Homilies on Colossians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
10.0
Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἀνδράσιν, ὡς ἀνῆκεν ἐν Κυρίῳ. Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καὶ µὴ πικραίνεσθε πρὸς αὐτάς. Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσι κατὰ πάντα· τοῦτο γάρ ἐστιν εὐάρεστον ἐν Κυρίῳ. Οἱ πατέρες, µὴ ἐρεθίζετε τὰ τέκνα ὑµῶν, ἵνα µὴ ἀθυµῶσιν. Οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, µὴ κατ' ὀφθαλµοδουλείαν, ὡς ἀν θρωπάρεσκοι, ἀλλ' ἐν ἁπλότητι καρδίας, φοβούµενοι τὸν Θεόν. Πᾶν ὅτι ἂν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ Κυρίῳ, καὶ οὐκ ἀνθρώποις, εἰδότες ὅτι παρὰ Κυρίου λήψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονοµίας· τῷ γὰρ Κυρίῳ Χριστῷ δουλεύετε. Ὁ δὲ ἀδικῶν, κοµιεῖται ὃ ἠδίκησε, καὶ οὐκ ἔστι προσωποληψία παρὰ τῷ Θεῷ. Οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχετε, εἰδότες ὅτι καὶ ὑµεῖς ἔχετε Κύριον ἐν οὐρανοῖς.
10.1
∆ ιὰ τί µὴ πανταχοῦ καὶ ἐν πάσαις ταῖς ἐπιστολαῖς ταῦτα ἐπιτάττει, ἀλλ' ἐνταῦθα, καὶ τῇ πρὸς Ἐφεσίους, καὶ τῇ πρὸς Τιµόθεον, καὶ τῇ πρὸς Τίτον; Ὅτι εἰκὸς ἐν ταύταις ταῖς πόλεσιν εἶναι τὰς διχοστασίας· ἢ εἰκὸς τὰ µὲν ἄλλα αὐταῖς κατωρθῶσθαι, τούτων δὲ οὕτως ὑστερεῖν, ὥστε δέον εἶναι καὶ περὶ τούτων αὐτοὺς ἀκούειν. Μᾶλλον δὲ ἃ πρὸς τούτους λέγει, πρὸς πάντας λέγει. Πολλὴν δὲ ἐµφέρειαν ἔχει αὕτη ἡ Ἐπιστολὴ τῇ πρὸς Ἐφεσίους. Ἀλλαχοῦ δὲ τοῦτο οὐ ποιεῖ· ἢ ὅτι ἀνδράσι λοιπὸν εἰρηνεύουσιν, οὓς ἐχρῆν περὶ δογµάτων µανθάνειν ὑψηλῶν ἔτι ἐλλειπόντων αὐτοῖς, οὐκ ἐχρῆν περὶ τούτων γράφειν· ἢ ὅτι παρακληθέντας ἐπὶ τοῖς πειρασµοῖς περιττὸν ἦν περὶ τούτων ἀκούειν. Ὥστε στοχάζοµαι ἐνταῦθα λοιπὸν ἑδραίαν εἶναι τὴν Ἐκκλησίαν, καὶ πρὸς τῷ τέλει ταῦτα λέγεσθαι. Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἀνδράσιν, ὡς ἀνῆκεν ἐν Κυρίῳ· ἀντὶ τοῦ, Ὑποτάσσεσθε διὰ τὸν Θεόν· ἐπειδὴ τοῦτο ὑµᾶς κοσµεῖ, φησὶ, οὐκ ἐκείνους. Οὐ γὰρ δεσποτικὴν ὑποταγὴν, οὐδὲ τὴν ἀπὸ φύσεως µόνον, ἀλλὰ τὴν διὰ Θεόν φηµι. Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καὶ µὴ πικραίνεσθε πρὸς αὐτάς. Ὅρα πῶς πάλιν τὸ κατάλληλον παρῄνεσε. Καθάπερ ἐκεῖ φόβον καὶ ἀγάπην τίθησιν, οὕτω καὶ ἐνταῦθα· ἔστι γὰρ καὶ ἀγαπῶντα πικραίνεσθαι. Ὃ οὖν φησι, τοῦτό ἐστι· Μὴ µάχεσθε· οὐδὲν γὰρ οὕτως τῆς µάχης ταύτης πικρότερον, ὅταν παρὰ ἀνδρὸς πρὸς γυναῖκα γίνηται. Αἱ γὰρ πρὸς τὰ φιλούµενα πρόσωπα γινόµεναι µάχαι, αὗται πικραί· καὶ δεί κνυσιν ὅτι ἀπὸ πολλῆς πικρίας τοῦτο γίνεται, ὅταν πρὸς τὸ µέλος αὑτοῦ, φησὶ, τὶς διαστασιάζῃ. Τὸ µὲν οὖν ἀγαπᾷν τῶν ἀνδρῶν ἐστι, τὸ δὲ εἴκειν ἐκείνων. Ἐὰν οὖν ἕκαστος τὸ ἑαυτοῦ εἰσενέγκῃ, ἕστηκε πάντα βέβαια. Ἀπὸ µὲν γὰρ τοῦ ἀγαπᾶσθαι γίνεται καὶ ἡ γυνὴ φιλική· ἀπὸ δὲ τοῦ ὑποτάσσεσθαι ὁ ἀνὴρ ἐπιεικής. Ὅρα δὲ ὅτι καὶ ἐν τῇ φύσει οὕτω κατεσκεύασται, ὥστε τὸν µὲν φιλεῖν, τὴν δὲ ὑπακούειν. Ὅταν γὰρ ὁ ἄρχων τὸ ἀρχόµενον φιλῇ, τότε τὰ πάντα συνέστηκεν. Οὐχ οὕτως ἡ παρὰ τοῦ ἀρχοµένου ἀγάπη, ὡς ἡ παρὰ τοῦ ἄρχοντος ζητεῖται πρὸς τὸν ἀρχόµενον· παρ' ἐκείνου γὰρ ἡ ὑπακοή. Τὸ γὰρ ἐν ὥρᾳ εἶναι τὴν γυναῖκα, τοῦτον δὲ ἐν ἐπιθυµίᾳ, οὐδὲν ἄλλο δείκνυσιν, ἀλλ' ἢ ὅτι διὰ τὴν ἀγάπην οὕτω γεγένηται. Μὴ τοίνυν, ἐπειδὴ ὑποτέτακται ἡ γυνὴ, αὐθέντει· µηδὲ σὺ, ἐπειδὴ ὁ ἀνὴρ ἀγαπᾷ, φυσιοῦ. Μήτε ἡ τοῦ ἀνδρὸς φιλία τὴν γυναῖκα ἐπαιρέτω, µήτε ἡ τῆς γυναικὸς ὑποταγὴ φυσάτω τὸν ἄνδρα.∆ ιὰ τοῦτό σοι ὑπέταξεν αὐτὴν, ἵνα µᾶλλον φιλῆται· διὰ τοῦτό σε φιλεῖσθαι ἐποίησεν, ὦ γύναι, ἵνα εὐκόλως φέρῃς τὸ ὑποτετάχθαι. Μὴ φοβοῦ ὑποτασσοµένη· τὸ γὰρ φιλοῦντι ὑποταγῆναι, οὐδεµίαν ἔχει δυσκολίαν. Μὴ φοβοῦ ἐρῶν· ἔχεις γὰρ αὐτὴν εἴκουσαν. Οὐκ ἂν ἄλλως οὖν ἐγένετο σύνδεσµος. Ἀναγκαίαν τοίνυν ἔχεις ἀπὸ τῆς φύσεως τὴν ἀρχὴν, ἔχε καὶ τὸν δεσµὸν τὸν ἀπὸ τῆς ἀγάπης· τὴν γὰρ ἀσθενεστέραν ἀνεκτὴν εἴασε. Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσι κατὰ πάντα· τοῦτο γάρ ἐστιν εὐάρεστον ἐν Κυρίῳ. Πάλιν τὸ, Ἐν Κυρίῳ, τέθεικε, καὶ νόµους τιθεὶς ὑπακοῆς, καὶ ἐντρέπων, καὶ καταβάλλων. Τοῦτο γὰρ, φησὶν, ἐστὶν εὐάρεστον τῷ Κυρίῳ. Ὅρα πῶς οὐκ ἀπὸ τῆς φύσεως µόνης, ἀλλὰ πρὸ ταύτης ἀπὸ τῶν τῷ Θεῷ δοκούντων βούλεται ἡµᾶς ἅπαντα πράττειν, ἵνα καὶ µισθὸν ἔχωµεν. Οἱ πατέρες, µὴ ἐρεθίζετε τὰ τέκνα ὑµῶν, ἵνα µὴ ἀθυµῶσιν. Ἰδοὺ πάλιν καὶ ἐνταῦθα ὑποταγὴ καὶ φίλτρον. Καὶ οὐκ εἶπεν, Ἀγαπᾶτε τὰ τέκνα· περιττὸν γὰρ ἦν· αὐτὴ γὰρ ἡ φύσις καταναγκάζει, ἀλλ' ὅπερ ἔδει διώρθωσε, τὸ καὶ τὸ φίλτρον ἐνταῦθα εἶναι σφοδρότερον, ἐπειδὴ καὶ ἡ ὑπακοὴ µείζων. Οὐδαµοῦ γὰρ τίθησιν ὑπόδειγµα τὸ τοῦ ἀνδρὸς καὶ τὸ τῆς γυναικός· ἀλλὰ τί; Ἄκουε τοῦ Προφήτου λέγοντος· Καθὼς οἰκτείρει πατὴρ υἱοὺς, ᾠκτείρησε Κύριος τοὺς φοβουµένους αὐτόν. Καὶ πάλιν ὁ Χριστός φησι· Τίς ἐστιν ἐξ ὑµῶν ἄνθρωπος, ὃν ἐὰν αἰτήσῃ ὁ υἱὸς ἄρτον, µὴ λίθον ἐπιδώσει αὐτῷ; καὶ ἐὰν ἰχθὺν αἰτήσῃ, µὴ ὄφιν ἐπιδώσει αὐτῷ; Οἱ πατέρες, µὴ ἐρεθίζετε τὰ τέκνα ὑµῶν, ἵνα µὴ ἀθυµῶσιν. Ὃ µάλιστα αὐτοὺς ᾔδει δυνατὸν δακεῖν, τοῦτο τέθεικε, καὶ φιλικώτερον εἶπεν ἐπιτάττων αὐτοῖς, καὶ οὐδαµοῦ τὸν Θεὸν τίθησιν· ἐπέκλασε γὰρ τοὺς γονέας, καὶ κατέκαµψεν αὐτῶν τὰ σπλάγχνα. Τὸ δὲ, Μὴ ἐρεθίζετε, τοῦτό ἐστι, Μὴ φιλονεικοτέρους αὐτοὺς ποιεῖτε· ἔστιν ὅπου καὶ συγχωρεῖν ὀφείλετε. Εἶτα ἐπὶ τρίτην ἦλθεν ἀρχὴν, Οἱ δοῦλοι, λέγων, ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις. Ἐνταῦθα ἔστι µέν τι καὶ φίλτρον, ἀλλ' οὐκέτι φυσικὸν, καθάπερ ἄνω, ἀλλὰ συνηθείας, καὶ ἀπ' αὐτῆς τῆς ἀρχῆς, καὶ ἀπὸ τῶν ἔργων. Ἐπεὶ οὖν ἐνταῦθα τὸ µὲν τοῦ φίλτρου ὑποτέτµηται, τὸ δὲ τῆς ὑπακοῆς ἐπιτέταται, τούτῳ ἐνδιατρίβει, βουλόµενος, ὅπερ οἱ πρῶτοι ἔχουσιν ἀπὸ τῆςφύσεως, τοῦτο δοῦναι τούτοις ἀπὸ τῆς ὑπακοῆς. Ὥστε οὐχ ὑπὲρ τῶν δεσποτῶν τοῖς οἰκέταις µόνοις διαλέγεται, ἀλλὰ καὶ ὑπὲρ αὐτῶν, ἵνα ποθεινοὺς ἑαυτοὺς ἐργάζωνται τοῖς δεσπόταις. Ἀλλ' οὐ τίθησι τοῦτο φανερῶς· ἦ γὰρ ἂν ὑπτίους αὐτοὺς ἐποίησεν. Οἱ δοῦλοι, φησὶν, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις.
