Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Colossians
John ChrysostomHom. Col. 11 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
11.0
Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν και ρὸν ἐξαγοραζόµενοι. Ὁ λόγος ὑµῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυµένος, εἰδέναι πῶς δεῖ ὑµᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.
11.1
Ὅπερ ὁ Χριστὸς πρὸς τοὺς µαθητὰς ἔλεγε, τοῦτο καὶ νῦν Παῦλος παραινεῖ. Τί δὲ ὁ Χριστὸς ἔλεγεν; Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑµᾶς ὡς πρόβατα ἐν µέσῳ λύκων. Γίνεσθε οὖν φρόνιµοι ὡσεὶ ὄφεις, καὶ ἀκέραιοι ὡσεὶ περιστεραί. Τουτέστι, φυλακτικοὶ γίνεσθε, µηδεµίαν αὐτοῖς λαβὴν διδόντες καθ' ὑµῶν.∆ ιὰ γὰρ τοῦτο πρόσκειται, Πρὸς τοὺς ἔξω, ἵνα µάθωµεν, ὅτι πρὸς τὰ µέλη τὰ οἰκεῖα οὐ τοσαύτης ἡµῖν δεῖ ἀσφαλείας, ὅσης πρὸς τοὺς ἔξω. Ἔνθα µὲν γὰρ ἀδελφοὶ, εἰσὶ καὶ συγγνῶµαι πολλαὶ καὶ ἀγάπαι.∆ εῖ µὲν οὖν καὶ ἐνταῦθα ἀσφάλειαν εἶναι, πολλῷ δὲ πλέον ἔξω· οὐ γάρ ἐστιν ἴσον µεταξὺ ἐχθρῶν καὶ πολεµίων εἶναι, καὶ φίλων. Εἶτ' ἐπειδὴ ἐφόβησεν, ὅρα πῶς πάλιν θαῤῥύνει. Τὸν καιρὸν, φησὶν, ἐξαγοραζόµενοι· τουτέστι, βραχὺς ὁ παρὼν καιρός. Ταῦτα δὲ ἔλεγεν, οὐ ποικίλους εἶναι βουλόµενος, οὐδὲ ὑποκριτάς· τοῦτο γὰρ οὐ σοφίας, ἀλλὰ ἀνοίας· ἀλλὰ τί; Ἐν οἷς µὴ βλάπτουσι, φησὶ, µηδεµίαν αὐτοῖς δίδοτε λαβήν· ὃ καὶ πρὸς Ῥωµαίους γράφων φησίν· Ἀπόδοτε πᾶσι τὰς ὀφειλὰς, τῷ τὸν φόρον, τὸν φόρον· τῷ τὸ τέλος, τὸ τέλος· τῷ τὴν τιµὴν, τὴν τιµήν.∆ ιὰ τὸ κήρυγµα µόνον ἔστω σοι πόλεµος, φησί· µηδεµίαν ἑτέραν ὁ πόλεµος οὗτος ἀρχὴν λαµβανέτω. Εἰ γὰρ µέλλοιεν ἡµῖν καὶ δι' ἕτερα ἀπεχθάνεσθαι, οὔτε µισθὸς ἡµῖν ἔσται, καὶ αὐτοὶ χείρους ἔσονται, καὶ δόξουσιν ἡµῖν δίκαια ἐγκαλεῖν· οἷον τὰ τελέσµατα ἂν µὴ καταβάλλωµεν, τὰς τιµὰς τὰς προσηκούσας ἐὰν µὴ ἀποδιδῶµεν, ἂν µὴ ὦµεν ταπεινοί. Οὐχ ὁρᾷς Παῦλον, ἔνθα µηδὲν ἔβλαπτε τὸ κήρυγµα, πῶς ἐστι καθυφιείς; Ἄκουε γὰρ αὐτοῦ λέγοντος πρὸς τὸν Ἀγρίππαν· Μακάριον ἐµαυ τὸν ἥγηµαι ἐπὶ σοῦ µέλλων ἀπολογεῖσθαι σήµερον, µάλιστα γνώστην σε ὄντα τῶν κατὰ Ἰουδαίους ἐθῶν τε καὶ ζητηµάτων. Εἰ δὲ ἐνόµιζε δεῖν ὑβρίζειν τὸν ἄρχοντα, πάντα ἂν ἀνέτρεψεν. Ἄκουε δὲ καὶ τῶν περὶ τὸν µακάριον Πέτρον, πῶς ἐπιεικῶς ἀποκρίνονται τοῖς Ἰουδαίοις λέγοντες· Πειθαρχεῖν δεῖ Θεῷ µᾶλλον, ἢ ἀνθρώποις. Καίτοι γε ἄνθρωποι τῆς ἑαυτῶν ψυχῆς ἀπεγνωκότες, καὶ ὑβρίζειν καὶ πᾶν ὁτιοῦν ποιεῖν ἠδύναντο· ἀλλὰ διὰ τοῦτο ἀπέγνωσαν τῆς ψυχῆς, ἵνα µὴ κενοδοξῶσι( κενοδοξίας γὰρ τοῦτό