὰρ Φιλήµονι γράφων φησὶν, Ὃν ἐγέννησα ἐν τοῖς δεσµοῖς µου. Ταῦτα δὲ εἶπεν, ἵνα µὴ ἀσχάλλωµεν πρὸς τὰ δεινὰ, ἀλλὰ καὶ χαίρωµεν. Ἐνταῦθα ἦν παρὰ τούτοις Φιλήµων· καὶ γὰρ ἐκεῖ γράφων φησὶ, Καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡµῶν· καὶ ἐνταῦθα, Εἴπατε Ἀρχίππῳ.∆ οκεῖ µοι οὗτος ἐγκεχειρίσθαι τινὰ τῆς Ἐκκλησίας. Οὐκ εἶδε δὲ οὔτε τούτους, οὔτε Ῥωµαίους, οὔτε Ἑβραίους, ἡνίκα ἔγραφε πρὸς αὐτούς. Καὶ περὶ µὲν ἐκείνων πολλαχοῦ δηλοῖ, περὶ δὲ τούτων ἄκουε αὐτοῦ λέγοντος, Καὶ ὅσοι οὐχ ἑωράκασι τὸ πρόσωπόν µου ἐν σαρκί· καὶ πάλιν, Εἰ καὶ τῇ σαρκὶ ἄπειµι, ἀλλὰ τῷ πνεύµατι σὺν ὑµῖν εἰµι. Οὕτως ᾔδει µέγα ὂν τὴν παρουσίαν αὐτοῦ πανταχοῦ, καὶ ἀεὶ ἑαυτὸν καὶ ἀπόντα ἐφίστησι· καὶ ὅταν κολάζῃ τὸν πορνεύοντα, ὅρα πῶς ἑαυτὸν ἐφίστησι τῷ δικαστηρίῳ. Ἐγὼ µὲν γὰρ, φησὶν, ὡς ἀπὼν τῷ σώµατι, παρὼν δὲ τῷ πνεύµατι, ἤδη κέκρικα ὡς παρών· καὶ πάλιν, Ἐλεύσοµαι πρὸς ὑµᾶς, καὶ γνώσοµαι οὐ τὸν λόγον τῶν πεφυσιωµένων, ἀλλὰ τὴν δύναµιν· καὶ πάλιν, Μὴ µόνον ἐν τῷ παρεῖναί µε πρὸς ὑµᾶς, ἀλλὰ πολλῷ µᾶλλον ἐν τῷ ἀπεῖναί µε. Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήµατος Θεοῦ. Ἄξιον δὲ καὶ τὴν ὑπόθεσιν εἰπεῖν, ἣν ἐκ τῆς ἐπιστολῆς εὕροµεν. Τίς οὖν ἐστιν αὕτη;∆ ι' ἀγγέλων προσήγοντο τῷ Θεῷ, παρατηρήσεις εἶχον πολλὰς καὶ Ἰουδαϊκὰς καὶ Ἑλληνικάς. Ταῦτ' οὖν διωρθοῦται.∆ ιὰ τοῦτο καὶ ἀρχόµενός φησι,∆ ιὰ θελήµατος Θεοῦ. Ἰδοὺ πάλιν τὸ,∆ ιὰ, τέθεικε. Καὶ Τιµόθεος ὁ ἀδελφὸς, φησίν. Οὐκοῦν καὶ αὐτὸς ἀπόστολος. Εἰκὸς δὲ καὶ τοῦτον αὐτοῖς γνωρίζεσθαι. Τοῖς ἐν Κολοσσαῖς ἁγίοις. Ἡ πόλις τῆς Φρυγίας ἦν· καὶ δῆλον ἐκ τοῦ τὴν Λαοδίκειαν πλησίον εἶναι· Καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ. Πόθεν, φησὶν, ἅγιος γέγονας, εἰπέ µοι; πόθεν πιστὸς καλῇ; οὐχ ὅτι διὰ τοῦ θανάτου ἡγιάσθης τοῦ Χριστοῦ; οὐχ ὅτι εἰς Χριστὸν πιστεύεις; Πόθεν ἀδελφὸς γέγονας; οὐ γὰρ ἐν ἔργῳ, οὐδὲ ἐν λόγῳ, οὐδὲ ἐν κατορθώµατι πιστὸς ἐφάνης. Πόθεν τοσαῦτα ἐπιστεύθης, εἰπέ µοι, µυστήρια; οὐ διὰ Χριστόν; Χάρις ὑµῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡµῶν. Πόθεν ἡ χάρις ὑµῖν; πόθεν ἡ εἰρήνη; Ἀπὸ Θεοῦ, φησὶ, Πατρὸς ἡµῶν. Καίτοι ἐν ταύτῃ τὸ τοῦ Χριστοῦ οὐ τίθησιν ὄνοµα. Πρὸς τοὺς τὸ Πνεῦµα διαβάλλοντας ἐρῶ, πόθεν ὁ Θεὸς Πατὴρ τῶν δούλων; ταῦτα τὰ µεγάλα τίς κατώρθωσε; τίς ἅγιόν σε ἐποίησε; τίς πιστόν; τίς υἱὸν τοῦ Θεοῦ; Ὁ ποιήσας σε ἀξιόπιστον, αὐτὸς καὶ τοῦ πιστευθῆναί σε ἅπαντα αἴτιος.