10.2
Καὶ ὅρα πῶς ἀεὶ τὰ ὀνόµατα τίθησι, γυναῖκες, τὰ τέκνα, οἱ δοῦλοι, ὡς δικαίωµα τοῦ ὑπακούειν. Ἀλλ' ἵνα µὴ ἀλγήσῃ, ἐπήγαγε· Τοῖς κατὰ σάρκα κυρίοις. Τὸ κρεῖττόν σου ἡ ψυχὴ ἐλευθέρωται, φησί· πρόσκαιρος ἡ δουλεία. Ἐκεῖνο τοίνυν ὑπόταξον, ἵνα µηκέτι ἀνάγκης ᾖ ἡ δουλεία. Μὴ ἐν ὀφθαλµοδουλείαις, ὡς ἀνθρωπάρεσκοι. Ποίησον, φησὶ, τὴν ἀπὸ τοῦ νόµου δουλείαν ἀπὸ τοῦ φόβου γίνεσθαι τοῦ Χριστοῦ. Κἂν γὰρ µὴ ὁρῶντος ἐκείνου πράττῃς τὰ δέοντα καὶ τὰ πρὸς τιµὴν τοῦ δεσπότου, δηλονότι διὰ τὸν ἀκοίµητον ὀφθαλµὸν ποιεῖς. Μὴ κατ' ὀφθαλµοδουλείαν, φησὶν, ὡς ἀνθρωπάρεσκοι. Ὥστε ὑµεῖς τὴν βλάβην ὑποστήσεσθε. Ἄκουε γὰρ τοῦ Προφήτου λέγοντος·∆ ιεσκόρπισε Κύριος ὀστᾶ ἀνθρωπαρέσκων. Ὅρα τοίνυν πῶς αὐτῶν φείδεται, καὶ αὐτοὺς ῥυθµίζει. Ἀλλ' ἐν ἁπλότητι, φησὶ, καρδίας, φοβούµενοι τὸν Θεόν. Ἐκεῖνο γὰρ οὐχ ἁπλότης, ἀλλ' ὑπόκρισις, ἕτερον ἔχειν καὶ ἕτερον ποιεῖν· ἄλλον µὲν παρόντος φαίνεσθαι τοῦ δεσπότου, ἄλλον δὲ ἀπόντος. Οὐκοῦν οὐχ ἁπλῶς εἶπεν· Ἐν ἁπλότητι καρδίας, ἀλλὰ, Φοβούµενοι τὸν Θεόν. Τοῦτο γάρ ἐστι φοβεῖσθαι τὸν Θεὸν, ὅταν µηδενὸς ὁρῶντος, µηδὲν πράττωµεν πονηρόν· ἂν δὲ πράττωµεν, οὐχὶ τὸν Θεὸν, ἀλλὰ τοὺς ἀνθρώπους φοβούµεθα. Ὁρᾷς ὅτι ἐκείνους ῥυθµίζει; Πᾶν ὅ τι ἂν ποιῆτε, φησὶν, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ Κυρίῳ, καὶ οὐκ ἀνθρώποις. Οὐ µόνον ὑποκρίσεως, ἀλλὰ καὶ ἀργίας αὐτοὺς ἀπηλλάχθαι βούλεται. Ἐλευθέρους αὐτοὺς ἐποίησεν ἀντὶ δούλων, ὅταν µὴ δέωνται τῆς τῶν δεσποτῶν ἐπιστασίας· τὸ γὰρ, Ἐκ ψυχῆς, τοῦτό ἐστι, τὸ µετ' εὐνοίας, µὴ µετὰ δουλικῆς ἀνάγκης, ἀλλὰ µετ' ἐλευθερίας καὶ προαιρέσεως. Καὶ τίς ὁ µισθός; Εἰδότες, φησὶν, ὅτι ἀπὸ Κυρίου λήψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονοµίας ἡµῶν· τῷ γὰρ Κυρίῳ δουλεύετε. Οὐκοῦν παρ' αὐτοῦ δῆλον ὅτι λήψεσθε τὸν µισθόν. Καὶ ὅτι τῷ Κυρίῳ δουλεύετε, δῆλον ἐκ τούτου. Ὁ δὲ ἀδικῶν, φησὶ, κοµίσεται ὃ ἠδίκησεν. Ἐνταῦθα βεβαιοῖ τὸν πρότερον λόγον. Ἵνα γὰρ µὴ δόξῃ κολακείας εἶναι τὰ ῥήµατα, Λήψεται, φησὶν, ὃ ἠδίκησε· τουτέστι, καὶ τιµωρίαν δίδωσιν· Οὐ γὰρ ἔστι προσωποληψία παρὰ τῷ Θεῷ. Τί γὰρ, εἰ δοῦλος εἶ; οὐκ αἰσχύνῃ. Καὶ µὴν τοῦτο πρὸς τοὺς δεσπότας ἔδει εἰπεῖν, ὥσπερ καὶ ἐν τῇ πρὸς Ἐφεσίους. Ἀλλ' ἐνταῦθά µοι δοκεῖ τοὺς Ἕλληνας αἰνίττεσθαι δεσπότας. Τί γὰρ, εἰ ἐκεῖνος µὲν Ἕλλην, σὺ δὲ Χριστιανός; Οὐ τὰ πρόσωπα, ἀλλὰ τὰ πράγµατα ἐξετάζεται. Ὥστε καὶ οὕτω µετ' εὐνοίας, καὶ ἐκ ψυχῆς δεῖ δουλεύειν. Οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε. Τί δέ ἐστι τὸ δίκαιον; τί δέ ἐστιν ἰσότης; Πάντων ἐν ἀφθονίᾳ καθιστᾷν, καὶ µὴ ἐᾷν ἑτέρων δεῖσθαι, ἀλλὰ ἀµείβεσθαι αὐτοὺς τῶν πόνων. Μὴ γὰρ, ἐπειδὴ εἶπον, ὅτι παρὰ Θεοῦ ἔχουσι τὸν µισθὸν, διὰ τοῦτο σὺ ἀποστερήσῃς. Ἑτέρωθι δέ φησιν, Ἀνιέντες τὴν ἀπειλὴν, ἡµερωτέρους ἐργάσασθαι βουλόµενος· τέλειοι γὰρ ἦσαν ἐκεῖνοι. Τουτέστιν, Ἐν ᾧ µέτρῳ µετρεῖτε, ἀντιµετρηθήσεται ὑµῖν. Καὶ τὸ, Οὐκ ἔστι προσωποληψία, πρὸς τούτους εἴρηται· κεῖται δὲ ἐπ' ἐκείνων, ἵνα οὗτοι δέξωνται. Ὅταν γὰρ ἑτέρῳ ἁρµόζον πρὸς ἕτερον εἴπωµεν, οὐκ ἐκεῖνον τοσοῦτον, ὅσον τὸν ὑπεύθυνον κατωρθώσαµεν. Καὶ ὑµεῖς µετ' ἐκείνων, φησίν. Ἐνταῦθα κοινὴν ἐποίησε τὴν δουλείαν· Εἰδότες γὰρ, φησὶν, ὅτι καὶ ὑµεῖς ἔχετε Κύριον ἐν οὐρανοῖς. Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ. Ἐπειδὴ γὰρ τὸ καρτερεῖν ἐν ταῖς εὐχαῖς ῥᾳθυµεῖν πολλάκις ποιεῖ, διὰ τοῦτό φησι· Γρηγοροῦντες, τουτέστι, νήφοντες, µὴ ῥεµβόµενοι. Οἶδε γὰρ, οἶδεν ὁ διάβολος ὅσον ἀγαθὸν εὐχή· διὸ βαρὺς ἔγκειται. Οἶδε δὲ καὶ Παῦλος πῶς ἀκηδιῶσι πολλοὶ εὐχόµενοι· διό φησι, Προσκαρτερεῖτε τῇ προσευχῇ, ὡς περί τινος ἐπιπόνου. Γρηγοροῦντες ἐν αὐτῇ, ἐν εὐχαριστίᾳ. Τοῦτο γὰρ, φησὶν, ἔργον ὑµῶν ἔστω, ἐν ταῖς εὐχαῖς εὐχαριστεῖν καὶ ὑπὲρ τῶν φανερῶν καὶ ὑπὲρ τῶν ἀφανῶν, καὶ ὑπὲρ ὧν ἑκόντας καὶ ὑπὲρ ὧνἄκοντας ἐποίησεν εὖ, καὶ ὑπὲρ βασιλείας καὶ ὑπὲρ γεέννης, καὶ ὑπὲρ θλίψεως καὶ ὑπὲρ ἀνέσεως. Οὕτω γὰρ ἔθος τοῖς ἁγίοις εὔχεσθαι, καὶ ὑπὲρ τῶν κοινῶν εὐεργεσιῶν εὐχαριστεῖν.
10.3
Οἶδα ἐγώ τινα ἅγιον ἄνδρα οὕτως εὐχόµενον. Οὐδὲν πρὸ τούτου τοῦ ῥήµατος ἔλεγεν, ἀλλ' ὅτι. Εὐχαριστοῦµεν ὑπὲρ πασῶν τῶν εὐεργεσιῶν σου τῶν ἐκ πρώτης ἡµέρας µέχρι τῆς παρούσης εἰς ἡµᾶς τοὺς ἀναξίους ἐπιδεικνυµένων· ὑπὲρ ὧν ἴσµεν καὶ οὐκ ἴσµεν, ὑπὲρ τῶν φανερῶν, ὑπὲρ τῶν ἀφανῶν, τῶν ἐν ἔργῳ γενοµένων, τῶν ἐν λόγῳ, τῶν ἑκοντὶ, τῶν ἀκοντί· πασῶν τῶν εἰς τοὺς ἀναξίους ἡµᾶς γεγενηµένων· ὑπὲρ θλίψεων, ὑπὲρ ἀνέσεων, ὑπὲρ τῆς γεέννης, ὑπὲρ τῆς κολάσεως, ὑπὲρ βασιλείας τῶν οὐρανῶν. Παρακαλοῦµέν σε φυλάξαι τὴν ψυχὴν ἡµῶν ἁγίαν, καθαρὰν συνείδησιν ἔχουσαν, τέλος ἄξιον τῆς φιλανθρωπίας σου. Ὁ ἀγαπήσας ἡµᾶς ὥστε τὸν Μονογενῆ σου δοῦναι ὑπὲρ ἡµῶν, καταξίωσον ἀξίους γενέσθαι τῆς σῆς ἀγάπης· δὸς ἐν τῷ λόγῳ σου σοφίαν, καὶ ἐν τῷ φόβῳ σου, µονογενὲς Χριστὲ, ἔµπνευσον ἰσχὺν τὴν παρὰ σοῦ· ὁ τὸν Μονογενῆ δοὺς ὑπὲρ ἡµῶν, καὶ τὸ Πνεῦµά σου τὸ ἅγιον ἐξαποστείλας εἰς ἄφεσιν τῶν ἡµετέρων ἁµαρτιῶν, εἴ τι ἑκόντες ἢ ἄκοντεςἡµάρτοµεν, συγχώρησον, καὶ µὴ λογίσῃ· µνήσθητι πάντων τῶν ἐπικαλουµένων τὸ ὄνοµά σου ἐν ἀληθείᾳ· µνήσθητι πάντων τῶν εὖ, καὶ τἀναντία ἡµῖν θελόντων· πάντες γὰρ ἄνθρωποί ἐσµεν. Εἶτα ἐπιθεὶς τὴν εὐχὴν τῶν πιστῶν, ἐνταῦθα ἐπαύετο, ὡς κορωνίδα τινὰ καὶ σύνδεσµον ὑπὲρ πάντων τὴν εὐχὴν ποιησάµενος. Πολλὰ γὰρ ἡµᾶς ὁ Θεὸς καὶ ἄκοντας εὖ ποιεῖ· πολλὰ γὰρ καὶ οὐκ εἰδότας, καὶ µείζονα. Ὅταν γὰρ τἀναντία εὐχώµεθα, αὐτὸς δὲ τἀναντία ποιῇ, δῆλον ὅτι καὶ οὐκ εἰδότας εὖ ποιεῖ. Προσευχόµενοι ἅµα καὶ περὶ ἡµῶν. Ὅρα τὴν ταπεινοφροσύνην, µετ' ἐκείνους ἑαυτὸν τίθησιν. Ἵνα ὁ Θεὸς ἀνοίξῃ ἡµῖν θύραν τοῦ λόγου, λαλῆσαι τὸ µυστήριον τοῦ Χριστοῦ. Εἴσοδόν φησι καὶ παῤῥησίαν. Βαβαί! ὁ ἀθλητὴς ὁ τοσοῦτος οὐκ εἶπεν, Ἵνα ἀπαλλαγῶ τῶν δεσµῶν, ἀλλὰ δέσµιος ὢν ἑτέρους παρεκάλει, καὶ παρεκάλει ἐπὶ πράγµατι µεγάλῳ, ἵνα παῤῥησίαν λάβῃ. Τὰ δύο µεγάλα, καὶ ἡ ποιότης τοῦ προσώπου, καὶ ἡ τοῦ πράγµατος. Βαβαί! ὅσον τὸ ἀξίωµα. Τὸ µυστήριον, φησὶ, τοῦ Χριστοῦ.∆ είκνυσιν, ὅτι οὐδὲν αὐτῷ τούτου ποθεινότερον, τοῦ λαλῆσαι.∆ ι' ὃ καὶ δέδεµαι, ἵνα φανερώσω αὐτὸ, ὡς δεῖ µε λαλῆσαι. Μετὰ πολλῆς, φησὶ, τῆς παῤῥησίας, καὶ µηδὲν ὑποστειλάµενον. Ὁρᾷς, τὰ δεσµὰ φανεροῖ αὐτὸν, οὐ συσκιάζει. Μετὰ πολλῆς, φησὶ, τῆς παῤῥησίας. Εἰπέ µοι, σὺ δέδεσαι, καὶ ἄλλους παρακαλεῖς; Ναὶ, φησί· µείζονά µοι παῤῥησίαν δίδωσι τὰ δεσµά· ἀλλὰ δέοµαι τῆς τοῦ Θεοῦ ῥοπῆς· ἤκουσα γὰρ τοῦ Χριστοῦ λέγοντος· Ὅταν παραδιδῶσι ὑµᾶς, µὴ µεριµνήσετε πῶς ἢ τί λαλήσητε. Καὶ ὅρα πῶς µεταφορικῶς εἶπεν· Ἵνα ὁ Θεὸς ἀνοίξῃ ἡµῖν θύραν τοῦ λόγου· Ὅρα πῶς ἄτυφός ἐστι, καὶ πῶς ἐν τοῖς δεσµοῖς ὢν ταπεινὰ φθέγγεται· τούτεστιν, Ἵνα µαλάξῃ τὰς καρδίας αὐτῶν. Οὐκ εἶπεν οὕτως, ἀλλ', Ἵνα ἡµῖν παῤῥησίαν δῷ, ταπεινοφρονῶν οὕτως εἴρηκε, καὶ τοῦτο ὅπερ εἶχεν, ἀξιοῖ λαβεῖν.