ἐστιν), ἀλλ' ἵνα κηρύσσωσι, καὶ ἵνα µετὰ παῤῥησίας πάντα φθέγγωνται· ἐκεῖνο δὲ ἀµετρίας ἐστίν· Ὁ λόγος ὑµῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυµένος· τουτέστι, µὴ εἰς ἀδιαφορίαν τὸ χαρίεν ἐκπίπτῃ. Ἔνι γὰρ καὶ χαριεντίζεσθαι, ἔνι καὶ µετὰ τῆς προσηκούσης κοσµιότητος τοῦτο ποιεῖν. Εἰδέναι πῶς δεῖ ὑµᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. Ὥστε οὐχ ὁµοίως πᾶσι διαλέγεσθαι χρὴ, Ἕλλησι λέγω καὶ ἀδελφοῖς. Οὐδαµῶς· ἐπεὶ τοῦτο τῆς ἐσχάτης ἀνοίας ἐστί. Τὰ κατ' ἐµὲ πάντα γνωρίσει ὑµῖν Τυχικὸς, ὁ ἀγαπητὸς ἀδελφὸς, καὶ πιστὸς διάκονος, καὶ σύνδουλος ἐν Κυρίῳ. Βαβαὶ, ὅση σοφία Παύλου! Πῶς οὐ πάντα ἐντίθησιν εἰς τὰς ἐπιστολὰς, ἀλλὰ τὰ ἀναγκαῖα καὶ τὰ κατεπείγοντα; Πρῶτον µὲν, οὐ βουλόµενος αὐτὰς εἰς µῆκος ἐκτείνειν· δεύτερον δὲ, καὶ τὸν ἀπερχόµενον αἰδεσιµώτερον ποιῶν, ἵνα ἔχῃ τι καὶ διηγεῖσθαι· τρίτον, δεικνὺς πῶς πρὸς αὐτὸν διάκειται· οὐ γὰρ ἂν αὐτῷ ταῦτα ἐνεχείρισεν. Ἔπειτα ἦν, ἃ οὐκ ἔδει διὰ γραµµάτων δηλωθῆναι. Ὁ ἀγαπητὸς, φησὶν, ἀδελφός. Εἰ ἀγαπητὸς, πάντα οἶδε, καὶ οὐδὲν αὐτὸν ἔκρυπτε. Καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν Κυρίῳ. Εἰ πιστὸς, οὐδὲν ψεύσεται· εἰ σύνδουλος, κεκοινώνηκε τῶν πειρασµῶν· ὥστε αὐτῷ πάντοθεν τὸ ἀξιόπιστον συνήγαγεν. Ὃν ἔπεµψα πρὸς ὑµᾶς εἰς αὐτὸ τοῦτο. Ἐνταῦθα τὴν ἀγάπην δείκνυσι τὴν πολλὴν, εἴ γε καὶ διὰ τοῦτο αὐτὸν ἀπέσταλκε, καὶ τῆς ἀποδηµίας αἰτία αὕτη γέγονεν· ὃ καὶ Θεσσαλονικεῦσι γράφων ἔλεγε·∆ ιὸ µηκέτι στέγοντες ηὐδοκήσαµεν καταλειφθῆναι ἐν Ἀθήναις µόνοι, καὶ ἐπέµψαµεν Τιµόθεον τὸν ἀδελφὸν ἡµῶν. Καὶ Ἐφεσίοις δὲ αὐτὸν τοῦτον πέµπει, καὶ ὑπὲρ τῆς αὐτῆς αἰτίας· Ἵνα γνῷ, φησὶ, τὰ περὶ ὑµῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑµῶν. Ὅρα τί φησιν· Οὐχ ἵνα ὑµεῖς τὰ ἐµὰ µάθητε, ἀλλ' ἵνα ἐγὼ τὰ ὑµέτερα· οὕτως οὐδαµοῦ τὸ αὑτοῦ τίθησι.∆ είκνυσιν αὐτοὺς καὶ ἐν πειρασµοῖς ὄντας τῷ εἰπεῖν· Ἵνα παρακαλέσῃ τὰς καρδίας ὑµῶν. Σὺν Ὀνησίµῳ τῷ ἀγαπητῷ καὶ πιστῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑµῶν. Πάντα ὑµῖν γνωριοῦσι τὰ ὧδε. Ὀνήσιµος οὗτός ἐστι, περὶ οὗ γράφων τῷ Φιλήµονι ἔλεγεν· Ὃν ἐβουλόµην πρὸς ἐµαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ µοι διακονῇ ἐν τοῖς δεσµοῖς τοῦ Εὐαγγελίου· χωρὶς δὲ τῆς σῆς γνώµης οὐδὲν ἠθέλησα ποιῆσαι. Καὶ τὸ ἐγκώµιον δὲ προστίθητι τῆς πόλεως, ἵνα καὶ ἐγκαλλωπίζωνται, µὴ µόνον οὐκ ἐπαισχύνωνται. Ὅς ἐστι, φησὶν, ἐξ ὑµῶν· Πάντα ὑµῖν γνωριοῦσι τὰ ὧδε. Ἀσπάζεται ὑµᾶς Ἀρίσταρχος ὁ συναιχµάλωτός µου.