1.2
Πιστοὶ γὰρ οὐ διὰ τὸ πιστεύειν καλούµεθα µόνον, ἀλλὰ καὶ διὰ τὸ πιστευθῆναι παρὰ τοῦ Θεοῦ µυστήρια, ἅπερ οὐδὲ ἄγγελοι πρὸ ἡµῶν ᾔδεσαν. Ἀλλ' ἀδιάφορον τῷ Παύλῳ οὕτω ταῦτα τιθέναι. Εὐχαριστοῦµεν τῷ Θεῷ τῷ Πατρὶ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ. Ἐµοὶ δοκεῖ πάντα ἐπὶ τὸν Πατέρα ἀνατιθέναι, ὥστε µὴ εὐθέως αὐτοῖς προστῆναι τὸν λόγον. Πάντοτε περὶ ὑµῶν προσευχόµενοι. Οὐ διὰ τῆς εὐχαριστίας µόνον, ἀλλὰ καὶ τῆς διηνεκοῦς εὐχῆς τὴν ἀγάπην δείκνυσιν, ὅτι καὶ οὓς οὐχ ἑώρα, τούτους εἶχε διὰ παντὸς ἐν ἑαυτῷ. Ἀκούσαντες τὴν πίστιν ὑµῶν ἐν Χριστῷ Ἰησοῦ. Ἀνωτέρω, Τοῦ Κυρίου ἡµῶν, εἰπὼν, ἐνταῦθα, Ἰησοῦ Χριστοῦ λέγει. Αὐτός ἐστι Κύριος, φησίν· οὐχ, οἱ δοῦλοι Ἰησοῦ Χριστοῦ. Καὶ ταῦτα σύµβολα τῆς εὐεργεσίας· Αὐτὸς γὰρ, φησὶ, σώσει τὸν λαὸν αὑτοῦ ἀπὸ τῶν ἁµαρτιῶν αὐτῶν. Ἀκούσαντες τὴν πίστιν ὑµῶν ἐν Χριστῷ Ἰησοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους. Ἤδη οἰκειοῦται αὐτούς. Ἐπαφρόδιτός ἐστιν ὁ ταῦτα ἀπαγγέλλων. Πέµπει δὲ τὴν ἐπιστολὴν διὰ Τυχικοῦ, ἐκεῖνον παρ' ἑαυτῷ κατασχών. Καὶ τὴν ἀγάπην, φησὶ, τὴν εἰς πάντας τοὺς ἁγίους. Οὐκ εἰς τόνδε καὶ τόνδε· οὐκοῦν καὶ εἰς ἡµᾶς.∆ ιὰ τὴν ἐλπίδα τὴν ἀποκειµένην ὑµῖν ἐν τοῖς οὐρανοῖς. Τὰ µέλλοντα, φησὶν, ἀγαθά. Τοῦτο πρὸς τοὺς πειρασµοὺς, ὥστε µὴ ἐνταῦθα ζητεῖν τὴν ἄνεσιν. Ἵνα γὰρ µή τις εἴπῃ, καὶ τί τὸ κέρδος τῆς ἀγάπης τῆς εἰς τοὺς ἁγίους, κοπτοµένων αὐτῶν; χαίροµεν, φησὶν, ὅτι µεγάλα ἑαυτοῖς προξενεῖτε ἐν τοῖς οὐρανοῖς.∆ ιὰ τὴν ἐλπίδα, φησὶ, τὴν ἀπο κειµένην. Τὸ ἀσφαλὲς ἔδειξεν. Ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας. Ἐνταῦθα πλήττοντος αὐτούς ἐστι τὸ ῥῆµα, ὅτι πολὺν χρόνον ἔχοντες µετέστησαν. Ἣν προηκούσατε, φησὶν, ἐν τῷ λόγῳ τῆς ἀληθείας τοῦ Εὐαγγελίου. Καὶ ἀλήθειαν µαρτυρεῖ τῷ λόγῳ· εἰκότως· οὐδὲν γὰρ ψεῦδος ἐν αὐτῷ. Τοῦ Εὐαγγελίου. Οὐ λέγει, τοῦ κηρύγµατος, ἀλλ' εὐαγγέλιον καλεῖ, συνεχῶς ἀναµιµνήσκων αὐτοὺς τῶν εὐεργεσιῶν τοῦ Θεοῦ· καὶ πρῶτον ἐπαινέσας αὐτοὺς, οὕτω τούτων ἀναµιµνήσκει. Τοῦ παρόντος εἰς ὑµᾶς, καθὼς καὶ ἐν παντὶ τῷ κόσµῳ. Ἤδη χαρίζεται αὐτοῖς. Παρόντος δὲ µεταφορικῶς εἶπεν· οὐ παρεγένετο, φησὶ, καὶ ἀπέστη, ἀλλ' ἔµεινε καὶ ἔστιν ἐκεῖ. Εἶτα, ἐπειδὴ µάλιστα οἱ πολλοὶ ἐκ τοῦ κοινωνοὺς ἔχειν πολλοὺς τῶν δογµάτων στηρίζονται, διὰ τοῦτο ἐπήγαγε, Καθὼς καὶ ἐν παντὶ τῷ κόσµῳ. Πανταχοῦ, φησὶ, πάρεστι, πανταχοῦ κρατεῖ, πανταχοῦ ἕστηκε. Καὶ ἔστι καρποφορούµενον, καὶ αὐξανόµενον, καθὼς καὶ ἐν ὑµῖν. Καρποφορούµενον διὰ τὰ ἔργα, αὐξανόµενον τῷ πολλοὺς παραλαµβάνειν, τῷ µᾶλλον στηρίζεσθαι. Καὶ γὰρ ἐν τοῖς φυτοῖς τότε πυκνὰ γίνεται, ὅταν στηριχθῇ τὸ φυτόν. Καθὼς καὶ ἐν ὑµῖν. Προκαταλαµβάνει τὸν ἀκροατὴν τοῖς ἐπαίνοις, ὥστε µηδὲ ἄκοντα ἀποστῆναι. Ἀφ' ἧς ἡµέρας ἠκούσατε. Τὸ θαυµαστὸν, ὅτι ταχέως προσήλθετε καὶ ἐπιστεύσατε, καὶ εὐθέως ἐκ προοιµίων ἐπεδείξασθε τοὺς καρπούς. Ἀφ' ἧς ἡµέρας ἠκούσατε, καὶ ἐπέγνωτε τὴν χάριν τοῦ Θεοῦ ἐν ἀληθείᾳ. Οὐκ ἐν λόγῳ, φησὶν, οὐδὲ ἐν ἀπάτῃ, ἀλλ' ἐν αὐτοῖς τοῖς ἔργοις, Τοῦτο τοίνυν λέγει, Καρποφορούµενον· ἤτοι τὰ σηµεῖα καὶ τὰ θαύµατα ὅτι ἅµα ἐδέξασθε, ἅµα ἔγνωτε τὴν χάριν τοῦ Θεοῦ. Τὸ τοίνυν εὐθέως ἐπιδειξάµενον τὴν οἰκείαν δύναµιν πῶς οὐ χαλεπὸν νῦν ἀπιστεῖσθαι; Καθὼς καὶ ἐµάθετε παρὰ Ἐπαφρᾶ τοῦ ἀγαπητοῦ συνδούλου ἡµῶν. Τοῦτον εἰκὸς ἐκεῖ κεκηρυχέναι· ἐµάθετε τὸ Εὐαγγέλιον. Εἶτα τὸ ἀξιόπιστον δεικνὺς τοῦ ἀνδρὸς, φησὶ, Τοῦ συνδούλου ἡµῶν. Ὅς ἐστι πιστὸς ὑπὲρ ὑµῶν διάκονος τοῦ Χριστοῦ, ὁ καὶ δηλώσας ἡµῖν τὴν ὑµῶν ἀγάπην ἐν Πνεύµατι. Μὴ ἀµφιβάλλετε, φησὶ, περὶ τῆς µελλούσης ἐλπίδος· ὁρᾶτε τὴν οἰκουµένην ἐπιστρέφουσαν. Καὶ τί δεῖ λέγειν τὰ ἐν τοῖς ἄλλοις; τὰ ἐν ὑµῖν αὐτοῖς καὶ χωρὶς τούτων πιστά. Ἐπέγνωτε γὰρ τὴν χάριν τοῦ Θεοῦ ἐν ἀληθείᾳ· τουτέστιν, ἐν τοῖς ἔργοις. Ὥστε δύο ταῦτα τὰ µέλλοντα βεβαιοῦται, τό τε πάντας πιστεῦσαι, τό τε καὶ ὑµᾶς· καὶ οὐκ ἄλλα µὲν ἐγένετο, ἄλλα δὲ εἶπεν Ἐπαφρᾶς. Ὅς ἐστι, φησὶ, πιστός· τουτέστιν, ἀληθής. Πῶς δὲ, Ὑπὲρ ὑµῶν διάκονος; Τῷ πρὸς αὐτὸν ἀπελθεῖν, καὶ δηλῶσαι ἡµῖν, φησὶ, τὴν ὑµῶν ἀγάπην ἐν Πνεύµατι· τουτέστι, τὴν πνευµατικήν· τὴν εἰς ἡµᾶς. Εἰ δὲ οὗτος τοῦ Χριστοῦ διάκονος, πῶς δι' ἀγγέλων λέγετε προσάγεσθαι; Ὁ καὶ δηλώσας ἡµῖν, φησὶ, τὴν ὑµῶν ἀγάπην ἐν Πνεύµατι. Αὕτη γὰρ θαυµαστὴ καὶ βεβαία ἡ ἀγάπη· ὡς αἵ γε ἄλλαι ὄνοµα ἀγάπης ἔχουσι µόνον. Εἰσὶ δέ τινες οὐ τοιαῦται· ἀλλ' οὐ φιλία τοῦτο· διὸ καὶ εὐδιάλυτος γίνεται.
1.3
Πολλαὶ προφάσεις εἰσὶν αἱ φιλίας ποιοῦσαι· καὶ τέως τὰς µὲν αἰσχρὰς παρήσοµεν· οὐδεὶς γὰρ ἡµῖν ὑπὲρ ἐκείνων ἀντερεῖ, ὡς πονηρῶν οὐσῶν· ἀλλ', εἰ βούλεσθε, τὰς φυσικὰς καὶ τὰς βιωτικὰς εἰς µέσον παραγάγωµεν. Βιωτικαὶ µὲν οὖν εἰσιν αὗται· οἷον εὖ ἔπαθέ τις, ἀπὸ προγόνων ἐκτήσατο φίλον, ἐκοινώνησε τραπέζης ἢ ἀποδηµίας, ἢ γείτων ἐστί· καλαὶ καὶ αὗται· ἢ ὁµότεχνος γέγονεν· αὕτη µὲν οὖν οὐκ ἔστιν εἰλικρινής· ἔχει γάρ τινα καὶ ζῆλον καὶ βασκανίαν. Αἱ δὲ φυσικαὶ, οἷον πατρὸς πρὸς υἱὸν, υἱοῦ πρὸς πατέρα, ἀδελφοῦ πρὸς ἀδελφὸν, πρὸς ἔγγονον πάππου, µητρὸς πρὸς τέκνα· εἰ δὲ βούλεσθε, προσθῶµεν καὶ τὴν τῆς γυναικὸς πρὸς ἄνδρα· καὶ γὰρ πᾶσαι αἱ γαµικαί εἰσι βιωτικαὶ καὶ γήϊναι. Αὗται µὲν οὖν ἐκείνων εἶναι δοκοῦσι σφοδρότεραι· δοκοῦσι δὲ, εἶπον, διὰ τὸ πολλάκις ὑπ' ἐκείνων ἡττηθῆναι. Καὶ γὰρ φίλοι ἀλλαχοῦ γνησιώτερον ἐφάνησαν ἀδελφῶν διακείµενοι, καὶ υἱῶν πρὸς πατέρας· καὶ ὁ µὲν γεννηθεὶς οὐκ ἐβοήθησεν, ὁ δὲ µὴ γνοὺς αὐτὸν, παρέστη καὶ ἐβοήθησεν. Ἡ δὲ πνευµατικὴ ἀγάπη πασῶν ἐστιν ἀνωτέρα, καθάπερ τις βασίλισσα τῶν ἰδίων κρατοῦσα, καὶ λαµπρὸν ἔχει τὸ σχῆµα· οὐδὲν γὰρ γήϊον αὐτὴν τίκτει, καθάπερ ἐκείνην, οὐ συνήθεια, οὐκ εὐεργεσία, οὐ φύσις, οὐ χρόνος, ἀλλ' ἄνωθεν κάτεισιν ἐκ τοῦ οὐρανοῦ. Καὶ τί θαυµάζεις, εἰ εὐεργεσίας οὐ δεῖται πρὸς τὸ συνεστάναι, ὅπου γε οὐδὲ τῷ κακῶς παθεῖν ἀνατρέπεται; Ὅτι δὲ αὕτη µείζων ἐκείνης ἐστὶν, ἄκουσον Παύλου λέγοντος· Ηὐχόµην ἀνάθεµα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν µου. Τίς ἂν τοῦτο ηὔξατο πατὴρ, ὥστε ἐν κακοῖς εἶναι; Καὶ πάλιν, Τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι πολλῷ µᾶλλον κρεῖσσον· τὸ δὲ ἐπιµεῖναι ἐν τῇ σαρκὶ ἀναγκαιότερον δι' ὑµᾶς. Ποία µήτηρ ταῦτα ἂν ἕλοιτο εἰπεῖν, ὥστε τὰ αὐτῆς παριδεῖν; Καὶ πάλιν ἄκουε αὐτοῦ λέγοντος· Ἀπορφανισθέντες γὰρ ἀφ' ὑµῶν πρὸς καιρὸν ὥρας, προσώπῳ, οὐ καρδίᾳ. Καὶ ἐνταῦθα µὲν ὁ πατὴρ ὑβρισθεὶς ἔλυσε τὴν φιλίαν, ἐκεῖ δὲ οὐκέτι, ἀλλὰ πρὸς τοὺς λιθάζοντας ἀπῄει εὐεργετήσων αὐτούς. Οὐδὲν γὰρ, οὐδὲν οὕτως ἰσχυρὸν, ὡς ὁ τοῦ Πνεύµατος δεσµός. Ὁ µὲν γὰρ διὰ τὸ παθεῖν εὖ φίλος γενόµενος, ἂν µὴ διηνεκῶς τοῦτο γίνηται, ἔσται ἐχθρός· ὁ ἀπὸ συνηθείας ἀδιάσπαστος ὢν, πάλιν τῆς συνηθείας διακοπείσης, ἔσβεσε τὴν φιλίαν. Ἡ γυνὴ πάλιν, ἂν µάχη γένηται, ἀφῆκε τὸν ἄνδρα, καὶ τὸν πόθον ἔλυσεν· ὁ υἱὸς, ἂν ἐπιπολὺ ζῶντα τὸν πατέρα ἴδοι, καὶ βαρύνεται. Ἐπὶ δὲ τοῦ πνεύµατος τούτων οὐκ ἔστιν οὐδέν· οὐδενὶ γὰρ τούτων λύεται, ἐπεὶ µηδὲ ἐκ τούτων συνέστη· οὔτε χρόνος, οὔτε µῆκος ὁδοῦ, οὔτε τὸ κακῶς παθεῖν, οὔτε τὸ κακῶς ἀκοῦσαι, οὐ θυµὸς, οὐχ ὕβρις, οὐκ ἄλλο οὐδὲν ἐπεισέρχεται, οὐδὲ δύναταιαὐτὴν διαλῦσαι. Καὶ ἵνα µάθῃς, ἐλιθάζετο ὁ Μωϋσῆς, καὶ ὑπὲρ αὐτῶν ἠξίου. Τίς ἂν τοῦτο εἰργάσατο πατὴρ ὑπὲρ τοῦ λιθάσαντος, ἀλλ' οὐχὶ καὶ αὐτὸν ἂν κατέλευσε; Ταύτας δὴ µεταδιώκωµεν τὰς φιλίας τὰς ἀπὸ τοῦ πνεύµατος· ἰσχυραὶ γάρ εἰσι καὶ δυσδιάλυτοι· µὴ τὰς ἀπὸ τῶν τραπεζῶν· ἐκεῖ γὰρ καὶ κωλυόµεθα ταύτας εἰσάγειν. Ἄκουσον γὰρ τοῦ Χριστοῦ λέγοντος ἐν τῷ Εὐαγγελίῳ· Μὴ καλέσῃς τοὺς φίλους σου, µηδὲ τοὺς γείτονάς σου, ἐὰν ποιή σῃς δοχὴν, ἀλλὰ τοὺς χωλοὺς, τοὺς ἀναπήρους· εἰκότως· πολὺς γὰρ ὁ ὑπὲρ τούτων µισθός. Ἀλλ' οὐ δύνασαι, οὐδὲ ἀνέχῃ µετὰ χωλῶν καὶ τυφλῶν ἑστιᾶσθαι, ἀλλὰ βαρὺ καὶ φορτικὸν ἡγῇ τοῦτο, καὶ παραιτῇ; Μάλιστα µὲν οὖν οὐκ ἔδει, πλὴν ἀλλ' οὐκ ἔστιν ἀνάγκη· κἂν µὴ συγκαθίσῃς αὐτοὺς µετὰ σοῦ, τὰ ἐδέσµατα αὐτοῖς ἀπόστειλον τὰ ἀπὸ τῆς τραπέζης. Καὶ γὰρ ὁ φίλους καλῶν, οὐδὲν µέγα ἐποίησεν· ἀπέλαβε γὰρ ἐνταῦθα τὸν µισθόν· ὁ δὲ ἀνάπηρον καλῶν καὶ πένητα, ἔχει τὸν Θεὸν ὀφειλέτην. Μὴ τοίνυν ἀσχάλλωµεν, ὅταν µὴ ἐνταῦθα ἀπολάβωµεν, ἀλλ' ὅταν ἐνταῦθα ἀπολάβωµεν· ἐκεῖ γὰρ οὐκέτι ἀποληψόµεθα. Ὁµοίως, ἂν ἄνθρωπος ἀποδῷ, Θεὸς οὐκ ἀποδίδωσιν· ἂν οὗτος µὴ ἀποδῷ, τότε ἀποδώσει Θεός. Μὴ τοίνυν ἐκείνους ζητῶµεν εὐεργετεῖν τοὺς ἀνταποδοῦναι ἡµῖν δυναµένους, µηδὲ ἐπὶ τοιαύταις αὐτοὺς ἐλπίσιν εὐεργετῶµεν· ψυχρὰ αὕτη ἡ διάνοια. Τὸν φίλον ἂν καλέσῃς, µέχρι τῆς ἑσπέρας ἡ χάρις· διὰ τοῦτο τῶν καταβαλλοµένων ταχύτερον ἢ τῶν καιρῶν δαπανᾶται φιλία· τὸν µέντοι πένητα καὶ ἀνάπηρον ἂν καλέσῃς, οὐδέποτε ἀπολεῖται ἡ χάρις· τὸν γὰρ πάντοτε µνηµονεύοντα Θεὸν, καὶ οὐδέποτε ἐπιλανθανόµενον, ἔχεις αὐτὸν ὀφειλέτην. Πόσης δὲ καὶ βλακείας, εἰπέ µοι, τὸ µὴ δύνασθαι πένησι συγκαθέζεσθαι; Τί λέγεις; Ἀκάθαρτός ἐστι, φησὶ, καὶ ῥυπαρός. Καὶ λοῦσον αὐτὸν, καὶ ἀνάγαγε ἐπὶ τράπεζαν τὴν σήν. Ἀλλ' ἱµάτια ἔχει ἐῤῥυπωµένα; Καὶ ἄµειψον, καὶ δὸς καθαρὰν στολήν.
1.4
Οὐχ ὁρᾷς τὸ κέρδος ὅσον; ὁ Χριστὸς δι' αὐτοῦ παραγίνεται, καὶ σὺ ὑπὲρ τούτου µικρολογῇ; τὸν βασιλέα καλῶν ἐπὶ τὴν τράπεζαν, ὑπὲρ τούτων δέδοικας; Ὑποκείσθωσαν τράπεζαι δύο, καὶ ἡ µὲν ἐκ τούτων πεπληρώσθω, καὶ ἐχέτω τυφλοὺς, χωλοὺς, κυλλοὺς τὴν χεῖρα, τὸ σκέλος πεπηρωµένους, ἀνυποδέτους, ἕνα περικειµένους χιτωνίσκον, καὶ τοῦτον ἐκτετριµµένον· ἡ δὲ ἑτέρα ἐχέτω δυνάστας, στρατηγοὺς, τοπάρχας, ἄρχοντας µεγάλους, ἐνδεδυµένους ἱµάτια πολυτελῆ καὶ ὀθόνας λεπτὰς, ἐζωσµένους χρυσᾶς ζώνας. Πάλιν ἐνταῦθα ἐν τῇ τῶν πενήτων τραπέζῃ µήτε ἄργυρος ἔστω, µήτε οἶνος πολὺς, ἀλλ' ὁ ἀρκῶν καὶ εὐφρᾶναι δυνάµενος· τὰ δὲ ἐκπώµατα καὶ τὰ λοιπὰ σκεύη ἀπὸ ὑέλου κατεσκευάσθω µόνης· ἐκεῖ δὲ ἐν τῇ τῶν πλουσίων τραπέζῃ ἔστω µὲν σκεύη τὰ πάντα ἐξ ἀργύρου καὶ χρυσοῦ, καὶ µηδὲ εἷς φερέτω τὸ ἡµικύκλιον, ἀλλὰ δύο νεανίαι µόλιςαὐτὸ κινείτωσαν· ἔστω δὲ καὶ φιάλη ὑπόχρυσος σταθµὸν ἡµιτάλαντον ἕλκουσα, ὡς δύο νεανίας µόλις αὐτὴν κινεῖν, καὶ οἱ ἀµφορεῖς κείσθωσαν ἐφεξῆς πολλῷ ἄµεινοντοῦ ἀργύρου ἀπολάµποντες τῷ χρυσῷ· ἔστω δὲ καὶ τὸ ἡµικύκλιον ἁπαλῇ στρωµνῇ πάντοθεν ἐστορεσµένον. Πάλιν ἐνταῦθα µὲν ἔστωσαν διάκονοι πολλοὶ, τῶν ἀνακειµένων οὐχ ἧττον κεκοσµηµένοι τοῖς ἱµατίοις, καὶ ἐνδεδυµένοι λαµπρῶς, καὶ ἀναξυρίδαςἔχοντες, καλοὶ µὲν ἰδεῖν, αὐτὸ ἄγοντες τῆς ἡλικίας τὸ ἄνθος, σφριγῶντες καὶ εὐσωµατοῦντες· ἐκεῖ δὲ δύο µόνοι ἔστωσαν διάκονοι, πάντα τὸν τῦφον τοῦτον πεπατηκότες· καὶ ἔστω τοῖς µὲν τὰ ἐδέσµατα πολυτελῆ, τοῖς δὲ τοσαῦτα ὅσα σβέσαι τὸν λιµὸν, καὶ εὐφροσύνης ἐµπλῆ σαι. Ἆρα εἶπον ἀρκούντως; καὶ µετὰ ἀκριβείας κατεσκευασµέναι ἀµφότεραί εἰσιν αἱ τράπεζαι; µή τι ἐνδεῖ; Ἐγὼ µὲν οὐκ οἶµαι· καὶ γὰρ τοὺς κεκληµένους ἐπῆλθον, καὶ τὴν πολυτέλειαν καὶ τῶν σκευῶν καὶ τῶν στρωµάτων καὶ τῶν ἐδεσµάτων. Πλὴν ἀλλὰ, καὶ εἴ τι παρελίποµεν, ἐπεξαγαγόντες τὸν λόγον εὑρήσοµεν. Φέρε οὖν, ἐπειδὴ τὸ πρόσφορον καλῶς ἡµῖν ἀπέλαβε σχῆµα ἑκάστη τράπεζα, ἴδωµεν ποῦ ὑµεῖς κατακλιθήσεσθε. Ἐγὼ µὲν γὰρ ἐπ' ἐκείνην ἄπειµι τὴν τῶν τυφλῶν, τὴν τῶν χωλῶν· ὑµῶν δὲ τάχα οἱ πλείους ταύτην αἱρήσονται, τὴν τῶν στρατηγῶν, τὴν φαιδρὰν καὶ λαµπράν. Ἴδωµεν οὖν ποία πλείονος γέµει τῆς ἡδονῆς· µήπω γὰρ τὰ µέλλοντα ἐξετάσωµεν· ἐν ἐκείνοις µὲν γὰρ αὕτη κρατεῖ ἡ ἐµή.∆ ιὰ τί; Ὅτι αὕτη µὲν ἔχει τὸν Χριστὸν ἀνακείµενον, ἐκείνη δὲ ἀνθρώπους· αὕτη τὸν∆ εσπότην, ἐκείνη τοὺς δούλους. Ἀλλὰ µήπω ταῦτα, ἀλλ' ἴδωµεν ποία πλείονα ἔχει τὴν ἡδονὴν τὴν ἐν τῷ παρόντι. Καὶ κατὰ τοῦτο µὲν οὖν πλείων αὕτη ἡ ἡδονή· τὸ γὰρ µετὰ βασιλέως ἀναπεσεῖν, πλείονα φέρει τὴν ἡδονὴν τοῦ µετὰ τῶν οἰκετῶν. Ἀλλὰ καὶ τοῦτο ὑπεξέλωµεν, αὐτὸ καθ' ἑαυτὸ τὸ πρᾶγµα ἐξετάσωµεν. Οὐκοῦν ἐγὼ, καὶ οἱ σὺν ἐµοὶ ταύτην ἑλόµενοι τὴν τράπεζαν, µετὰ πολλῆς τῆς ἐλευθερίας καὶ τῆς θυµηδίας καὶ ἐροῦµεν ἅπαντα, καὶ ἀκουσόµεθα· ὑµεῖς δὲ τρέµοντες καὶ δεδοικότες, καὶ τοὺς ἀνακειµένους αἰδούµενοι, οὐδὲ ἐκτεῖναι χεῖρα τολµήσετε, καθάπερ εἰς παιδαγωγεῖον, ἀλλ' οὐκ εἰςἄριστον εἰσελθόντες, καθάπερ δεσπότας δεινοὺς τρέµοντες. Ἀλλ' οὐκ ἐκεῖνοι οὕτως. Ἀλλὰ τὰ τῆς τιµῆς, φησὶ, µεγάλα. Καὶ µὴν ἐγὼ ἐν πλείονί εἰµι τιµῇ· ὑµῶν µὲν γὰρ ἡ εὐτέλεια µείζων φαίνεται, ὅταν καὶ τῆς αὐτῆς τραπέζης κοινωνοῦντες, δούλων προβάλλησθε ῥήµατα. Καὶ γὰρ ὁ δοῦλος τότε µάλιστα φαίνεται, ὅταν µετὰ τοῦ δεσπότου κατακείµενος ᾖ. Ἐκεῖνος µὲν γὰρ, ἔνθα µὴ προσῆκεν αὐτῷ, γίνεται, οὐ τοσαύτην ἀπὸ τῆς οἰκειώσεως ἔχων σεµνότητα, ὅσην τὴν ταπείνωσιν· σφόδρα γὰρ τότε ταπεινοῦται. Καὶ τὸν δοῦλον ἴδοι τις ἂν λαµπρὸν ὄντα καθ' ἑαυτὸν, καὶ τὸν πένητα λαµπρὸν ὄντα καθ' ἑαυτὸν, µὴ ὅταν µετὰ πλουσίου βαδίζῃ· τὸ γὰρ ταπεινὸν, ὅταν ἐγγὺς ᾖ τοῦ ὑψηλοῦ, τότε φαίνεται ταπεινὸν, καὶ ἡ παράθεσις τὸ ταπεινὸν ταπεινότερον δείκνυσιν, οὐχ ὑψηλότερον. Οὕτω καὶ ὑµᾶς εὐτελεστέρους δείκνυσι τὸ µετ' ἐκείνων ἀνακεῖσθαι, ἀλλ' οὐχ ἡµᾶς.∆ ύο µὲν οὖν τούτοις πλεονεκτοῦµεν, τῇ τε ἐλευθερίᾳ, καὶ τῇ τιµῇ, ὧν οὐδὲν ἴσον εἰς ἡδονῆς λόγον ἐστί. Βουλήσοµαι γὰρ ἂν ἔγωγε ἄρτου µεταλαβεῖν µετ' ἐλευθερίας, ἢ µυρίων ἐδεσµάτων µετὰ δουλείας. Κρεῖσσον γὰρ, φησὶ, ξενισµὸς λαχάνων πρὸς φιλίαν καὶ χάριν, ἢ βοῦς ἀπὸ φάτνης µετ' ἔχθρας. Ὃ γὰρ ἂν εἴπωσιν ἐκεῖνοι, ἀνάγκη τοὺς παρόντας ἐπαινεῖν, ἢ προσκρούειν, παρασίτων τάξιν ἀναδεδεγµένους, µᾶλλον δὲ ἐκείνων χείρους ὄντας. Τοῖς µὲν γὰρ εἰ καὶ µετ' αἰσχύνης καὶ τοῦ ὑβρίζεσθαι, ὅµως µέτεστι παῤῥησίας· ὑµῖν δὲ οὐδὲ τούτου. Ἀλλ' ἡ µὲν εὐτέλεια τοσαύτη· δεδοίκατε γὰρ καὶ κατεπτήχατε· ἡ δὲ τιµὴ οὐκέτι. Οὐκοῦν πάσης µὲν ἡδονῆς ἀπεστέρηται ἡ τράπεζα ἐκείνη, πάσης δὲ αὕτη γέµει θυµηδίας.
1.5
Ἀλλὰ καὶ αὐτῶν τῶν ἐδεσµάτων τὴν φύσιν ἐξετάσωµεν. Ἐκεῖ µὲν γὰρ ἀνάγκη καὶ µὴ βουλοµένῳ διαῤῥήγνυσθαι τῷ πολλῷ οἴνῳ, ἐνταῦθα δὲ οὐκ ἔνι µὴ βουλόµενον ἐσθίειν καὶ πίνειν. Ὥστε ἐκεῖ µὲν τὴν ἐκ τῆς τῶν σιτίων ποιότητος ἡδονὴν ἥ τε προλαβοῦσα ἀτιµία ἀφαιρεῖται, καὶ ἡ ἐκ τῆς πλησµονῆς ἀηδία. Οὐ γὰρ ἧττον λιµοῦ τὰ σώµατα ἡµῖν ἡ πλησµονὴ διαφθείρει καὶ ὀδυνᾷ, ἀλλὰ καὶ πολλῷ χαλεπώτερον· καὶ ὃν ἂν θέλῃς µοι δοῦναι, εὐκολώτερον αὐτὸν διαῤῥηγνύω τῇ πλησµονῇ, τοῦ λιµοῦ. Ὄντως γὰρ τοῦτο ἐκείνου φορητότερον· ὅτι λιµὸν µὲν ἄν τις καὶ εἴκοσιν ἡµέρας ἐνέγκοι, πλησµονὴν δὲ οὐδὲ δύο µόνας· καὶ τούτῳ µὲν προσπαλαίοντες διηνεκῶς οἱ ἐν τοῖς ἀγροῖς, ἐν ὑγείᾳ εἰσὶ καὶ οὐ δέονται ἰατρῶν· ταύτην δὲ, τὴν πλησµονὴν λέγω, οὐκ ἂν ἐνέγκοιεν µὴ συνεχῶς καλοῦντες ἰατρούς· µᾶλλον δὲ καὶ τὴν ἐκείνων βοήθειαν ἤλεγξε πολλάκις ἡ ταύτης τυραννίς. Καὶ ἡδονῆς µὲν οὖν ἕνεκεν αὕτη τὰ πρῶτα ἔχει. Εἰ γὰρ ἡ τιµὴ τοῦ ἀτιµάζεσθαι ἡδίων, καὶ τὸ ἐν ἐξουσίᾳ εἶναι τοῦ ὑποτάσσεσθαι, καὶ τὸ θαῤῥεῖν τοῦ τρέµειν καὶ δεδοικέναι, καὶ τὸ τῶν ἀρκούντωνἀπολαύειν τοῦ πέρα τοῦ µέτρου εἰς τὸ τῆς τρυφῆς καταποντίζεσθαι κλυδώνιον, βελτίων ἄρα ἐκείνης αὕτη ἡ τράπεζα καὶ ἡδονῆς ἕνεκεν. Καὶ τὰ τῆς δαπάνης δὲ ἐνταῦθα βελτίονα· ἐκείνη µὲν γὰρ δαπανηρὰ, αὕτη δὲ οὐκέτι. Ἀλλὰ τί; ἆρα τοῖς ἀνακειµένοις µόνον ἡδίων αὕτη ἡ τράπεζα, ἢ καὶ τῷ καλοῦντι πλείονα αὕτη φέρει τὴν ἡδονὴν ἐκείνης; Τοῦτο γάρ ἐστι τὸ µᾶλλον ζητούµενον ἡµῖν. Οὐκοῦν ὁ µὲν ἐκείνους καλῶν, πρὸ πλειόνων ἡµερῶν παρασκευάζεται, καὶ πράγµατα ἔχειν ἀναγκάζεται καὶ φροντίδας καὶ µερίµνας, οὔτε τὰςνύκτας καθεύδων, οὔτε τὰς ἡµέρας ἡσυχάζων· ἀλλὰ ἀναπλάττων ἐν ἑαυτῷ πολλὰ, µαγείροις διαλεγόµενος, ὀψοποιοῖς, τραπεζοποιοῖς. Εἶτα αὐτῆς τῆς ἡµέρας ἐπιστάσης ἴδοι τις ἂν αὐτὸν µᾶλλον δεδοικότα, ἢ τοὺς µέλλοντας πυκτεύειν, µή τις παρὰ λόγον γένηται, µὴ βασκανίᾳ βληθῇ, µὴ κατηγόρους ἐκεῖθεν λάβῃ πολλούς. Οὗτος δὲ πάσης ταύτης ἀπήλλακται τῆς φροντίδος καὶ τῶν πραγµάτων, αὐτοσχεδιάζων τὴν τράπεζαν, καὶ οὐ πρὸ πολλῶν ἡµερῶν µεριµνῶν. Καὶ µετὰ δὴ ταῦτα οὗτος µὲν εὐθέως τὴν χάριν ἀπώλεσεν· ἐκεῖνος δὲ ἔχει τὸν Θεὸν ὀφειλέτην, καὶ χρησταῖς τρέφεται ταῖς ἐλπίσι, καθ' ἑκάστην ἡµέραν εὐωχούµενος ἀπ' ἐκείνης τῆς τραπέζης. Τὰ µὲν γὰρ σιτία ἀναλίσκεται, ἡ δὲ χάρις οὐκ ἀναλίσκεται, ἀλλὰ καθ' ἑκάστην ἡµέραν µᾶλλον χαίρει καὶ γάννυται ἐκείνων τῶν τὸν πολὺνοἶνον ἐµφορηθέντων. Οὐδὲν γὰρ οὕτω τρέφει τὴν ψυχὴν, ὡς ἐλπὶς ἀγαθὴ καὶ τὸ χρηστὰ προσδοκᾷν. Ἀλλὰ δὴ τὰ µετὰ ταῦτα ἴδωµεν. Ἐκεῖ µὲν αὐλοὶ καὶ κιθάραι καὶ σύριγγες, ἐνταῦθα δὲ οὐδὲν ἀπηχὲς µέλος· ἀλλὰ τί; ὕµνοι, ψαλµῳδίαι. Ἐκεῖ µὲν οἱ δαίµονες ἀνυµνοῦνται, ἐνταῦθα δὲ ὁ πάντων∆ εσπότης Θεός. Ὁρᾷς πόσης µὲν αὕτη χάριτος, πόσης δὲ ἀγνωµοσύνης ἐκείνη καὶ ἀναισθησίας γέµει; Εἰπὲ γάρ µοι· ὁ Θεός σε ἔθρεψεν ἐκ τῶν ἀγαθῶν αὐτοῦ, καὶ δέον αὐτῷ εὐχαριστεῖν µετὰ τὸ τραφῆναι, σὺ δὲ τοὺς δαίµονας ἐπεισάγεις; τὰ γὰρ διὰ τῶν πηκτίδων οὐδὲν ἄλλο, ἢ δαιµόνων ᾄσµατα.∆ έον εἰπεῖν, Εὐλο γητὸς εἶ, Κύριε, ὅτι ἔθρεψάς µε ἐκ τῶν ἀγαθῶν σου, σὺ δὲ, καθάπερ τις κύων ἄτιµος, οὐδὲ µέµνησαι, ἀλλὰ τοὺς δαίµονας ἐπεισάγεις; Μᾶλλον δὲ οἱ µὲν κύνες λαβόντες καὶ µὴ λαβόντες σαίνουσι τοὺς οἰκείους, σὺ δὲ οὐδὲ τοῦτο. Ὁ κύων καὶ µὴ λαµβάνων σαίνει τὸν δεσπότην, σὺ δὲ καὶ λαβὼν ὑλακτεῖς κατ' αὐτοῦ. Πάλιν ὁ κύων καὶ εὐεργετούµενος παρὰ τοῦ ἀλλοτρίου, οὐδὲ οὕτω καταλύει τὴν ἔχθραν τὴν πρὸς αὐτὸν, οὐδὲ ἐπισπᾶται πρὸς φιλίαν· σὺ δὲ καὶ µυρία πάσχων κακὰ παρὰ τῶν δαιµόνων, ἐπ' ἄριστα αὐτοὺς εἰσάγεις· ὥστε διπλῇ τοῦ κυνὸς εἶ χείρων. Καλῶς δὲ ἀνεµνήσθην νῦν τῶν κυνῶν πρὸς τοὺς τότε µόνον εὐχαριστοῦντας, ὅταν εὖ πάσχωσιν. Αἰδέσθητε, παρακαλῶ, τοὺς κύνας, οἳ καὶ λιµώττοντες σαίνουσι τοὺς δεσπότας· σὺ δὲ ἂν ἀκούσῃς, ὅτι ὁ δαίµων τινὰ ἐθεράπευσεν, ἀφίης εὐθέως τὸν∆ εσπότην, ὦ κυνῶν ἀλογώτερε. Ἀλλ' αἱ πόρναι, φησὶν, ἡδονὴν ἔχουσιν ὁρώµεναι. Ποίαν ἡδονήν; ποίαν δὲ οὐκ ἀτιµίαν; Πορνεῖον γέγονέ σου ἡ οἰκία, µανία καὶ οἶστρος· καὶ οὐκ αἰσχύνῃ ταῦτα ἡδονὴν καλῶν; Ἂν µὲν οὖν ἐξῇ χρήσασθαι πάσῃ ἡδονῇ, µείζων ἡ αἰσχύνη καὶ ἡ ἐκ ταύτης ἀηδία. Πῶς δαί; Οὐ χαλεπὸν τὸ τὴν οἰκίαν πορνεῖον ποιεῖν, καὶ ἥδεσθαι καθάπερ χοίρους ἐγκαλινδουµένους βορβόρῳ; Ἂν δὲ µέχρι τοῦ φανῆναι µόνον, ἰδοὺ πάλιν ὀδύνη µείζων· ἡ γὰρ ὄψις οὐχ ἡδονὴ, ὅταν ἡ χρῆσις µὴ ᾖ, ἀλλὰ καὶ µείζων ἡ ἐπιθυµία, καὶ σφοδροτέρα ἡ φλόξ. Ἀλλὰ τὸ τέλος βούλει µαθεῖν; Οἱ µὲν τοῖς µαινοµένοις καὶ τοῖς παραπλῆξιν ἐοίκασιν ἀπὸ τῆς τραπέζης ἀνιστάµενοι, θρασεῖς, ὀργίλοι, καταγέλαστοι καὶ τοῖς ἀνδραπόδοις· καὶ οἱ µὲν οἰκέται ἀναχωροῦσι νήφοντες, οὗτοι δὲ µεθύοντες. Ὢ τῆς αἰσχύνης! Ἐκεῖ δὲ τοιοῦτον οὐδὲν, ἀλλ' εὐχαριστίᾳ τὴν τράπεζαν κατακλείσαντες, οὕτως ἀναχωροῦσιν οἴκαδε, ἡδόµενοι καθεύδοντες, ἡδόµενοι ἐγειρόµενοι, πάσης αἰσχύνης ἀπηλλαγµένοι καὶ κατηγορίας.
1.6
Εἰ βούλει καὶ αὐτοὺς τοὺς κεκληµένους ἰδεῖν, ὄψει τούτους µὲν τοιούτους ὄντας· ἔνδον, ὅπερ οὗτοι ἔξω, τυφλοὺς, ἀναπήρους, χωλούς· καὶ οἷα τούτων τὰ σώµατα, τοιαῦται ἐκείνων αἱ ψυχαὶ, ὑδέρῳ καὶ φλεγµονῇ κατεχόµεναι. Τοιοῦτον γὰρ ἡ ἀπόνοια· µετὰ γὰρ τὴν τρυφὴν πήρωσις γίνεται· τοιοῦτον γὰρ ἡ πλησµονὴ καὶ ἡ µέθη, χωλοὺς καὶ κυλλοὺς ποιοῦσα. Καὶ ὄψει καὶ τούτους τοιαύτας ἔχοντας ψυχὰς, οἷα οὗτοι τὰ σώµατα, λαµπρὰς, κεκοσµηµένας. Οἱ γὰρ ἐν εὐχαριστίᾳ ζῶντες, οἱ τῆς αὐταρκείας µηδὲν πλέον ἐπιζητοῦντες, οἱ φιλοσοφοῦντες οὕτως εἰσὶν ἐν πάσῃ φαιδρότητι. Ἴδωµεν δὲ καὶ ἐνταῦθα καὶ ἐκεῖ τὸ τέλος. Ἐκεῖ µὲν ἡδονὴ ἀκόλαστος, γέλως κεχυµένος, µέθη, εὐτραπελία, αἰσχρολογία· ἐπειδὴ γὰρ αὐτοὶ αἰδοῦνται αἰσχρὰ φθέγγεσθαι, διὰ τῶν πορνῶν τοῦτο γίνεται. Ἐνταῦθα δὲ φιλανθρωπία, ἡµερότης. Τῷ µὲν οὖν ἐκείνους καλοῦντι παρέστηκε κενοδοξία ὁπλίζουσα αὐτόν· τῷ δὲ ἐνταῦθα φιλανθρωπία καὶ ἡµερότης. Ἐκείνην µὲν γὰρ τὴν τράπεζαν φιλανθρωπία συνίστησι, ταύτην δὲ κενοδοξία καὶ ὠµότης ἐξ ἀδικίας καὶ πλεονεξίας. Κἀκείνη µὲν καταλήγει εἰς ἅπερ εἶπον, εἰς ἀπόνοιαν, εἰς ἔκστασιν, εἰς µανίαν· τοιαύτη γὰρ ἡ τῆς κενοδοξίας βλάστη· αὕτη δὲ εἰς εὐχαριστίαν καὶ δόξαν Θεοῦ. Καὶ ὁ ἔπαινος δὲ ὁ παρὰ ἀνθρώπων ταύτῃ πλείων· ἐκείνῳ µὲν γὰρ καὶ βασκαίνουσι, τοῦτον δὲ ὡς κοινὸν πατέρα πάντες ἔχουσι καὶ οἱ µὴ παθόντες εὖ. Καὶ καθάπερ ἐπὶ τῶν ἠδικηµένων καὶ οἱ µηδὲν ἠδικηµένοι συναλγοῦσι, καὶ κοινῇ γίνονται πάντες ἐχθροί· οὕτω καὶ ἐπὶ τῶν πασχόντων εὖ καὶ οἱ µὴ παθόντες εὖ, καθάπερ οἱ παθόντες, ἐπαινοῦσι καὶ θαυµάζουσι τὸν πεποιηκότα. Κἀκεῖ µὲν πολὺς ὁ φθόνος, ἐνταῦθα δὲ πολλὴ ἡ κηδεµονία, πολλαὶ παρὰ πάντων εὐχαί. Καὶ ἐνταῦθα µὲν ταῦτα· ἐκεῖ δὲ, ὅταν ὁ Χριστὸς παραγένηται, οὗτος µὲν στήσεται µετὰ πολλῆς τῆς παῤῥησίας, καὶ ἀκούσεται ἐπὶ πάσης τῆς οἰκουµένης, Πεινῶντά µε εἶδες, καὶ ἔθρεψας· γυµνὸν, καὶ ἐνέδυσας· ξένον, καὶ συνήγαγες, καὶ ὅσα τοιαῦτα· ἐκεῖνος δὲ τὰ ἐναντία ἀκούσεται, Πονηρὲ δοῦλε καὶ ὀκνηρέ· καὶ πάλιν, Οὐαὶ οἱ κατασπαταλῶντες ἐπὶ ταῖς στρωµναῖς αὐτῶν, καὶ οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων, οἱ πίνοντες τὸν διυλισµένον οἶνον, καὶτὰ πρῶτα µύρα χριόµενοι, ὡς ἑστῶτα ἐλογίσαντο, καὶ οὐχ ὡς φεύγοντα. Ταῦτα ἡµῖν οὐχ ἁπλῶς εἴρηται, ἀλλ' ὥστε µεταθεῖναι ὑµῶν τὴν γνώµην, καὶ µηδὲν ὑµᾶς ἀκερδὲς ποιεῖν. Τί οὖν, φησὶ, κἂν ταῦτα κἀκεῖνα ποιῶ; Πολὺς οὗτος ὁ λόγος παρὰ πᾶσι. Καὶ ποία ἀνάγκη, εἰπέ µοι, ἐξὸν πάντα χρησίµως ποιεῖν, διαιρεῖν, καὶ τὰ µὲν µὴ µόνον εἰς οὐδὲν δέον, ἀλλὰ καὶ εἰκῆ ἀναλίσκειν, τὰ δὲ χρησίµως; Εἰπέ µοι, εἰ σπείρων τὰ µὲν εἰς πέτραν ἔῤῥιπτες, τὰ δὲ εἰς γῆν ἀρίστην, ἆρα ἂν ἀπέχρησέ σοι τοῦτο, καὶ εἶπες ἄν· Τί γὰρ βλάπτει, ἂν τὰ µὲν εἰκῆ, τὰ δὲ εἰς ἀρίστην γῆν ῥίψωµεν;∆ ιὰ τί γὰρ µὴ πάντα εἰς ἀρίστην; διὰ τί τὸ κέρδος ἐλαττοῖς; Κἂν µὲν συνάγειν δέοι χρήµατα, οὐκ ἐρεῖς τοῦτο, ἀλλὰ πάντοθεν συνάγεις, ἐκεῖ δὲ οὐκέτι· κἂν δανείζειν δέοι, οὐκ ἐρεῖ·∆ ιὰ τί τὰ µὲν τοῖς ἀπόροις, τὰ δὲ τοῖς εὐπόροις δώσοµεν, ἀλλὰ πάντα ἐκείνοις· ἐνταῦθα δὲ, ἔνθα τοσοῦτον κέρδος, διὰ τί οὐ λογίζῃ τοῦτο, καὶ παύσῃ ποτὲ τοῦ εἰκῇ δαπανᾶσθαι καὶ µάτην ἀναλίσκειν; Ἀλλ' ἔχει καὶ τοῦτο κέρδος, φησί. Ποῖον, εἰπέ µοι, Τὰς φιλίας αὔξει. Οὐδὲν ἀνθρώπων ψυχρότερον ἀπὸ τούτων φίλων γινοµένων, ἀπὸ τῆς τραπέζης καὶ πλησµονῆς τῶν παρασίτων· οὐδὲν φιλίας ἀηδέστερον ἐντεῦθεν τὴν ἀρχὴν λαµβανούσης. Μὴ ὑβρίσῃς πρᾶγµα οὕτω θαυµαστὸν, τὴν ἀγάπην, µηδὲ ταύτην αὐτῆς εἶναι ῥίζαν φῄς. Ὥσπερ ἂν εἴ τις δένδρου χρυσὸν καὶ λίθους τιµίους φέροντος τὴν ῥίζαν οὐχὶ τοιαύτην ἔλεγεν εἶναι, ἀλλ' ἀπὸ σηπεδόνος τίκτεσθαι· τοῦτο καὶ σὺ ποιεῖς· κἂν γὰρ τεχθῇ φιλία ἐντεῦθεν, οὐδὲν αὐτῆς ψυχρότερον γένοιτ' ἄν. Ἀλλ' ἐκεῖναι αἱ τράπεζαι φιλίαν ποιοῦσιν, οὐχὶ πρὸς ἀνθρώπους, ἀλλὰ πρὸς τὸν Θεὸν, καὶ ἐπιτεταµένην, ὅταν ἐπιτεταµέναι γίνωνται. Ὁ µὲν γὰρ τὰ µὲν ἐνταῦθα, τὰ δὲ ἐκεῖ καταναλίσκων, κἂν πολλὰ δῷ, οὐδὲν µέγα πεποίηκεν· ὁ δὲ πάντα ἐνταῦθα ἀναλίσκων, κἂν ὀλίγα δεδωκὼς ᾖ, τὸ πᾶν εἰργάσατο. Τὸ γὰρ ζητούµενον οὐχὶ πολλὰ δοῦναι, ἢ ὀλίγα, ἀλλὰ τῆς οἰκείας δυνάµεως µὴ ἔλαττον. Ἐννοῶµεν τὸν τὰ πέντε τάλαντα, καὶ τὸν τὰ δύο· ἐννοῶµεν τὴν τοὺς δύο ὀβολοὺς καταβαλοῦσαν· ἐννοῶµεν τὴν χήραν τὴν ἐπὶ τοῦ Ἠλία. Οὐκ εἶπεν ἐκείνη ἡ τοὺς δύο ὀβολοὺς καταβαλοῦσα· Τί γὰρ βλάπτει, ἂν τὸν µὲν ἕνα ὀβολὸν ἐµαυτῇ κατάσχω, τὸν δὲ ἕνα δῶ; ἀλλ' ὅλον ἔδωκε τὸν βίον. Σὺ δὲ ἐν τοσαύτῃ ἀφθονίᾳ ὢν, ἐκείνης φειδωλότερος εἶ. Μὴ τοίνυν ἀµελῶµεν τῆς ἑαυτῶν σωτηρίας, ἀλλ' ἐπιθώµεθα τῇ ἐλεηµοσύνῃ. Οὐδὲν γὰρ ταύτης βέλτιον· καὶ δείξει ὁ µέλλων χρόνος· τέως δὲ καὶ ὁ παρὼν ἔδειξεν. Εἰς δόξαν τοίνυν τοῦ Θεοῦ ζήσωµεν, καὶ τὰ αὐτῷ δοκοῦντα πράττωµεν, ἵνα καταξιωθῶµεν τῶν ἐπηγγελµένων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, ᾧἡ δόξα καὶ τὸ κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶναςτῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note