∆ είκνυσιν ἐν ταύτῃ τῇ Ἐπιστολῇ διὰ τί τότε οὐκ ἦλθεν ὁ Χριστὸς τῷ σκιὰν ἐκεῖνα καλέσαι· Τὸ δὲ σῶµα, φησὶ, τοῦ Χριστοῦ. Ὥστε ἔδει ἐν τῇ σκιᾷ ἐθισθῆναι. Ἅµα καὶτῆς ἀγάπης τῆς εἰς αὐτοὺς µέγιστον ἐµφαίνει τεκµήριον· Ἵνα ὑµεῖς, φησὶν, ἀκούσητε· Ἐγὼ δὲ δέδεµαι. Πάλιν τὸν δεσµὸν εἰς µέσον τίθησιν, οὗ σφόδρα ἐρῶ, ὃς διανίστησί µου τὴν καρδίαν, καὶ ἀεὶ εἰς ἐπιθυµίαν ἄγει τοῦ τὸν Παῦλον δεδεµένον ἰδεῖν, καὶ ἐνδεσµοῖς γράφοντα, καὶ κηρύττοντα, καὶ βαπτίζοντα, καὶ κατηχοῦντα. Ὑπὲρ τῶν Ἐκκλησιῶν τῶν ἀπανταχοῦ ἀνεφέρετο αὐτῷ δεδεµένῳ, µυρία ᾠκοδόµει δεδεµένος. Τότε εὔλυτος µᾶλλον ἦν. Ἄκουε γὰρ αὐτοῦ λέγοντος· Ὥστε τοὺς πλείονας τῶν ἀδελφῶν πεποιθότας τοῖς δεσµοῖς µου περισσοτέρως τολµᾷν ἀφόβως τὸν λόγον λαλεῖν. Καὶ αὐτὸς δὲ πάλιν τοῦτο ὁµολογεῖ λέγων· Ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰµι.∆ ιὰ τοῦτο καὶ ἔλεγεν· Ἀλλ' ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Ἐδεσµεῖτο µετὰ τῶν κακούργων, µετὰ τῶν δεσµωτῶν, µετὰ τῶν ἀνδροφόνων· ὁ τῆς οἰκουµένης διδάσκαλος, ὁ εἰς τρίτον ἀνελθὼν οὐρανὸν, ὁ τὰ ἄῤῥητα ῥήµατα ἀκούσας, ἐδέδετο. Ἀλλὰ τότε ταχύτερος ὁ δρόµος ἦν. Ὁ δε θεὶς ἐλέλυτο, καὶ ὁ µὴ δεδεµένος ἐδέδετο. Οὗτος µὲν γὰρ ὅπερ ἤθελεν, ἔπραττεν· ἐκεῖνος δὲ αὐτὸν οὐκ ἐκώλυεν, οὐδὲ τὴν ἰδίαν ἐπλήρου πρόθεσιν. Τί ποιεῖς, ὦ ἀνόητε; µὴ γὰρ σωµατικός ἐστι δροµεύς; µὴ γὰρ ἐν σταδίῳ τῷ παρ' ἡµῖν ἀγωνίζεται; ἐν οὐρανῷ πολιτεύεται· τὸν ἐν οὐρανῷ τρέχοντα δῆσαι τὰ ἐπὶ γῆς οὐ δύναται, οὐδὲ κατασχεῖν. Οὐχ ὁρᾷς τουτονὶ τὸν ἥλιον; Περίβαλε δεσµὰ ταῖς ἀκτῖσι, στῆσον τοῦ δρόµου· ἀλλ' οὐ δυνήσῃ. Οὐκοῦν οὐδὲ Παῦλον· καὶ πολλῷ µᾶλλον τοῦτον, ἢ ἐκεῖνον· πλείονος γὰρ οὗτος, ἢ ἐκεῖνος ἀπέλαυσε προνοίας, ἅτε φῶς φέρων οὐ τοιοῦτον ἡµῖν, ἀλλὰ τὸ ἀληθινὸν βαστάζων. Ποῦ νῦν εἰσιν οἱ µηδὲν βουλόµενοι διὰ τὸν Χριστὸν πάσχειν; τί δὲ λέγω πάσχειν, ὅπου γε οὐδὲ χρήµατα βούλονται προέσθαι; Ἐδέσµει καὶ Παῦλός ποτε, καὶ ἐνέβαλλεν εἰς δεσµωτήριον· ἀλλ' ἐπειδὴ τοῦ Χριστοῦ γέγονε δοῦλος, οὐ τῷ ποιεῖν λοιπὸν, ἀλλὰ τῷ πάσχειν σεµνύνεται. Καὶ τοῦτο δὲ τοῦ κηρύγµατος θαῦµα, ὅταν διὰ τῶν πασχόντων αὐτῶν, ἀλλ' οὐ τῶν ποιούντων κακῶς, οὕτως ἐγείρηται καὶ αὔξηται. Ποῦ τις εἶδεν ἀγῶνας τοιούτους; Ὁ πάσχων κακῶς, νικᾷ· καὶ ὁ ποιῶν κακῶς, ἡττᾶται. Οὗτος ἐκείνου λαµπρότερος· διὰ δεσµῶν τὸ κήρυγµα εἰσῆλθεν. Οὐκ αἰσχύνοµαι, ἀλλὰ καὶ σεµνύνοµαι, φησὶ, τὸν ἐσταυρωµένον κηρύττων. Ἐννόησον γάρ µοι· Ἡ οἰκουµένη πᾶσα τοὺς λελυµένους ἀφεῖσα, τοῖς δεδεµένοις προσῄει· τοὺς δεσµοῦντας ἀποστρεφοµένη, τοὺς τὴν ἅλυσιν περικειµένους τιµᾷ· τοὺς σταυρώσαντας µισήσασα, τὸν ἐσταυρωµένον προσκυνεῖ.
10.4
Οὐκ ἔστι µόνον θαυµαστὸν, ὅτι ἁλιεῖς, ὅτι ἰδιῶται ἦσαν οἱ κήρυκες, ἀλλ' ὅτι καὶ ἕτερα κωλύµατα, φύσει κωλύµατα ἦσαν, καὶ πλείων γέγονεν ἡ ἐπίδοσις. Οὐ µόνον οὐδὲν ἐκώλυσεν ἡ ἰδιωτεία, ἀλλὰ καὶ αὐτὸ τοῦτο φανερωθῆναι ἐποίησε τὸ κήρυγµα. Ἄκουε γὰρ τοῦ Λουκᾶ λέγοντος· Καὶ καταλαβόµενοι, φησὶν, ὅτι ἄνθρωποι ἀγράµµατοί εἰσι καὶ ἰδιῶται, ἐθαύµαζον. Οὐ µόνον οὐδὲν ἐκώλυεν ὁ δεσµὸς, ἀλλὰ καὶ αὐτὸ τοῦτο ἐποίησεν αὐτοὺς θαρσαλεωτέρους. Οὐχ οὕτως ἐθάῤῥουν οἱ µαθηταὶ, λελυµένου τοῦ Παύλου, ὡς δεδεµένου· Περισσοτέρως γὰρ, φησὶ, τολµᾷν ἀφόβως τὸν λόγον τοῦ Θεοῦ λαλεῖν. Ποῦ οἱ ἀντεροῦντες, ὅτι οὐ θεῖον τὸ κήρυγµα; ἡ ἰδιωτεία οὐκ ἦν ἱκανὴ ποιῆσαι καταγνωσθῆναι αὐτούς; οὐκοῦν ἔδει κἀνταῦθα φοβῆσαι αὐτούς; Ἴστε γὰρ ὅτι δύο πάθεσι τούτοις τὸ πλῆθος κατέχεται, κενοδοξίᾳ καὶ δειλίᾳ. Ἡ ἰδιωτεία οὐκ ἠφίει ἐπαισχύνεσθαι· οἱ κίνδυνοι εἰς δειλίαν ἐµβαλεῖν ὤφειλον. Ἀλλὰ θαύµατα, φησὶν, ἐποίουν. Πιστεύετε οὖν ὅτι ἐποίουν θαύµατα. Ἀλλ' οὐκ ἐποίουν; Τοῦτο µεῖζον θαῦµα τοῦ ποιεῖν, εἰ χωρὶς θαυµάτων προσήγοντο. Ἐδέθη καὶ Σωκράτης παρ' Ἕλλησι· τί οὖν; οὐκ εὐθέως ἔφυγον εἰς Μέγαρα οἱ µαθηταί; Πάνυ γε· οὐ γὰρ τοὺς περὶ ἀθανασίας ἐδέξαντο λόγους. Ἀλλ' ὅρα ἐνταῦθα· ἐδέθη Παῦλος, καὶ µᾶλλον ἐθάῤῥουν οἱ µαθηταί· εἰκότως· ἑώρων γὰρ οὐκ ἐµποδιζόµενον τὸ κήρυγµα. Μὴ γὰρ γλῶτταν δύνασαι δῆσαι; ταύτῃ µάλιστα τρέχει. Ὥσπερ γὰρ, δροµέως ἂν µὴ δήσῃς τοὺς πόδας, οὐκ ἐκώλυσας τοῦ δρόµου· οὕτω καὶ εὐαγγελιστοῦ ἐὰν µὴ δήσῃς τὴν γλῶτταν, οὐκ ἐκώλυσας τοῦ δρόµου. Καὶ ὥσπερ ἐκεῖνος, ἐὰν δήσῃς τὴν ὀσφὺν, µᾶλλον τρέχει καὶ διαβαστάζεται, οὕτω καὶ οὗτος δεσµούµενος µᾶλλον κηρύττει, καὶ µετὰ πλείονος τῆς παῤῥησίας.∆ ειλιᾷ ὁ δέσµιος, ὅταν δεσµὸς ᾖ µόνον· ὁ δὲ τοῦ θανάτου καταφρονῶν, πῶς ἂν ἐδέθη; Ταυτὸν ἐποίουν, οἷον ἂν εἰ τὴν σκιὰν ἐδέσµουν Παύλου, καὶ τὸ στόµα αὐτῆς ἐνέφραττον. Σκιοµαχία γὰρ ἦν· τοῖς τε γὰρ οἰκείοις ποθεινότερος µᾶλλον ἦν, τοῖς τε ἐχθροῖς αἰδεσιµώτερος, ἅτε ἀνδρείας φέρων ἔπαθλον τὸν δεσµόν. Στέφανος κοσµεῖ κεφαλὴν, ἀλλ' οὐκ αἰσχύνει, ἀλλὰ καὶ λαµπρὸν ποιεῖ. Ἄκοντες ἐστεφάνουν αὐτὸν τῇ ἁλύσει. Εἰπὲ γάρ µοι, σίδηρον εἶχε δεῖσαι ὁ τῶν ἀδαµαντίνων τοῦ θανάτου κατατολµῶν πυλῶν; Ἔλθωµεν εἰς ζῆλον, ἀγαπητοὶ, τῶν δεσµῶν τούτων. Ὅσαι γυναῖκες χρυσία περίκεισθε, τὰ Παύλου δεσµὰ ποθήσατε. Οὐχ οὕτως ὑµῖν περὶ τὸν τράχηλον τὸ περιδέῤῥαιον ἀπολάµπει, ὡς ἐκείνου περὶ τὴν ψυχὴν ὁ τῶν σιδηρῶν δεσµῶν ἔστιλβε κόσµος. Εἴ τις ἐκεῖνα ποθεῖ, ταῦτα µισείτω. Τίς γὰρ κοινωνία βλακείᾳ πρὸς ἀνδρείαν; καλλωπισµῷ σωµατικῷ πρὸς φιλοσοφίαν; Ἐκεῖνα τὰ δεσµὰ ἄγγελοι αἰδοῦνται, τούτων καὶ καταπαίζουσιν· ἐκεῖνα τὰ δεσµὰ πρὸς τὸν οὐρανὸν ἀπὸ τῆς γῆς ἕλκειν εἴωθε, ταῦτα τὰ δεσµὰ πρὸς τὴν γῆν ἀπὸ τοῦ οὐρανοῦ κατάγει. Ὄντως γὰρ ταῦτα δεσµὰ, οὐκ ἐκεῖνα· ἐκεῖνα κόσµος, ταῦτα δεσµά· ταῦτα µετὰ τοῦ σώµατος καὶ τὴν ψυχὴν θλίβει, ἐκεῖνα µετὰ τοῦ σώµατος καὶ τὴν ψυχὴν κοσµεῖ. Βούλει µαθεῖν ὅτι ἐκεῖνα κόσµος ἐστίν; Εἰπέ µοι, τίς µᾶλλον ἐπεσπάσατο τοὺς ὁρῶντας, σὺ, ἢ Παῦλος; καὶ τί λέγω, σύ; αὐτὴ ἡ βασιλὶς ἡ πάντα χρυσὸν περικειµένη, οὐκ ἂν µᾶλλον ἐπεσπάσατο τοὺς ὁρῶντας· ἀλλ' εἰ συνέβη καὶ Παῦλον