11.2
Οὐδὲν τούτου τοῦ ἐγκωµίου µεῖζον. Οὗτός ἐστιν ὁ ἀπὸ Ἱεροσολύµων ἀναχθεὶς µετ' αὐτοῦ. Μεῖζον εἶπε τῶν προφητῶν οὗτος· ἐκεῖνοι µὲν γὰρ ξένους καὶ παρεπιδήµους ἑαυτοὺς καλοῦσιν, οὗτος δὲ καὶ αἰχµάλωτον. Καθάπερ γὰρ αἰχµάλωτος, οὕτως ἤγετο καὶ ἐφέρετο, καὶ πᾶσιν εἰς τὸ κακῶς πάσχειν προὔκειτο, µᾶλλον δὲ καὶ ἐκείνων χεῖρον. Ἐκείνους µὲν γὰρ, ἐπειδὰν λάβωσιν οἱ πολέµιοι, ἐν πολλῇ θεραπείᾳ λοιπὸν ἔχουσιν, ἅτε ὡς οἰκείων κτηµάτων ἐπιµελούµενοι· τοῦτον δὲ ὡς ἐχθρὸν καὶ πολέµιον πάντες ἦγον καὶ ἔφερον, δέροντες, µαστίζοντες, ὑβρίζοντες, συκοφαντοῦντες. Τοῦτο καὶ ἐκείνοις παράκλησις ἦν· ὅταν γὰρ καὶ ὁ διδάσκαλος ἐν τοῖς τοιούτοις ᾖ, µᾶλλον παρακαλοῦνται οἱ µαθηταί. Καὶ Μάρκος ὁ ἀνεψιὸς Βαρνάβα. Καὶ τοῦτον ἐνεκωµίασε τέως ἀπὸ τῆς συγγενείας· µέγας γὰρ ἦν ἀνὴρ ὁ Βαρνάβας. Περὶ οὗ ἐλάβετε ἐντολάς· ἐὰν ἔλθῃ πρὸς ὑµᾶς, δέξασθε αὐτόν; Τί γάρ; οὐκ ἐδέχοντο καὶ χωρὶς τούτου; Ναί· ἀλλὰ µετὰ πολλῆς τῆς σπουδῆς βούλοµαι, φησί· καὶ τοῦτο τὸν ἄνδρα δείκνυσι µέγαν. Πόθεν τὰς ἐντολὰς ἔλαβον, οὐ λέγει. Καὶ Ἰησοῦς ὁ λεγόµενος Ἰοῦστος. Ἴσως Κορίνθιος ἦν οὗτος. Εἶτα πᾶσι τὸ ἐγκώµιον κοινὸν ἀποδίδωσιν, εἰπὼν τὸ ἰδιάζον ἑκάστου· Οἱ ὄντες ἐκ περιτοµῆς· οὗτοι µόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, οἵτινες ἐγενήθησάν µοι παρηγορία. Ἐπειδὴ εἶπε, Συναιχµάλωτος, ἵνα µὴ συγκατενέγκῃ τὴν ψυχὴν τῶν ἀκουόντων, ὅρα πῶς τοῦτο τίθησι, καὶ διανίστησιν αὐτούς· Συνεργοὶ, φησὶν, εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Ὥστε τῶν πειρασµῶν κοινωνοῦντες, τῆς βασιλείας κοινωνοῦσιν. Οἵτινες ἐγενήθησάν µοι παρηγορία.∆ είκνυσιν αὐτοὺς µεγάλους, εἴ γε Παύλῳ παρηγορία γεγένηνται. Ἀλλ' ἴδωµεν τὴν σύνεσιν Παύλου. Ἐν σοφίᾳ, φησὶ, περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόµενοι. Τουτέστιν, Οὐκ ἔστιν ὑµέτερος ὁ καιρὸς, ἀλλ' ἐκείνων ἐστί· µὴ τοίνυν βούλεσθε αὐθεντεῖν, ἀλλ' ἐξαγοράζετε τὸν καιρόν. Καὶ οὐκ εἶπεν ἁπλῶς, Ἀγοράζετε, ἀλλ', Ἐξαγοράζετε, δηλῶν, ὅτι Οὕτω διατιθέµενοι, ὑµέτερον αὐτὸν ποιεῖτε ἑτέρως. Ἀνοίας γὰρ περιττῆς, πολέµων καὶ ἀπεχθείας προφάσεις ἐπινοεῖν. Πρὸς γὰρ τῷ κινδύνους περιττοὺς ὑποµένειν καὶ κέρδος οὐκ ἔχοντας, καὶ ἑτέρα γίνεται βλάβη, τὸ τοὺς Ἕλληνας µὴ προσιέναι ἡµῖν. Ἐν γὰρ τοῖς ἀδελφοῖς ὅταν ᾖς, εἰκότως θαῤῥεῖς· ἔξω δὲ οὐχ οὕτω χρή. Ὁρᾷς πῶς πανταχοῦ τοὺς ἔξω, τοὺς Ἕλληνας λέγει;∆ ιὰ τοῦτο καὶ Τιµοθέῳ γράφων ἔλεγε·∆ εῖ δὲ αὐτὸν καὶ µαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν· καὶ πάλιν, Τί γάρ µοι καὶ τοὺς ἔξω κρίνειν; Ἐν σοφίᾳ, φησὶ, περιπατεῖτε πρὸς τοὺς ἔξω. Ἔξω γάρ εἰσι, κἂν τὸν αὐτὸν κόσµον οἰκῶσιν ἡµῖν, τῆς βασιλείας ὄντες ἔξω καὶ τοῦ οἰκίσκου τοῦ πατρικοῦ. Ἅµα καὶ παραµυθεῖται αὐτοὺς, ἔξω ἐκείνους καλῶν· ὅπερ ἔλεγεν ἀνωτέρω, ὅτι Ἡ ζωὴ ὑµῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Τότε, φησὶ, δόξαν ζητεῖτε, τότε τιµὰς, τότε τὰ ἄλλα πάντα· νῦν δὲ µὴ, ἀλλ' ἐκείνοις παρέχετε. Εἶτα, ἵνα µὴ νοµίσῃς χρήµατα λέγειν αὐτὸν, ἐπάγει· Ὁ λόγος ὑµῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυµένος, εἰδέναι ὑµᾶς πῶς δεῖ ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. Ἵνα µὴ ὑποκρίσεως γέµῃ, φησί· τοῦτο γὰρ οὐ χάρις, οὐδὲ ἅλατι ἤρτυται. Οἷον, ἐὰν δέῃ θεραπεῦσαι ἀκινδύνως, µὴ παραιτήσῃ· ἂν καιρὸς ᾖ προσηνῶς διαλεχθῆναι, µὴ νοµίσῃς τὸ πρᾶγµα κολακείαν· πάντα ποίει τὰ εἰς τιµὴν ἀνήκοντα, ἄνευ τοῦ βλάπτεσθαι τὴν εὐσέβειαν. Οὐχ ὁρᾷς πῶς∆ ανιὴλ ἄνθρωπον ἀσεβῆ θεραπεύει; οὐχ ὁρᾷς τοὺς τρεῖς παῖδας, πῶς µετὰ σοφίας τῷ βασιλεῖ προσεφέροντο, καὶ ἀνδρείαν δεικνύντες, καὶ παῤῥησίαν, καὶ οὐδὲν θρασὺ οὐδὲ ἐπαχθές; τοῦτο γὰρ οὐκέτι παῤῥησίας, ἀλλὰ κενοδοξίας. Εἰδέναι, φησὶ, πῶς δεῖ ὑµᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. Ἑτέρως γὰρ τῷ ἄρχοντι, ἄλλως τῷ ἀρχοµένῳ· ἄλλως τῷ πλουτοῦντι, ἄλλως τῷ πένητι.∆ ιὰ τί; Ὅτι αἱ τῶν πλουτούντων καὶ ἀρχόντων ψυχαὶ ἀσθενέστεραι τυγχάνουσιν οὖσαι, µᾶλλον φλεγµαίνουσαι, µᾶλλον διαῤῥέουσαι· ὥστε ἐκεῖ συγκαταβατικὸν εἶναι δεῖ· αἱ τῶν πενήτων καὶ ἀρχοµένων, στεῤῥότεραι καὶ συνετώτεραι· ὥστε ἐνταῦθα καὶ παῤῥησίᾳ χρὴ µείζονι κεχρῆσθαι, πρὸς ἓν ὁρῶντα, τὴν οἰκοδοµήν. Μὴ ἐπειδὴ ὁ µὲν πλούσιος, ὁ δὲ πένης, ὁ µὲν πλέον τιµάσθω, ὁ δὲ ἔλαττον· ἀλλὰ διὰ τὴν ἀσθένειαν ὁ µὲν διαβασταζέσθω, ὁ δὲ µὴ οὕτως· οἷον, αἰτίας οὐκ οὔσης, µὴ κάλει τὸν Ἕλληνα µιαρὸν, µηδὲ ἔσο ὑβριστής· ἀλλ' ἂν µὲν ἐρωτηθῇς περὶ τοῦ δόγµατος, ἀπόκριναι ὅτι µιαρὸν καὶ ἀσεβές· οὐδενὸς δὲ ἐρωτῶντος οὐδὲ ἀναγκάζοντος λέγειν, οὐ προσήκει ἁπλῶς ἀπέχθειαν ἀναδέχεσθαι. Ποία γὰρ ἀνάγκη περιττὰς ἔχθρας κατασκευάζειν; Πάλιν, ἄν τινα κατηχῇς, λέγε ἐξ ὑποθέσεως ὑποκειµένης· ἐπεὶ σίγα. Ἐὰν ᾖ ἅλατι ἠρτυµένος ὁ λόγος, κἂν εἰς διαῤῥέουσαν ἐµπέσῃ ψυχὴν, ἐπισφίγξει τὴν χαύνην· κἂν εἰς τραχεῖαν, λεανεῖ τὸ σκληρόν. Ἐπίχαρις ὢν, µήτε φορτικὸς ἔστω, µήτε πάλιν χαῦνος, ἀλλὰ καὶ τὸ στῦφον ἐχέτω, καὶ τὸ µεθ' ἡδονῆς. Ἄν τε γὰρ ἀµέτρως ἐπιστύψῃ, µᾶλλον ἔβλα ψεν ἢ ὠφέλησεν· ἐὰν δὲ ἀµέτρως χαριεντίσηται, µᾶλλον ἐλύπησεν ἢ ὤνησεν· ὥστε πανταχοῦ µέτρα δεῖ εἶναι. Μήτε κατηφὴς ἔσο καὶ σκυθρωπός· ἀηδὲς γάρ· µήτε διακεχυµένος· εὐκαταφρόνητον γὰρ καὶ πεπατηµένον ἀλλ' ἑκατέρου τὴν ἀρετὴν λαβὼν, τὴν κακίαν φύγε, καθάπερ ἡ µέλιττα τοῦ µὲν τὸ φαιδρὸν, τοῦ δὲ τὸ σεµνόν. Εἰ γὰρ ἰατρὸς οὐχ ὁµοίως πᾶσι χρήσεται τοῖς σώµασι, πολλῷ µᾶλλον διδάσκαλος. Καίτοι µᾶλλον ἂν τὰ σώµατα ἀκατάλληλα φάρµακα ἐνέγκοι, ἢ ψυχὴ λόγον· οἷον, πρόσεισιν Ἕλλην, καὶ γίνεταί σοι φίλος; µηδὲν αὐτῷ περὶ τούτου διαλεχθῇς, ἕως ἂν γένηται πάνυ φίλος· καὶ ὅταν γένηται, ἠρέµα.
11.3
Ὅρα γὰρ καὶ ὁ Παῦλος ἡνίκα εἰς τὰς Ἀθήνας παρεγένετο, πῶς αὐτοῖς διελέγετο. Οὐκ εἶπεν, Ὦ µιαροὶ καὶ παµµίαροι· ἀλλὰ τί; Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιµονεστέρους ὑµᾶς θεωρῶ. Πάλιν ὅτε ὑβρίσαι ἐχρῆν, οὐ παρῃτήσατο· ἀλλὰ µετὰ πολλῆς τῆς σφοδρότητος ἔλεγε τῷ Ἐλύµᾳ· Ὢ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης. Ὥσπερ γὰρ ἐκείνους ὑβρίσαι ἀνοίας ἦν, οὕτω τοῦτον µὴ ὑβρίσαι µαλακίας ἦν. Πάλιν, εἰσήχθης πρὸς ἄρχοντα διὰ πρᾶγµα; τὰς προσηκούσας ἀπόνειµαι τιµάς. Πάντα ὑµῖν, φησὶ, γνωριοῦσι τὰ ὧδε.∆ ιὰ τί µὴ συνῆλθον, φησί; Τί δέ ἐστι, Πάντα ὑµῖν γνωριοῦσι τὰ ὧδε; Τουτέστι, Τὰ δεσµὰ, καὶ τὰ ἄλλα πάντα τὰ κατέχοντά µε. Οὐκ ἂν οὖν ὁ προσευχόµενος αὐτοὺς ἰδεῖν, ὁ καὶ ἑτέρους ἀποστέλλων, αὐτὸς ὑστέρησα, µὴ µεγάλης µε κατεχούσης ἀνάγκης. Καὶ µὴν τοῦτο οὐκ ἦν ἐγκαλούντων. Καὶ µὴν σφόδρα ἐγκαλούντων. Τὸ γὰρ µαθεῖν ὅτι καὶ πειρασµοῖς περιέπεσε καὶ ἤνεγκε γενναίως, τοῦτο πιστουµένου ἦν τὸ πρᾶγµα, καὶ ἀνορθοῦντος τὰς ἐκείνων ψυχάς. Σὺν Ὀνησίµῳ, φησὶ, τῷ ἀγαπητῷ καὶ πιστῷ ἀδελφῷ. Ἀδελφὸν τὸν δοῦλον ὁ Παῦλός φησιν· εἰκότως· ὅπου γε καὶ ἑαυτὸν δοῦλον ὀνοµάζει τῶν πιστῶν. Κατενέγκωµεν πάντες τὸν τῦφον, καταπατήσωµεν τὴν ἀλαζονείαν.∆ οῦλον ὀνοµάζει ἑαυτὸν Παῦλος, ὁ τῆς οἰκουµένης ἀντάξιος καὶ µυρίων οὐρανῶν, καὶ σὺ µέγα φρονεῖς; ὁ πάντα ἄγων καὶ φέρων ὡς ἤθελεν, ὁ τὰ πρωτεῖα ἔχων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὁ ἐστεφανωµένος, ὁ εἰς τρίτον ἀνελθὼν οὐρανὸν, τοὺςδούλους ἀδελφοὺς καλεῖ, καὶ συνδούλους. Ποῦ ἡ µανία; ποῦ ἡ ἀλαζονεία; Οὕτως ἀξιόπιστος γέγονεν ὁ Ὀνήσιµος, ὥστε καὶ τοιαῦτα πιστεύεσθαι. Καὶ Μάρκος, φησὶν, ὁ ἀνεψιὸς Βαρνάβα, περὶ οὗ ἐλάβετε ἐντολάς· δέξασθε αὐτόν. Ἴσως παρὰ Βαρνάβα ἐντολὰς ἔλαβον. Οἱ ὄντες ἐκ περιτοµῆς. Καταστέλλει τῶν Ἰουδαίων τὸ φύσηµα· ἐπαίρει τούτων τὰς ψυχὰς, ὅτι ὀλίγοι µὲν ἐκ περιτοµῆς, οἱ δὲ πλείους ἐκ τῶν ἐθνῶν. Οἵτινες ἐγενήθησάν µοι, φησὶ, παρηγορία.∆ είκνυσιν ἑαυτὸν ἐν πειρασµοῖς ὄντα µεγάλοις. Ὥστε οὐδὲ τοῦτο µικρόν· ὅταν τοὺς ἁγίους παρακαλῶµεν καὶ παρουσίᾳ καὶ λόγῳ καὶ προσεδρείᾳ, ὅταν συγκακουχώµεθα( τοῖς δεσµίοις γὰρ, φησὶν, ὡς συνδεδεµένοι)· ὅταν τὰ ἐκείνων ἡµέτερα ποιῶµεν πάθη, καὶ ἐν τοῖς στεφάνοις κοινωνήσοµεν. Οὐχ εἱλκύσθης εἰς τὸ στάδιον; οὐ καθῆκας εἰς τὸν ἀγῶνα; ἄλλος ἀπεδύσατο, ἄλλος παλαίει. Ἀλλ' ἐὰν θέλῃς, κοινωνήσεις καὶ σύ· ἄλειψον ἐκεῖνον, γενοῦ αὐτοῦ φιλητὴς καὶ σπουδαστὴς, ἔξωθεν ἐπιβόα µεγάλα, διέγειρε τὴν δύναµιν, ἀνακτῶ τὴν ψυχήν. Ταῦτα ἐπὶ τῶν ἄλλων ἁπάντων γίνεσθαι ἀκόλουθον. Παῦλος γὰρ οὐκ ἐδεῖτο, ἀλλ' ἐκείνους ἐπαίρων ἔλεγε ταῦτα. Σὺ τοίνυν ἐπὶ τῶν ἄλλων ἁπάντων τοὺς βουλοµένους κακίζειν ἐπιστόµιζε, κατασκεύαζε αὐτῷ ἐραστὰς, ὑπόδεξαι ἐξιόντα µετὰ πολλῆς τῆς θεραπείας· οὕτω κοινωνήσεις τῶν στεφάνων, οὕτω τῆς δόξης· κἂν µηδὲν ἕτερον ποιήσῃς, ἡσθῇς δὲ ἐπὶ τοῖς γενοµένοις, καὶ οὕτως ἐκοινώνησας οὐχ ὡς ἔτυχεν· εἰσήνεγκας γὰρ ἀγάπην, τὸ πάντων κεφάλαιον τῶν ἀγαθῶν. Εἰ γὰρ οἱ κλαίοντες δοκοῦσι τοῦ πένθους κοινωνεῖν, καὶ µεγάλα χαρίζονται τοῖς πενθοῦσι, καὶ τὸ πολὺ τῆς ὀδύνης ἀφαιροῦσι, πολλῷ µᾶλλον καὶ οἱχαίροντες µείζονα ποιοῦσι τὴν ἡδονήν. Ὅσον γὰρ κακὸν τὸ µὴ ἔχειν τοὺς συλλυπουµένους, ἄκουε τοῦ Προφήτου λέγοντος· Καὶ ὑπέµεινα συλλυπούµενον, καὶ οὐχ ὑπῆρξε.∆ ιὰ τοῦτο καὶ Παῦλός φησι· Χαίρειν µετὰ χαιρόντων, καὶ κλαίειν µετὰ κλαιόντων. Αὔξησον τὴν ἡδονήν· ἂν ἴδῃς τὸν ἀδελφὸν εὐδοκιµοῦντα, µὴ εἴπῃς, Ἐκείνου ἡ εὐδοκίµησις, ἐγὼ τίνος ἕνεκεν χαίρω; οὐκ ἀδελφοῦ ταῦτα τὰ ῥήµατα, ἀλλὰ πολεµίου. Ἂν θέλῃς, οὐκ ἐκείνου ἐστὶν, ἀλλὰ σοῦ· σὺ κύριος ποιῆσαι αὐτὴν µείζονα, ἂν µὴ κατηφὴς ᾖς, ἀλλ' ἡσθῇς, ἂν φαιδρὸς γένῃ, ἂν γεγανωµένος. Καὶ ὅτι οὕτως ἔχει τὸ πρᾶγµα, ἐκεῖθεν δῆλον· Οἱ φθονοῦντες οὐκ ἐκείνοις φθονοῦσι µόνοις τοῖς εὐδοκιµοῦσιν, ἀλλὰ καὶ τοῖς ταῖς ἐκείνων εὐδοκιµήσεσι χαίρουσιν· οὕτως ἴσασιν ὅτι καὶ οὗτοι ἐν τῇ εὐδοκιµήσει εἰσὶ, καὶ οὗτοι µάλιστά εἰσιν οἱ σεµνυνόµενοι. Ἐκεῖνος µὲν γὰρ καὶ ἐρυθριᾷ σφόδρα ἐγκωµιαζόµενος· οὗτος δὲ µετὰ πολλῆς τῆς ἡδονῆς ἐγκαλλωπίζεται. Οὐχ ὁρᾶτε ἐπὶ τῶν ἀθλητῶν πῶς ὁ µὲν στεφανοῦται, ὁ δὲ οὐ στεφανοῦται; ἡ δὲ ὀδύνη καὶ χαρὰ τῶν ἐραστῶν ἐστι καὶ τῶν µισούντων· ἐκεῖνοι πηδῶσιν, ἐκεῖνοι σκιρτῶσιν. Ὅρα πόσον ἐστὶ τὸ µὴ φθονεῖν· ἑτέρου ὁ πόνος, καὶ σοῦ ἡ ἡδονή· ἕτερος τὸν στέφανον περίκειται, καὶ σὺ σκιρτᾷς, σὺ ἐγκαλλωπίζῃ. Εἰπὲ γάρ µοι, ἄλλος νενίκηκε, σὺ τί πηδᾷς; Ἀλλ' ἴσασι κἀκεῖνοι καλῶς, ὅτι κοινὸν τὸ γενόµενον.∆ ιὰ τοῦτο τούτῳ µὲν οὐκ ἐγκαλοῦσιν οἱ φθονοῦντες, πειρῶνται δὲ καταβάλλειν τὴν νίκην· καὶ ἀκούεις ῥήµατα τοιαῦτα λεγόντων αὐτῶν· Ἐξήλειψά σε, καὶ, Κατέβαλόν σε· καίτοι γε ἑτέρου τὸ ἔργον, ἀλλὰ τὸ ἐγκώµιον σόν. Εἰ δὲ ἐν τοῖς ἔξωθεν τοσοῦτον ἀγαθὸν τὸ µὴ φθονεῖν, ἀλλ' οἰκειοῦσθαι τὰ ἑτέρου ἀγαθὰ, πολλῷ µᾶλλον ἐπὶ τῇ νίκῃ τοῦ διαβόλου· τότε γὰρ καθ' ἡµῶν πλέον πνεῖ, δηλονότι ὡς πλέον ἡδοµένων. Καίτοι γε µιαρὸς ὢν οἶδεν ἀκριβῶς ὅτι µεγάλη αὕτη ἡ ἡδονή. Θέλεις αὐτὸν λυπῆσαι; ἥσθητι καὶ χάρηθι. Θέλεις αὐτὸν εὐφρᾶναι; σκυθρωπὸς γενοῦ· τὴν ἐκ τῆς νίκης τοῦ ἀδελφοῦ γενοµένην αὐτῷ λύπην ἐπικουφίζεις διὰ τῆς σῆς ἀθυµίας· µετ' ἐκείνου ἵστασαι ἀποσχισθεὶς τοῦ ἀδελφοῦ· µεῖζον ἢ ἐκεῖνος ποιεῖς κακόν. Οὐ γάρ ἐστιν ἴσον ἐχθρὸν ὄντα τὰ τῶν ἐχθρῶν ποιεῖν, καὶ φίλον ὄντα µετὰ τῶν ἐχθρῶν ἵστασθαι· οὗτος τῶν ἐχθρῶν µιαρώτερος. Εἰ εὐδοκίµησεν ὁ ἀδελφὸς, ἢ λέγων, ἢ ἐπιδεικνύµενος, ἢ κατορθῶν, γενοῦ κοινωνὸς τῆς εὐδοκιµήσεως, δεῖξον ὅτι µέλος ἐστὶ σόν.
11.4
Καὶ πῶς, φησίν; ἐγὼ γὰρ οὐκ εὐδοκιµῶ. Μὴ φθέγξῃ ποτὲ τὸ ῥῆµα τοῦτο· σύνελε τὰ χείλη. Εἴ γε πλησίον µου ἦς ὁ ταῦτα λέγων, ἐπέθηκα ἂν καὶ τὴν χεῖρα τοῖς χείλεσι, µή ποτε ἀκούσῃ ὁ ἐχθρός. Πολλάκις πρὸς ἀλλήλους ἔχθρας ἔχοµεν, καὶ τοῖς ἐχθροῖς οὐκ ἐπιδεικνύµεθα· τῷ διαβόλῳ οὖν ἐπιδείκνυσαι σύ. Μὴ εἴπῃς τοῦτο, µὴ ἐννοήσῃς· ἀλλὰ καὶ τοὐναντίον· Μέλος ἐστὶν ἐµόν· εἰς τὸ σῶµα διαβαίνει ἡ δόξα. Τί οὖν, φησὶν, ὅτι οἱ ἔξωθεν οὐχ οὕτω διάκεινται; Ὅτι σὺ αἴτιος· ὅταν ἴδωσί σε ἀλλοτριούµενον αὐτοῦ τὴν ἡδονὴν, καὶ αὐτοὶ ἀλλοτριοῦνται· ὡς ἂν ἴδωσί σε οἰκειούµενον, οὐ τολµῶσιν· ἀλλ' ὁµοίως εἶ καὶ σὺ λαµπρός. Οὐκ εὐδοκίµησας λέγων, ἀλλ' εὐδοκίµησας συνηδόµενος µειζόνως, ἢ ἐκεῖνος. Εἰ γὰρ ἡ ἀγάπη µέγα καὶ πάντων κεφάλαιον, σὺ τὸν ἐκ ταύτης ἔλαβες στέφανον· ἐκεῖνος τὸν ἐκ τῆς ῥητορείας, σὺ τὸν ἐκ τοῦ σφόδρα φιλεῖν· ἐκεῖνος ἐπεδείξατο ῥηµάτων ἰσχὺν, σὺ διὰ τῶν ἔργων τὸν φθόνον κατέβαλες, ἐπάτησας τὴν βασκανίαν. Ὥστε εἰκότως ἂν µᾶλλον ἐκείνου στεφανωθείης· λαµπρότερος ὁ σὸς ἀγών· οὐκ ἐπάτησας µόνον τὴν βασκανίαν, ἀλλὰ καὶ ἕτερον τι πεποίηκας. Ἐκεῖνος ἕνα ἔχει στέφανον µόνον, σὺ δὲ δύο, καὶ τοὺς δύο τοῦ ἑνὸς λαµπροτέρους. Ποίους τούτους; Ἕνα µὲν ὃν ἀνείλου κατὰ τοῦ φθόνου, δεύτερον δὲ ὃν ἀνεδήσω ἐκ τῆς ἀγάπης. Οὐ γὰρ τοῦ καθαρὸν εἶναι φθόνου τεκµήριον µόνον τὸ συνήδεσθαι, ἀλλὰ καὶ τοῦ ἀγάπην ἔχειν ἐῤῥιζωµένην. Ἐκείνῳ πολλάκις καὶ ἀνθρώπινόν τι διενοχλεῖ πάθος, οἷον ἡ κενοδοξία· σὺ δὲ παντὸς εἶ πάθους καθαρός· οὐ γὰρ δὴ κενοδοξῶν χαίρεις ἐπὶ τοῖς ἑτέρου καλοῖς. Ὤρθωσε τὴν ἐκκλησίαν ἐκεῖνος, εἰπέ µοι; ηὔξησε τὸν σύλλογον; ἐπαίνεσον πάλιν· ἔχεις διπλοῦς τοὺς στεφάνους· τὸν φθόνον κατέβαλες, τὴν ἀγάπην ἀνεδήσω. Ναὶ δέοµαι, καὶ ἀντιβολῶ. Βούλει καὶ τρίτον ἀκοῦσαι στέφανον; τοῦτον οἱ κάτω κροτοῦσιν ἄνθρωποι, σὲ οἱ ἄνω ἄγγελοι. Οὐ γάρ ἐστιν ἴσον εὐέπειαν ἐπιδείκνυσθαι, καὶ παθῶν κρατεῖν. Οὗτος ὁ ἔπαινος πρόσκαιρος, ἐκεῖνος αἰώνιος· οὗτος ἐξ ἀνθρώπων, ἐκεῖνος ἐκ Θεοῦ· οὗτος φαίνεται ἐστεφανωµένος, σὺ δὲ ἐν τῷ κρυπτῷ στεφανοῦσαι, ὅπου ὁ Πατήρ σου ὁρᾷ. Εἰ τὸ σῶµα ἀποσχίσαντα τὴν ἑκάστου ψυχὴν ἦν ἰδεῖν, ἔδειξα ἄν σοι τοῦτον ἐκείνου σεµνότερον, µᾶλλον ἀποστίλβοντα. Πατήσωµεν τὰ κέντρα τῆς βασκανίας, ἑαυτοὺς ἐντεῦθεν ὠφελοῦµεν ἀγαπητοὶ, αὐτοὶ ἀναδησόµεθα τὸν στέφανον. Ὁ βασκαίνων, τῷ Θεῷ µάχεται, οὐκ ἐκείνῳ· ὅταν γὰρ ἴδῃ χάριν ἔχοντα, καὶ ἀλγῇ, καὶ βούληται καθαιρεῖσθαι τὴν Ἐκκλησίαν, οὐκ ἐκείνῳ µάχεται, ἀλλὰ τῷ Θεῷ. Εἰπὲ γάρ µοι, εἴ τις κόρην ἐκαλλώπιζε βασιλέως, καὶ εὐδοκίµει καλλωπίζων αὐτὴν καὶ σεµνὴν ἐργαζόµενος, ἕτερος δέ τις ἐβούλετο ταύτην ἀσχηµονῆσαι, καὶ µὴ δυνηθῆναι καλλωπίσαι, τίνι ἂν ἐπεβούλευσε, τούτῳ ἢ ἐκείνῃ καὶ τῷ ταύτης πατρί; Οὕτω καὶ νῦν σὺ ὁ βασκαίνων µάχῃ τῇ Ἐκκλησίᾳ, τῷ Θεῷ πολεµεῖς. Ἐπειδὴ γὰρ τῇ εὐδοκιµήσει τοῦ ἀδελφοῦ συµπέπλεκται καὶ ἡ τῆς Ἐκκλησίας ὠφέλεια, ἀνάγκη, ταύτης καταλυοµένης, κἀκείνην καταλύεσθαι· ὥστε κατὰ τοῦτο, ἔργον σατανικὸν ποιεῖς, ἐπιβουλεύων τῷ σώµατι τοῦ Χριστοῦ. Πρὸς τοῦτον ἀλγεῖς τὸν οὐδὲν ἠδικηκότα. πολλῷ δὲ µᾶλλον πρὸς τὸν Χριστόν. Τί σε ἠδίκησεν, ὅτι οὐκ ἀφίης τὸ σῶµα αὐτοῦ καλλωπισθῆναι τῷ κάλλει; ὅτι οὐκ ἀφίης τὴν νύµφην κοσµηθῆναι; Θέα δέ µοι τὴν τιµωρίαν, ὅση· Τοὺς ἐχθροὺς εὐφραίνεις τοὺς σοὺς, καὶ αὐτὸν ἐκεῖνον τὸ εὐδοκιµοῦντα, ὃν βούλει λυπῆσαι φθονῶν, µᾶλλον αὐτὸν εὐφραίνεις, µᾶλλον δεικνύεις, ὅτι ηὐδοκίµησε βασκαίνων· οὐ γὰρ ἂν ἐβάσκηνας µᾶλλον δεικνύεις ὅτι τιµωρῇ. Αἰσχύνοµαι µὲν οὖν ἀπὸ τούτων προτρέπων· πλὴν ἀλλ' ἐπειδὴ οὕτως ἀσθενῶς διακείµεθα, καὶ ἀπὸ τούτων παιδευθέντες τοῦ ὀλεθρίου τούτου πάθους ἀπαλλαγῶµεν. Ἀλγεῖς ὅτι ηὐδοκίµησε; τί οὖν τὴν εὐδοκίµησιν αὐτοῦ ἐπαίρεις φθονῶν; Βούλει αὐτὸν τιµωρήσασθαι; Τί οὖν δεικνύεις ὅτι ἀλγεῖς; τί τιµωρίαν σαυτὸν ἀπαιτεῖς ἔµπροσθεν τούτου, ὃν βούλει µὴ εὐδοκιµεῖν;∆ ιπλῆ λοιπὸν ἔσται ἡ ἡδονὴ τούτῳ καὶ σοὶ ἡ τιµωρία, οὐ µόνον ὅτι µέγαν δεικνύεις αὐτὸν, ἀλλ' ὅτι καὶ ἑτέραν αὐτῷ ἐντίκτεις ἡδονὴν τιµωρούµενος σαυτόν· καὶ πάλιν ὑπὲρ ὧν ἀλγεῖς, ἐκεῖνος ἥδεται, σοῦ φθονοῦντος. Ὅρα πῶς πληγὰς χαλεπὰς ἑαυτοῖς διδόαµεν, καὶ οὐκ αἰσθανόµεθα. Ἀλλ' ἐχθρός ἐστι. Καίτοι γε διὰ τί ἐχθρός; Τί ἠδίκησεν; Ἀλλ' ὅµως τὸν ἐχθρὸν λαµπρότερον ποιοῦµεν, καὶ ἡµᾶς αὐτοὺς πλέον κολάζοµεν τούτῳ. Πάλιν ἑαυτοὺς τιµωρούµεθα, ἂν αἰσθώµεθα ὅτι ἔγνω ἐκεῖνος. Ἴσως µὲν γὰρ ἐκεῖνος οὐχ ἥδεται· ἡµεῖς δὲ νοµίζοντες ὅτι ἥδεται, πάλιν διὰ τοῦτο ἀλγοῦµεν. Οὐκοῦν παῦσαι φθονῶν· τί τραύµατα ἑαυτῷ παρέχεις; Ταῦτα ἐννοήσωµεν, ἀγαπητοὶ, τοὺς στεφάνους τοὺς διπλοῦς τῶν µὴ φθονούντων, τοὺς ἐπαίνους τοὺς παρὰ ἀνθρώπων, τοὺς παρὰ Θεοῦ, τὰ κακὰ τὰ ἀπὸτῆς βασκανίας· καὶ οὕτω δυνησόµεθα σβέσαι τὸ θηρίον, καὶ εὐδοκιµῆσαι ἔµπροσθεν τοῦ Θεοῦ, καὶ τῶν αὐτῶν τυχεῖν τοῖς εὐδοκιµοῦσι. Τευξόµεθα γὰρ ἴσως· κἂν µὴ τύχωµεν δὲ, διὰ τὸ συµφέρον οὐ τευξόµεθα· πλὴν καὶ οὕτω δυνησόµεθα εἰς δόξαν Θεοῦ ζήσαντες, τῶν ἐπηγγελµένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν τυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίουἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note