κατὰ τὸν αὐτὸν καιρὸν δεδεµένον, καὶ τὴν βασιλίδα εἰς τὴν ἐκκλησίαν εἰσελθεῖν, πάντες ἂν ἀπ' ἐκείνης ἐπὶ τοῦτονµετήγαγον τοὺς ὀφθαλµούς· καὶ εἰκότως. Τὸ γὰρ ὁρᾷν ἄνδρα τῆς φύσεως τῆς ἀνθρωπίνης µείζονα, καὶ οὐδὲν ἔχοντα ἀνθρώπινον, ἀλλ' ἄγγελον ἐπὶ γῆς, θαυµασιώτερον τοῦ ὁρᾷνγυναῖκα κεκαλλωπισµένην. Ταῦτα µὲν γὰρ καὶ ἐν θεάτροις, καὶ ἐν ποµπαῖς, καὶ βαλανείοις, καὶ πολλαχοῦ ἔστιν ἰδεῖν· ἄνθρωπον δὲ δεσµὰ περικείµενον, καὶ νοµίζοντα τὸν µέγιστον κόσµον ἔχειν, καὶ οὐκ εἴκοντα τοῖς δεσµοῖς, οὐκ ἔστι γῆς θέαµα ἰδεῖν τὸν ὁρῶντα, ἀλλ' οὐρανῶν ἄξιον τὸ θέαµα. Ἡ ταῦτα περικειµένη ψυχὴ περισκοπεῖ, τίς εἶδε, τίς οὐκ εἶδε, τύφου πεπλήρωται, φροντίσι κατέχεται, µυρίοις ἑτέροις δέδεται πάθεσιν· ὁ δὲ ἐκεῖνα περικείµενος, ἄτυφος· ἡ ψυχὴ γαυροῦται, πάσης ἀπήλλακται φροντίδος, γεγηθυῖα, πρὸς τὸν οὐρανὸν βλέπουσα, ἐπτερωµένη. Εἴ τίς µοι Παῦλον ἐδίδου ἀπὸ τοῦ οὐρανοῦ διακύπτοντα ἰδεῖν καὶ φωνὴν ἀφιέντα, ἢ ἐκ τοῦ δεσµωτηρίου, ἐκ τοῦ δεσµωτηρίου ἂν εἱλόµην· οἱ γὰρ ἐκ τοῦ οὐρανοῦ πρὸς αὐτὸν ἔρχονται, ὅταν εἰς τὸ δεσµωτήριον ᾗ. Ὁ σύνδεσµος τοῦ κηρύγµατος τὰ δεσµὰ Παύ λου, ὁ θεµέλιος ἡ ἅλυσις ἐκείνη. Ἐκεῖνα τὰ δεσµὰ ποθήσωµεν.
10.5
Καὶ πῶς, φησὶν, ἔνι; Ἐὰν ταῦτα συντρίψωµεν καὶ διακλάσωµεν. Οὐδὲν ἡµῖν ἀπὸ τούτων ὄφελος τῶν δεσµῶν, ἀλλὰ καὶ βλάβη.∆ εσµώτας ἡµᾶς ἐκεῖ δείξει ταῦτα, τὰ δὲ Παύλου δεσµὰ λύσει ἐκεῖνα τὰ δεσµά· ἡ τούτοις ἐνταῦθα δεδεµένη καὶ τοῖς ἀθανάτοις ἐκεῖ δεσµοῖς δεθήσεται χεῖρας καὶ πόδας, ἡ τοῖς Παύλου δεδεµένη ἕξει καθάπερ κόσµον περικείµενοναὐτῇ τότε. Λῦσον καὶ σαυτὴν τοῦ δεσµοῦ, καὶ τὸν πένητα τοῦ λιµοῦ. Τί τῶν ἁµαρτηµάτων τὰς σειρὰς ἐπισφίγγεις; Πῶς; φησίν. Ὅταν σὺ µὲν χρυσοφορῇς, ἕτερος δὲ ἀπόλλυται· ὅταν σὺ µὲν ἵνα δόξης τύχῃς τῆς κενῆς, τοσοῦτον λαµβάνῃς χρυσίον, ἕτερος δὲ µηδὲ φαγεῖν ἔχῃ, οὐχὶ τὰς ἁµαρτίας ἐπέσφιγξας; Περίθου τὸν Χριστὸν, καὶ µὴ τὸν χρυσόν· ἔνθα µαµµωνᾶς, ἐκεῖ Χριστὸς οὐκ ἔστιν· ἔνθα Χριστὸς, ἐκεῖ µαµµωνᾶς οὐκ ἔστιν. Οὐ βούλει τὸν Βασιλέα αὐτὸν περικεῖσθαι τῶν πάντων; Εἴ τίς σοι τὴν ἁλουργίδα καὶ τὸ διάδηµα ἔδωκεν, οὐκ ἂν ἐδέξω ἀντὶ παντὸς τοῦ χρυσίου; Ἐγώ σοι οὐ τὸν κόσµον δίδωµι τὸν βασιλικὸν, ἀλλ' αὐτὸν περιθέσθαι τὸν Βασιλέα παρέχω. Καὶ πῶς ἄν τις περικέοιτο τὸν Χριστὸν, φησίν; Ἄκουε τοῦ Παύλου λέγοντος· Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε· ἄκουσον τῆς παραινέσεως τῆς ἀποστολικῆς· Τῆς σαρκὸς, φησὶ, πρόνοιαν µὴ ποιεῖσθε εἰς ἐπιθυµίαν. Οὕτω τις ἐνδύεται τὸν Χριστὸν, µὴ προνοῶν τῆς σαρκὸς εἰς ἐπιθυµίαν. Ἂν τὸν Χριστὸν ἐνδύσῃ, καὶ δαίµονές σε φοβηθήσονται· ἂν δὲ τὸν χρυσὸν, καὶ ἄνθρωποι καταγελάσονται· ἐὰν ἐνδύσῃ τὸν Χριστὸν, καὶ ἄνθρωποί σε αἰδεσθήσονται. Βούλει φαίνεσθαι καλὴ καὶ εὐπρεπής; ἀρκέσθητι τοῦ∆ ηµιουργοῦ τῇ πλάσει. Τί τὰ χρυσία ἐπεισάγεις, ὡς διορθωσοµένη τοῦ Θεοῦ τὸ πλάσµα; Θέλεις εὐπρεπὴς φαίνεσθαι; περιβαλοῦ ἐλεηµοσύνην, περιβαλοῦ φιλανθρωπίαν, περιβαλοῦ σωφροσύνην, ἀτυφίαν· ταῦτα πάντα χρυσοῦ τιµιώτερα· ταῦτα καὶ τὴν ὡραίαν εὐπρεπεστέραν ποιεῖ· ταῦτα καὶ τὴν οὐκ εὔµορφον εὔµορφον ἐργάζεται. Ὅταν γάρ τις µετ' εὐνοίας ὄψιν ὁρᾷ, ἀπὸ ἀγάπης φέρει τὰς ψήφους· τὴν δὲ πονηρὰν οὐ δύναταί τις οὐδὲ καλὴν οὖσαν, καλὴν εἰπεῖν· πεπληγµένη γὰρ ἡ διάνοια οὐ φέρει τὴν ψῆφον ὀρθήν. Ἐκοσµήθη ποτὲ ἡ Αἰγυπτία, ἐκοσµήθη καὶ ὁ Ἰωσήφ· τίς οὖν ἦν ὁ ὡραιότερος; οὐ λέγω ὅτε ἐν τοῖς βασιλείοις ἦν ἐκείνη, οὗτος δὲ ἐν τῷ δεσµωτηρίῳ. Γυµνὸς ἦν οὗτος, ἀλλ' ἐνεδέδυτο τῆς σωφροσύνης τὰ ἱµάτια· ἐνδεδυµένη ἦν ἐκείνη, ἀλλὰ γυµνῆς ἦν αἰσχροτέρα· σωφροσύνην γὰρ οὐκ εἶχεν. Ὅταν σφοδρῶς κοσµήσῃ, ὦ γύναι, τότε τῆς γυµνῆς αἰσχροτέρα γέγονας· ἀπεδύσω γὰρ τὴν εὐκοσµίαν. Ἦν καὶ ἡ Εὔα γυµνή· ἀλλ' ὅτε ἐνεδύσατο, τότε ἦν αἰσχροτέρα· ὅτε µὲν γὰρ ἦν γυµνὴ, κεκόσµητο τῇ δόξῃ τοῦ Θεοῦ· ὅτε δὲ τὸ τῆς ἁµαρτίας ἱµάτιον ἐνεδύσατο, τότε ἦν αἰσχρά. Καὶ σὺ τῆς φιλοκοσµίας ἐνδυοµένη τὸ ἱµάτιον, τότε αἰσχροτέρα φαίνῃ. Ὅτι γὰρ ἡ πολυτέλεια οὐκ ἀρκεῖ δεῖξαι εὔµορφον, ἀλλ' ἔστι καὶ ἐνδεδυµένην τῆς γυµνῆς µᾶλλον ἀσχηµονεῖν, ἐγὼ ἐρῶ. Εἴ ποτε αὐλητοῦ ἢ χοραύλου σκεύη ἐνεδύσω, ἆρα οὐκ ἦν ἀσχηµοσύνη; Καίτοι γε χρυσᾶ τὰ ἱµάτιά εἰσιν· ἀλλὰ διὰ τοῦτο ἀσχηµοσύνη, ὅτι χρυσᾶ. Ἡ γὰρ πολυτέλεια τῆς σκηνῆς ἁρµόζει τοῖς τρα γῳδοῖς, τοῖς ὑποκριταῖς, τοῖς µίµοις, τοῖς ὀρχησταῖς, τοῖς πρὸς τὰ θηρία µαχοµένοις· γυναικὶ δὲ πιστῇ ἕτερα δέδοται ἱµάτια παρὰ τοῦ Θεοῦ, αὐτὸς ὁ µονογενὴς τοῦ Θεοῦ Παῖς. Ὅσοι γὰρ, φησὶν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Εἰπέ µοι, εἴ τίς σοι βασιλικὸν ἔδωκεν ἱµάτιον, σὺ δὲ ἐπάνω ἐκείνου τὸ τοῦ εἵλωτος λαβοῦσα περιέθου, ἆρα οὐκ ἂν µετὰ τοῦ ἀσχηµονεῖν καὶ ἐκολάσθης; τὸν τοῦ οὐρανοῦ∆ εσπότην καὶ τῶν ἀγγέλων ἐνεδύσω, καὶ περὶ τὴν γῆν ἔτι στρέφῃ; Ταῦτά µοι εἴρηται, ὅτι µέγα µὲν καὶ καθ' ἑαυτὸ κακὸν ἡ φιλοκοσµία, κἂν µηδὲν ἦν ἕτερον ἐντεῦθεν τικτόµενον, ἀλλ' ἐξῆν ἀκινδύνως ἔχειν( εἰςγὰρ κενοδοξίαν ἀλείφει καὶ τῦφον)· νῦν δὲ καὶ ἕτερα πολλὰ τίκτεται ἐκ τοῦ καλλωπισµοῦ, ὑποψίαι φανεραὶ, δαπάναι ἄκαιροι, βλασφηµίαι, πλεονεξιῶν ὑποθέσεις. Τί γὰρ καλλωπίζῃ, εἰπέ µοι; ἵνα ἀρέσῃς τῷ ἀνδρί; Οὐκοῦν ἐπὶ τῆς οἰκίας τοῦτο ποίει. Ἐνταῦθα δὲ τοὐναντίον γίνεται. Εἰ γὰρ τῷ οἰκείῳ ἀρέσαι θέλεις ἀνδρὶ, τοῖς ἄλλοις µὴ ἄρεσκε· εἰ δὲ τοῖς ἄλλοις ἀρέσκεις, οὐ δυνήσῃ ἀρέσκειν τῷ οἰκείῳ. Ὥστε πάντα ἀποτίθεσθαι τὸν κόσµον ἔδει εἰς ἀγορὰν ἐµβάλλουσαν, εἰς ἐκκλησίαν προϊοῦσαν. Ἄλλως δὲ, µὴ ἀπὸ τούτων ἄρεσκε τῷ ἀνδρὶ, ἀφ' ὧν καὶ αἱ πόρναι, ἀλλ' ἀπὸ τούτου µᾶλλον, ἀφ' οὗ αἱ γυναῖκες αἱ ἐλεύθεραι. Τίνι γὰρ, εἰπέ µοι, διέστηκε γυνὴ πόρνης; Ὅτι ἡ µὲν πρὸς ἓν[ α] µόνον ὁρᾷ, ὅπως τῷ κάλλει τοῦ σώµατος ἐφελκύσηται τὸν ἐρώµενον· αὕτη δὲ καὶ οἰκίας προΐσταται, καὶ τέκνων κοινωνεῖ, καὶ τῶν ἄλλων ἁπάντων. Θυγάτριον ἔχεις; ὅρα µὴ διαδέξηται τὴν βλάβην· φιλεῖ γάρ πως πρὸς τὰς ἀνατροφὰς τὰ ἤθη ῥυθµίζεσθαι, καὶ µιµεῖσθαι τὰ τῶν µητέρων ἤθη. Ἔσο ὑπόδειγµα τῇ θυγατρὶ σωφροσύνης, κόσµησαι τὸν κόσµον ἐκεῖνον, καὶ ὅρα πῶς τούτου καταφρονήσεις. Ὄντως γὰρ ἐκεῖνα κόσµος ἐστὶ, ταῦτα δὲ ἀκοσµία. Ἀρκεῖ τὰ εἰρηµένα. Ὁ δὲ Θεὸς ὁ τὸν κόσµον ποιήσας, καὶ δοὺς ἡµῖν τὸν τῆς ψυχῆς κόσµον, κοσµήσειεν ἡµᾶς, καὶ τῇ αὑτοῦ δόξῃ ἀµφιάσειεν· ἵνα πάντες ἐν ἀγαθοῖς ἔργοις διαλάµποντες, καὶ εἰς δόξαν αὐτοῦ ζῶντες, δόξαν ἀναπέµψωµεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύµατι.