Homilies on Colossians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
12.0
Ἀσπάζεται ὑµᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑµῶν δοῦλος Χριστοῦ, πάντοτε ἀγωνιζόµενος ὑπὲρ ὑµῶν ἐν ταῖς προσευχαῖς, ἵνα στῆτε τέλειοι καὶ πε πληρωµένοι ἐνπαντὶ θελήµατι τοῦ Θεοῦ. Μαρτυρῶ γὰρ αὐτῷ, ὅτι ἔχει ζῆλον πολὺν ὑπὲρ ὑµῶν, καὶ τῶν ἐν Λαοδικείᾳ, καὶ τῶν ἐν Ἱερα πόλει.
12.1
Καὶ ἀρχόµενος τῆς Ἐπιστολῆς, συνέστησε τὸν ἄνδρα ἀπὸ ἀγάπης· ἀγάπην δὲ δείκνυσι καὶ τὸ ἐγκωµιά ζειν· ὅπερ ἐξ ἀρχῆς εἶπεν· Ὁ δηλώσας ἡµῖν, φησὶ, τὴν ὑµῶν ἀγάπην ἐν πνεύµατι. Ἀγάπην δείκνυσι καὶ ποιεῖ φιλεῖσθαι καὶ τὸ ὑπερεύχεσθαι. Συνίστησι δὲ αὐτὸν, ἀνοίγων θύραν τῷ λόγῳ αὐτοῦ( τὸ γὰρ αἰδέσιµον εἶναι τὸν διδάσκαλον, µαθητῶν ὠφέλεια), καὶ πάλιν τὸ εἰπεῖν, Ἐξ ὑµῶν, ἵνακαὶ σεµνύνωνται ἐπὶ τῷ ἀνδρὶ, ἅτε τοιούτους φέροντες ἄνδρας. Καὶ πάντοτε, φησὶν, ἀγωνιζόµενος ὑπὲρ ὑµῶν ἐν ταῖς προσευχαῖς. Οὐχ ἁπλῶς εἶπεν, Εὐχόµενος, ἀλλ', Ἀγωνιζόµενος, τρέµων καὶ δεδοικώς. Μαρτυρῶ γὰρ αὐτῷ, φησὶν, ὅτι ἔχει ζῆλον πολὺν ὑπὲρ ὑµῶν. Ἀξιόπιστος µάρτυς. Ὅτι ἔχει, φησὶ, ζῆλον πολὺν ὑπὲρ ὑµῶν. Τουτέστιν, ὅτι Σφόδρα ὑµᾶς ἀγαπᾷ, καὶ ἐκκαίεται τῷ περὶ ὑµᾶς φίλτρῳ. Καὶ τῶν ἐν Λαοδικείᾳ, φησὶ, καὶ τῶν ἐν Ἱεραπόλει. Κἀκείνοις αὐτὸν συνίστησιν. Ἀλλὰ πόθεν τοῦτο ἔµελλον εἰδέναι; Εἰκὸς µὲν οὖν αὐτοὺς ἀκοῦσαι· πλὴν καὶ τῆς Ἐπιστολῆς ἀναγινωσκοµένης, ἐµάνθανον. Ποιήσατε γὰρ, φησὶν, ἵνα καὶ ἐν τῇ Λαοδικέων Ἐκκλησίᾳ ἀναγνωσθῇ. Ἵνα στῆτε, φησὶ, τέλειοι. Ἅµα καὶ κατηγορεῖ αὐτῶν, καὶ ἀνεπαχθῶς παραινεῖ καὶ συµβουλεύει. Ἔνι γὰρ καὶ τέλειον εἶναι, καὶ µὴ ἑστάναι, ὡς ἐάν τις πάντα µὲν εἰδῇ, σαλεύηται δὲ ἔτι· ἔνι καὶ µὴ τέλειον εἶναι, καὶ ἑστάναι, ὡς ἐάν τις µέρος µὲν εἰδῇ, ἕστηκε δὲ οὐ βεβαίως. Ἀλλ' οὗτος ἀµφότερα εὔχεται, Ἵνα στῆτε, φησὶ, τέλειοι. Ὅρα ποῦ πάλιν αὐτοὺς ὑπέµνησε τοῦ περὶ τῶν ἀγγέλων λόγου, καὶ περὶ τοῦ βίου. Καὶ πεπληρωµένοι, φησὶν, ἐν παντὶ θελήµατι τοῦ Θεοῦ. Οὐ γὰρ ἁπλῶς ἀρκεῖ τὸ θέληµα ποιεῖν. Ὁ πεπληρωµένος οὐκ ἀφίησιν ἄλλο θέληµα εἶναι ἐν αὐτῷ, ἐπεὶ οὐ πεπληροφόρηται. Μαρτυρῶ γὰρ αὐτῷ, φησὶν, ὅτι ἔχει ζῆλον πολύν. Καὶ ζῆλον, καὶ πολύν· ἀµφότερα ἐπιτάσεως· ὥσπερ καὶ αὐτός φησι Κορινθίοις γράφων· Ζηλῶ γὰρ ὑµᾶς Θεοῦ ζήλῳ. Ἀσπάζεται ὑµᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητός. Οὗτός ἐστιν ὁ εὐαγγελιστής. Οὐ τοῦτον δὲ ταπεινῶν, ὕστερον τίθησιν, ἀλλ' ἐκεῖνον ἐπαίρει τὸν Ἐπαφρᾶν. Εἰκὸς εἶναι καὶ ἄλλους καλουµένους τῷ ὀνόµατι τούτῳ. Καὶ∆ ηµᾶς. Εἰπὼν δὲ, Ἀσπάζεται ὑµᾶς Λουκᾶς ὁ ἰατρὸς, προσέθηκεν, Ὁ ἀγαπητός. Ἐγκώµιον καὶ τοῦτο οὐ µικρὸν, ἀλλὰ καὶ σφόδρα µέγα, τὸ Παύλου εἶναι ἀγαπητόν. Ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς, καὶ Νυµφᾶν, καὶ τὴν κατ' οἶκον αὐτοῦ Ἐκκλησίαν. Ὅρα πῶς αὐτοὺς συγκολλᾷ καὶ συνάπτει πρὸς ἑαυτοὺς, οὐ τῷ ἀσπάσασθαι µόνον, ἀλλὰ καὶ τῷ τὰς ἐπιστολὰς ἀντιδοῦναι. Εἶτα πάλιν χαρίζεται, κατ' ἰδίαν αὐτὸν προσαγορεύων. Ποιεῖ δὲ τοῦτο οὐχ ἁπλῶς, ἀλλὰ καὶ τοὺς ἄλλους εἰς τὸν αὐτὸν ἄγων ζῆλον. Οὐδὲ γὰρ µικρόν ἐστιν, ὅταν µὴ µετὰ τῶν λοιπῶν ἀριθµῆται. Ὅρα γοῦν πῶς δείκνυσι µέγαν τὸν ἄνδρα, εἴ γε ἡ οἰκία αὐτοῦ ἐκκλησία ἦν. Καὶ ὅταν ἀναγνωσθῇ παρ' ὑµῖν ἡ ἐπιστολὴ, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων Ἐκκλησίᾳ ἀναγνωσθῇ. Ἐµοὶ δοκεῖ εἶναί τινα τῶν γραφέντων ἐκεῖ, ἃ καὶ τούτους ἐχρῆν ἀκοῦσαι. Καὶ τούτοις µείζων ἦν ἡ ὠφέλεια, ὅταν ἑτέ ρων ἐγκαλουµένων, τὰ οἰκεῖα ἁµαρτήµατα ἐπιγινώσκωσι. Καὶ τὴν ἐκ Λαοδικείας, ἵνα καὶ ὑµεῖς ἀναγνῶτε. Τινὲς λέγουσιν, ὅτι οὐχὶ τὴν Παύλου πρὸς αὐτοὺς ἀπεσταλµένην, ἀλλὰ τὴν παρ' αὐτῶν Παύλῳ· οὐ γὰρ εἶπε, τὴν πρὸς Λαοδικέας, ἀλλὰ, Τὴν ἐκ Λαοδικείας, φησὶ, γραφεῖσαν. Καὶ εἴπατε Ἀρχίππῳ· Βλέπε τὴν διακονίαν, ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς. Τίνος ἕνεκεν οὐ γράφει πρὸς αὐτόν; Ἴσως οὐκ ἐδεῖτο, ἀλλὰ ψιλῆς µόνης ὑποµνήσεως, ὥστε σπουδαιότερος εἶναι. Ὁ ἀσπασµὸς τῇ ἐµῇ χειρὶ Παύλου. Τοῦτο γνησιότητος καὶ φιλίας τεκµήριον, τὸ καὶ τὰ γράµµατα ὁρᾷν, καὶ πάσχειν τι πρὸς ταῦτα. Μνηµονεύετέ µου τῶν δεσµῶν. Βαβαὶ, πόση παράκλησις! Τοῦτο γὰρ ἱκανὸν εἰς πάντα αὐτοὺς προτρέψαι καὶ γενναιοτέρους ποιῆσαι πρὸς τοὺς ἀγῶνας· οὐ µόνον δὲ γενναιοτέρους, ἀλλὰ καὶ οἰκειοτέρους αὐτοὺς ἐποίει. Ἡ χάρις µεθ' ὑµῶν. Ἀµήν.
12.2
Μέγα ἐγκώµιον, καὶ µεῖζον τῶν ἄλλων ἁπάντων τὸ λέγειν περὶ τοῦ Ἐπαφρᾶ, Ὁ ἐξ ὑµῶν δοῦλος Χριστοῦ. Καὶ διάκονον αὐτὸν ὑπὲρ αὐτῶν φησιν, ὥσπερ καὶ ἑαυτὸν τῆς Ἐκκλησίας λέγει διάκονον, ὡς ὅταν λέγῃ· Ἧς ἐγενόµην ἐγὼ Παῦλος διάκονος. Εἰς τὸ αὐτὸ ἀξίωµα ἀναφέρει τὸν ἄνδρα, καὶ σύνδουλον ἀνωτέρω καλεῖ, καὶ ἐνταῦθα δοῦλον. Ὁ ἐξ ὑµῶν, φησίν· ὡς πρὸς µητέρα διαλεγόµενος, καὶ λέγων· Ὁ ἐκ τῆς γαστρὸς τῆς σῆς. Ἀλλὰ τοῦτο φθόνον ἂν ἔτεκε τὸ ἐγκώµιον.∆ ιὰ τοῦτο οὐκ ἀπὸ τούτων αὐτὸν συνίστησι µόνον, ἀλλὰ καὶ ἐκ τῶν πρὸς αὐτούς· καὶ ἐκεῖ φθόνον λύει, καὶ ἐνταῦθα. Πάντοτε, φησὶν, ἀγωνιζόµενος ὑπὲρ ὑµῶν· οὐ νῦν µόνον παρ' ἡµῖν, ὥστε ἐπιδείξασθαι, οὐδὲ παρ' ὑµῖν µόνον, ὥστε ὑµῖν ἐπιδείξασθαι. Μεγάλην προθυµίαν ἔδειξε τῷ εἰπεῖν. Ἀγωνιζόµενος. Εἶτα, ἵνα µὴ δόξῃ κολακεύειν αὐτοὺς, ἐπήγαγεν, ὅτι Ζῆλον ἔχει πολὺν ὑπὲρ ὑµῶν, καὶ τῶν ἐν Λαοδικείᾳ, καὶ τῶν ἐν Ἱεραπόλει. Καὶ τὸ, Ἵνα στῆτε τέλειοι, καὶ τοῦτο οὐ κολακείας, ἀλλ' αἰδεσίµου διδασκάλου Καὶ πεπληρωµένοι, φησὶ, καὶ τέλειοι. Τὸ µὲν ἔδωκε, τὸ δὲ εἶπεν ὑστερεῖν. Καὶ οὐκ εἶπεν, Ἵνα µὴ σαλεύησθε, ἀλλ', Ἵνα στῆτε. Τὸ µέντοι παρὰ πολλῶν ἀσπάζεσθαι αὐτοὺς, ἀνακτᾶται αὐτοὺς, ὅταν µὴ µόνον οἱ οἰκεῖοι ἐξ αὐτῶν, ἀλλὰ καὶ ἕτεροι αὐτῶν µνηµονεύωσι. Καὶ εἴπατε Ἀρχίππῳ· Βλέπε τὴν διακονίαν, ἣν παρέλαβες ἐν Κυρίῳ. Μάλιστα αὐτοὺς αὐτῷ ὑποτάττει. Οὐκέτι γὰρ ἂν ἔχοιεν ἐγκαλεῖν ἐκείνῳ ἐπιτιµῶντι αὐτοὺς, ὅταν αὐτοὶ ὦσιν ἀναδεδεγµένοι τὸ πᾶν· ἐπεὶ οὐκ ἔχει λόγον τοῖς µαθηταῖς περὶ τοῦ διδασκάλου λέγειν. Ἀλλ' ἐπιστοµίζων αὐτοὺς, ταῦτα γράφει. Εἴπατε, φησὶν, Ἀρχίππῳ Βλέπε. Φοβοῦντός ἐστι τοῦτο τὸ ῥῆµα πανταχοῦ, ὡς ὅταν λέγῃ· Βλέπετε τοὺς κύνας· Βλέπετε µή τις ὑµᾶς ἔσται ὁ συλαγωγῶν· Βλέπετε µή πως ἡ ἐξουσία ὑµῶν αὕτη πρόσκοµµα γένηται τοῖς ἀσθενοῦσι. Καὶ πανταχοῦ οὕτω φησὶν ὅταν φοβῇ. Βλέπε, φησὶ, τὴν διακονίαν, ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς. Οὐδὲ ἀφίησιν αὐτὸν κύριον εἶναι, καθάπερ αὐτὸς ἔλεγεν· Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, µισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονοµίαν πεπίστευµαι. Ἵνα αὐτὴν πληροῖς· διηνεκῶς κεχρηµένος σπουδῇ. Ἣν παρέλαβες ἐν Κυρίῳ. Πά λιν τὸ, Ἐν, διὰ Κυρίου, ἐστίν· Αὐτός σοι ἔδωκεν, οὐχ ἡµεῖς. Κἀκείνους ὑποτάττει αὐτῷ, τῷ δεικνύειν παρὰ Θεοῦ αὐτοὺς ἐγκεχειρισµένον· Μνηµονεύετέ µου τῶν δεσµῶν. Ἡ χάρις µεθ' ὑµῶν. Ἀµήν. Τὸν φόβον ἔλυσεν. Εἰ γὰρ καὶ ὁ διδάσκαλος ἐν δεσµοῖς, ἀλλ' ἡ χάρις αὐτὸν λύει. Καὶ τοῦτο τῆς χάριτος τὸ συγχωρεῖν αὐτὸν δεθῆναι· ἄκουε γὰρ τοῦ Λουκᾶ λέγοντος, ὅτι Ὑπέστρεφον οἱ ἀπόστολοι ἀπὸ προσώπου τοῦ συνεδρίου χαίροντες ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόµατοςαὐτοῦ ἀτιµασθῆναι. Καταξιωθῆναι γὰρ ὄντως ἐστὶ, καὶ τὸ ἀτιµασθῆναι καὶ τὸ δεθῆναι. Εἰ γὰρ ἐρώµενόν τις ἔχων, κέρδος ἡγεῖται τὸ δι' ἐκεῖνόν τι παθεῖν, πολλῷ µᾶλλον τὸ διὰ τὸν Χριστόν. Μὴ τοίνυν ἀσχάλλωµεν περὶ τὰς θλίψεις διὰ Χριστὸν, ἀλλὰ µνηµονεύωµεν τῶν δεσµῶν Παύλου καὶ ἡµεῖς, καὶ τοῦτο ἔστω ἡµῶν προτροπή· οἷον, παραινεῖς τισι, πένησι δοῦναι διὰ Χριστόν; ἀνάµνησον αὐτοὺς τῶν Παύλου δεσµῶν, καὶ σαυτὸν κἀκείνους ταλάνισον, εἰ ἐκεῖνος µὲν καὶ τὸ σῶµα ἐξέδωκε δεσµοῖς δι' αὐτὸν, σὺ δὲ οὐδὲτροφῆς µεταδίδως. Ἐπήρθης ἐπὶ κατορθώµασι; µνηµόνευσον τῶν Παύλου δεσµῶν, καὶ ὅτι οὐδὲν τοιοῦτον ἔπαθες, καὶ οὐκέτι ἐπαρθήσῃ. Ἐπεθύµησας τῶν τοῦ πλησίον; µνηµόνευσον τῶν Παύλου δεσµῶν, καὶ ὄψει πῶς ἄτοπον ἐκεῖνον µὲν ἐν κινδύνοις εἶναι, σὲ δὲ τρυφᾷν. Ἐπεθύµησας πάλιν τρυφῆς; ἐν νῷ λάβε τὸ δεσµωτήριον Παύλου· ἐκείνου µαθητὴς εἶ, ἐκείνου συστρατιώτης. Πῶς ἔχει λόγον, τὸν µὲν συστρατιώτην ἐν δεσµοῖς εἶναι, σὲ δὲ ἐν τρυφῇ; Ἐν θλίψει γέγονας, ἐνόµισας ἐγκαταλελεῖφθαι; ἄκουε τῶν Παύλου λόγων, καὶ ὄψει ὅτι τὸ ἐν θλίψει εἶναι οὐκ ἐγκαταλείψεώς ἐστι τεκµήριον. Θέλεις σηρικὰ φορεῖν ἱµάτια; µνηµόνευε τῶν Παύλου δεσµῶν, καὶ ταῦτά σοι φανεῖται τῶν ῥακίων ἀτιµότερα τῶν βεβορβορωµένων. Θέλεις χρυσία περιθέσθαι; ἐν νῷ λάβε τὰ Παύλου δεσµὰ, καὶ σχοίνου παλαιᾶς οὐδὲν ἄµεινόν σοι δόξει ταῦτα διακεῖσθαι. Θέλεις διαθεῖναι τὰς τρίχας, καὶ καλὴ φαίνεσθαι; ἐννόησον τὸν αὐχµὸν τοῦ Παύλου τὸν ἐν τῷ δεσµωτηρίῳ, καὶ ἐκκαήσῃ πρὸς ἐκεῖνο τὸ κάλλος, καὶ τοῦτο ἐσχάτην ἡγήσῃ δυσείδειαν, καὶ στενάξειςπικρῶς ἐπιθυµοῦσα ἐκείνων τῶν δεσµῶν. Θέλεις ἐπιτρίµµατα καὶ ὑπογραφὰς ἑαυτῇ περιθεῖναι, καὶ ὅσα τοιαῦτα; ἐννόησον τὰ ἐκείνου δάκρυα· τριετίαν, νύκτα καὶ ἡµέραν οὐκ ἐπαύετο δακρύων. Τούτῳ τῷ κόσµῳ καλλώπιζε τὴν παρειάν· ταῦτα τὰ δάκρυα λαµπρὰν αὐτὴν ἐργάζεται. Οὐ λέγω ἵνα ὑπὲρ τῶν ἄλλων δακρύῃς( βούλοµαι µὲν γὰρ καὶ τοῦτο, ἀλλ' ἀνώτερόν σού ἐστι τοῦτο), ἀλλ' ὑπὲρ τῶν σῶν ἁµαρτηµάτων τοῦτο παραινῶ ποιεῖν. Ἐκέλευσας δεσµευθῆναι παῖδα, καὶ ὠργίσθης καὶ παρωξύνθης; µνηµόνευε τῶν Παύλου δεσµῶν, καὶ εὐθέως παύσεις τὴν ὀργήν· ἀναµνήσθητι ὅτι τῶν δεδεµένων ἡµεῖς, ἀλλ' οὐ τῶν δεόντων, τῶν συντετριµµένων τὴν καρδίαν, ἀλλ' οὐ τῶν συντριβόντων.∆ ιεχύθης καὶ ἀνεκάγχασας µέγα; ἔννοιαν λάβε τῶν ἐκείνου ὀδυρµῶν, καὶ στενάξεις· πολλῷ σε λαµπροτέραν τὰ δάκρυα ταῦτα δείκνυσιν. Εἶδες τρυφῶντας καὶ ὀρχουµένους; µνηµόνευσον αὐτοῦ τῶν δακρύων. Ποία πηγὴ τοσαῦτα ἀνέβλυσε νάµατα, ὡς οἱ ὀφθαλµοὶ ἐκεῖνοι τὰ δάκρυα; Μνηµονεύετέ µου, φησὶ, τῶν δακρύων, ὥσπερ τῶν δεσµῶν ἐνταῦθα. Καὶ εἰκότως ἐκείνοις ταῦτα εἶπεν, ἡνίκα ἀπὸ τῆς Ἐφέσου αὐτοὺς µετεστείλατο εἰς τὴν Μίλητον.∆ ιδασκάλοις γὰρ ἔλεγεν· ὥστε ἐκείνους µὲν καὶ τὸ συνάγειν ἀπαιτεῖ, τούτους δὲ τὸ κινδυνεύειν µόνον.
12.3
Ποίαν βούλει παραβαλεῖν πηγὴν τοῖς δάκρυσι τούτοις; τὴν ἐν τῷ παραδείσῳ, τὴν ποτίζουσαν τὴν γῆν ἅπασαν; Ἀλλ' οὐδὲν ἴσον ἐρεῖς· αὕτη γὰρ ἡ τῶν δακρύων πηγὴ ψυχὰς ἐπότιζεν, οὐ γῆν. Εἴ τις ἡµῖν δεδακρυµένον ἔδειξε Παῦλον καὶ στενάζοντα, οὐ πολλῷ ἦν βέλτιον ἰδεῖν, ἢ χοροὺς µυρίους φαιδρῶς ἐστεφανωµένους; Οὐ λέγω περὶ ὑµῶν· ἀλλ' εἴ τις ἀπὸ τοῦ θεάτρου καὶ τῆς σκηνῆς ἀποσπάσας τινὰ τῶν ἀκολάστων ἐκκαιόµενον καὶ βακχευόµενον τῷ τῶν σωµάτων ἔρωτι, ἐδείκνυ κόρηνπαρθένον ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει τά τε ἄλλα νικῶσαν τὰς ὁµήλικας, καὶ τῇ ὄψει ὑπὲρ τὰ λοιπὰ µέλη, ὀφθαλµὸν ἔχουσαν ἁπαλὸν καὶ µαλακὸνἐγκαθήµενον ἠρέµα, περιστρεφόµενον ἠρέµα, ὑγρὸν, ἥµερον, γαληνὸν µειδιῶντα, καὶ πολλῇ µὲν περιεσταλµένον τῇ αἰδοῖ, πολλῇ δὲ τῇ χάριτι, βλεφαρίσικυαναῖς κάτωθεν καὶ ἄνωθεν ἐστεφανωµένην, τὴν κόρην ἔµψυχον, ὡς εἰπεῖν, ἔχουσαν, λάµπον τὸ µέτωπον, κάτωθεν πάλιν τὴν παρειὰν εἰς ἀκριβῆἐρυθρότητα ἀφικνουµένην, µαρµάρου δίκην λείαν ὑποκειµένην, ὁµαλήν· εἶτά µοι ἔδειξε Παῦλον δακρύοντα, ταύτην ἂν ἀφεὶς ἐπεπήδησα τῇ τούτου θέᾳ· κάλλος γὰρ ἀπέλαµπεν ἀπὸ τούτων τῶν ὀφθαλµῶν πνευµατικόν. Ἐκεῖνο µὲν γὰρ ποιεῖ ἐξίστασθαι νέων ψυχὰς, ἐκκαίει καὶ φλέγει· τοῦτο δὲ τοὐναντίον καταστέλλει. Τούτου τοὺς ὀφθαλµοὺς ὁ ὁρῶν ὡραιότερον τὸν τῆς ψυχῆς ἐργάζεται, κατασπᾷ γαστέρα, φιλοσοφίας ἐµπίπλησι, συµπαθείας πολλῆς, καὶἀδαµαντίνην µαλάξαι δύναται ψυχήν. Τούτοις ἄρδεται ἡ Ἐκκλησία, τούτοις ψυχαὶ φυτεύονται τοῖς δάκρυσι· κἂν πῦρ ᾖ, ταῦτα τὰ δάκρυα σβέσαι δύναται, καὶ αἰσθητὸν καὶ σωµατικόν· ταῦτα τὰ δάκρυα τὰ βέλη τοῦ Πονηροῦ τὰ πεπυρωµένα σβέννυσι. Μνηµονεύωµεν τοίνυν τῶν δακρύων αὐτοῦ, καὶ πάντων καταγελασόµεθα τῶν παρόντων. Ταῦτα ἐµακάριζεν ὁ Χριστὸς τὰ δάκρυα, λέγων· Μακάριοι οἱ πενθοῦντες, καὶ µακάριοι οἱ κλαίοντες, ὅτι αὐτοὶ γελάσονται. Τοιαῦτα καὶ Ἡσαΐας, καὶ Ἱερεµίας ἠφίει δάκρυα· καὶ ὁ µὲν ἔλεγεν· Ἄφετέ µε, πικρῶς κλαύσοµαι· ὁ δὲ ἔλεγε· Τίς δώσει τῇ κεφαλῇ µου ὕδωρ, καὶ τοῖς ὀφθαλµοῖς µου πηγὰς δακρύων; ὡς οὐκ ἀρκούσης τῆς φυσικῆς. Οὐδὲν τῶν δακρύων τούτων ἥδιον· παντὸς γέλωτος ταῦτα ἡδύτερα. Ἴσασιν οἱ πενθοῦντες, πόσην ἔχει τὸ πρᾶγµα παραµυθίαν. Μὴ ἀπευκτὸν αὐτὸ εἶναι νοµίζωµεν, ἀλλὰ καὶ σφόδρα εὐκτόν. Οὐχ ὥστε ἑτέρους ἁµαρτάνειν, ἀλλ' ὥστε ἁµαρτανόντων αὐτῶν ἡµᾶς κατακλᾶσθαι, τούτων µνηµονεύωµεν τῶν δακρύων, τούτων τῶν δεσµῶν. Ἄρα καὶ ἐπὶ τῶν δεσµῶν δάκρυα κατέβαινεν· οὐκ ἠφίει δὲ αὐτὸν τῆς ἀπὸ τῶν δεσµῶν ἡδονῆς αἰσθάνεσθαι τῶν ἀπολλυµένων ὁ θάνατος, τῶν δεσµούντων. Καὶ γὰρ ὑπὲρ ἐκείνων ἤλγει· µαθητὴς γὰρ ἦν ἐκείνου τοῦ δακρύοντος τοὺς ἱερέας τῶν Ἰουδαίων, οὐχ ὅτι αὐτὸν ἔµελλον σταυροῦν, ἀλλ' ὅτι αὐτοὶ ἀπώλλυντο. Καὶ οὐκ αὐτὸς µόνος αὐτὸ ποιεῖ, ἀλλὰ καὶ τοὺς ἄλλους οὕτω παρακαλεῖ, λέγων· Μὴ κλαίετε ἐπ' ἐµὲ, θυγατέρες Ἱερουσαλήµ. Εἶδον τὸν παράδεισον οὗτοι οἱ ὀφθαλµοὶ, εἶδον τὸν τρίτον οὐρανόν· ἀλλ' οὐ µακαρίζω αὐτοὺς τῆς θέας ταύτης ἕνεκεν οὕτως, ὡς τῶν δακρύων ἐκείνων, δι' ὧν εἶδον τὸν Χριστόν. Μακάριον µὲν ὄντως τοῦτο· καὶ γὰρ καὶ αὐτὸς ἐπ' αὐτῷ σεµνύνεται λέγων· Οὐχὶ Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡµῶν ἑώρακα; ἀλλὰ µακαριώτερον τὸ δακρῦσαι οὕτως. Ἐκείνου πολλοὶ κεκοινωνήκασι τοῦ θεάµατος, καὶ τοὺς µὴ κοινωνήσαντας µακαρίζει πάλιν Χριστὸς, λέγων· Μακάριοι οἱ µὴ ἰδόντες, καὶ πιστεύσαντες· τούτου δὲ οὐ πολλοὶ ἐπέτυχον. Εἰ γὰρ τὸ µένειν διὰ Χριστὸν ἐνταῦθα τοῦ ἀναλῦσαι πρὸς αὐτὸν ἀναγκαιότερον διὰ τὴν σωτηρίαν τῶν ἄλλων, ἄρα καὶ τοῦ ἰδεῖν αὐτὸν τὸ δι' αὐτοὺςστενάξαι ἀναγκαιότερον. Εἰ γὰρ τοῦ σὺν αὐτῷ εἶναι τὸ δι' αὐτὸν εἰς γέενναν εἶναι ποθεινότερον, καὶ τοῦ συνεῖναι αὐτῷ τὸ χωρίζεσθαι αὐτοῦ δι' αὐτὸν ποθεινότερον( τοῦτο γάρἐστιν ὅπερ ἔλεγεν· Ηὐχόµην ἀνάθεµα εἶναι αὐτὸς ἐγὼ ἀπὸ Χριστοῦ)· πολλῷ µᾶλλον καὶ τὸ δακρύειν δι' αὐτόν. Οὐκ ἐπαυσάµην, φησὶ, µετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον.∆ ιὰ τί; Οὐχὶ τοὺς κινδύνους δεδοικώς· ἀλλ' ὥσπερ ἄν τις ἀσθενοῦντι παρακαθήµενος, καὶ µὴ εἰδὼς τὸ τέλος, δακρύοι διὰ πόθον, δεδοικὼς µὴ ἐκπέσῃ τῆς ζωῆς· οὕτω καὶ αὐτὸς, ὅταν εἶδεν ἀσθενοῦντα, καὶ ἐπιπλῆξαι οὐκ ἴσχυσεν, ἐδάκρυε λοιπόν. Τοῦτο καὶ ὁ Χριστὸς ἐποίησεν, ἵνα κἂν τὰ δάκρυα αἰδεσθῶσιν· οἷον, ἡµάρτανέ τις; ἐπετίµα· κατέπτυεν αὐτοῦ ὁ ἐπιτιµώµενος, καὶ ἀπεπήδα; ἐδάκρυεν, ἵνα κἂν οὕτως ἐπισπάσηται.
12.4
Τούτων µνηµονεύωµεν τῶν δακρύων· οὕτω τὰς θυγατέρας ἀνατρέφωµεν τὰς ἑαυτῶν, οὕτω τοὺς παῖδας, δακρύοντες ὅταν ἴδωµεν ἐν κακοῖς ὄντας. Ὅσαι ἐρᾶσθαι βούλονται, µνηµονευέτωσαν τῶν δακρύων Παύλου, καὶ στεναζέτωσαν· ὅσαι µακαρίζεσθε, ὅσαι ἐν θαλάµοις ἐστὲ, ὅσαι ἐν ἡδονῇ, τούτων µνηµονεύετε· ὅσοι ἐν πένθει, ἀλλάττεσθε δάκρυα δακρύων. Οὐ τοὺς τεθνεῶτας ἐκεῖνος ἐπένθει, ἀλλὰ τοὺς ἀπολλυµένους καὶ ζῶντας. Εἴπω καὶ ἕτερα δάκρυα; Καὶ Τιµόθεος ἔκλαιε· µαθητὴς γὰρ ἦν τούτου· διὸ καὶ γράφων αὐτῷ ἔλεγε· Μεµνηµένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ. Πολλοὶ καὶ ἐξ ἡδονῆς ὀδύρονται. Οὕτω καὶ ἡδονῆς ἐστι τὸ πρᾶγµα, καὶ ἡδονῆς µάλιστα ἐπιτεταµένης· οὕτως οὐ φορτικὰ τὰ δάκρυα τὰ ἐξ ὀδύνης τοιαύτης, ἀλλὰ καὶ ἐκείνων πολλῷ βελτίονα τῶν δι' ἡδονὴν κοσµικήν. Ἄκουε τοῦ Προφήτου λέγοντος· Ἤκουσε Κύριος τῆς φωνῆς τοῦ κλαυθµοῦ µου. Ποῦ γὰρ οὐ χρήσιµον τὸ δάκρυον; ἐν εὐχαῖς, ἐν παραινέσεσιν; Ἡµεῖς δὲ αὐτὰ διαβάλλοµεν, οὐκ εἰς ἃ δέδοται κεχρηµένοι. Ὅταν ἀδελφὸν παρακαλῶµεν ἁµαρτάνοντα, κλαίειν δεῖ κοπτόµενον καὶ στενάζοντα· ὅταν παραινῶµέν τινι, ὁ δὲ µὴ προσέχῃ, ἀλλ' ἀπολλύηται, κλαίειν δεῖ. Ταῦτα φιλοσοφίας τὰ δάκρυα· ὅταν µέντοι πένης τις γένηται, ὅταν ἐν νόσῳ ᾖ σωµατικῇ, ὅταν ἀποθάνῃ, οὐκέτι· ταῦτα γὰρ οὐ δακρύων ἄξια. Ὥσπερ οὖν καὶ τὸν γέλωτα διαβάλλοµεν, ἀκαίρως αὐτῷ κεχρηµένοι· οὕτω καὶ τὰ δάκρυα, ἀκαίρως αὐτὰ µεταχειρίζοντες. Ἡ γὰρ ἑκάστου ἀρετὴ τότε φαίνεται, ὅταν πρὸς τὸ ἐπιτήδειον ἔργον ἄγηται· ὅταν δὲ πρὸς τὸ ἀλλότριον, οὐκέτι. Οἷον, ὁ οἶνος πρὸς εὐφροσύνην δέδοται, ἀλλ' οὐ πρὸς µέθην· ὁ ἄρτος πρὸς τροφὴν, ἡ µίξις πρὸς παιδοποιίαν. Ὥσπερ οὖν ταῦτα διαβέβληται παραχρώµενα, οὕτω καὶ τὰ δάκρυα. Ἐπικείσθω νόµος, ἐν εὐχαῖς µόναις καὶ παραινέσεσι κεχρῆσθαι τούτοις· καὶ ὅρα πῶς καὶ ποθεινὸν ἔσται τὸ πρᾶγµα. Οὐδὲν οὕτως ἀποσµήχει τὰ ἁµαρτήµατα, ὡς δάκρυα. Καὶ ταύτην τὴν σωµατικὴν ὄψιν ὡραίαν δείκνυσι τὰ δάκρυα· πρὸς ἔλεον γὰρ ἐπισπᾶται τὸν ὁρῶντα, σεµνὴν ποιεῖ ἡµῖν αὐτήν. Οὐδὲν ἥδιον ὀφθαλµῶν δεδακρυµένων. Τὸ γὰρ εὐγενέστερον ἐν ἡµῖν µέλος καὶ ὡραιότερον καὶ τῆς ψυχῆς τοῦτό ἐστιν. Ἅτε οὖν ὡς αὐτὴν τὴν ψυχὴν ὁρῶντες ἀποδυροµένην, οὕτω καµπτόµεθα. Ταῦτα ὑµῖν οὐχ ἁπλῶς εἴρηται, ἀλλ' ὥστε ὑµᾶς µὴ γάµοις, µὴ ὀρχήµασι, µὴ χοροῖς παραγίνεσθαι σατανικοῖς. Ὅρα γὰρ τί εὗρεν ὁ διάβολος· Ἐπειδὴ τῆς σκηνῆς καὶ τῶν ἀσέµνων τῶν ἐκεῖ ἡ φύσις αὐτὴ τὰς γυναῖκας ἀπήγαγεν, εἰς τὴν γυναικωνῖτιν εἰσήγαγε τὰ τοῦ θεάτρου, µαλακοὺς λέγωκαὶ πόρνας. Ταύτην τὴν λύµην ὁ τῶν γάµων ἐπεισήγαγε νόµος· µᾶλλον δὲ οὐχ ὁ τοῦ γάµου, µὴ γένοιτο, ἀλλὰ τῆς ἡµετέρας βλακείας. Τί ποιεῖς, ἄνθρωπε; οὐκ οἶδας τί πράττεις. Γυναῖκα ἄγῃ ἐπὶ σωφροσύνῃ καὶ παιδοποιίᾳ· τί οὖν αἱ πόρναι βούλονται; Ἵνα ἡ εὐφροσύνη, φησὶ, γένηται µείζων. Καὶ µὴν ταῦτα οὐκ ἀφροσύνης; ὑβρίζεις τὴν νύµφην, ὑβρίζεις τὰς κεκληµένας. Εἰ γὰρ τοιούτοις τέρπονται, ὕβρις τὸ πρᾶγµα. Εἰ τὸ γυναῖκας πόρνας ὁρᾷν ἀσχηµονούσας φέρει τινὰ φιλοτιµίαν, διὰ τί µὴ καὶ τὴν νύµφην ἕλκεις, ἵνα κἀκείνη θεωρῇ; Πάντως ἄσχηµον καὶ αἰσχρὸν, µαλακοὺς ἄνδρας καὶ ὀρχουµένους, καὶ πᾶσαν τὴν ποµπὴν τὴν σατανικὴν ἐπεισάγειν τῇ οἰκίᾳ. Μνηµονεύετέ µου, φησὶ, τῶν δεσµῶν.∆ εσµός ἐστιν ὁ γάµος, δεσµὸς ὡρισµένος παρὰ Θεοῦ· λύσις ἡ πόρνη καὶ διάλυσις. Ἔξεστιν ἑτέροις φαιδρύνειν τὸν γάµον, οἷον τραπέζαις πληθούσαις, καὶ ἱµατίοις· οὐ περικόπτω ταῦτα, ἵνα µὴ δόξω σφόδρα εἶναι ἄγριος· καίτοι ἤρκεσε τῇ Ῥεβέκκᾳ θέριστρον µόνον· ἀλλ' οὐ περικόπτω. Ἔξεστιν ἱµατίοις φαιδρύνεσθαι, ἔξεστι παρουσίαις αἰδεσίµων ἀνδρῶν, αἰδεσίµων γυναικῶν. Τί τὰ ἐπιχάρµατα ἐκεῖνα, τί τὰ τέρατα ἐπεισάγεις; Εἰπὲ ἃ ἀκούεις παρ' αὐτῶν. Ἀλλ' ἐρυθριᾷς εἰπεῖν; Σὺ ἐρυθριᾷς, κἀκείνους ἀναγκάζεις ποιεῖν; Εἰ καλὸν, διὰ τί µὴ καὶ αὐτὸς ποιεῖς; εἰ δὲ αἰσχρὸν, διὰ τί ἕτερον ἀναγκάζεις; Πάντα σωφροσύνης ἐµπεπλῆσθαι δεῖ, πάντα σεµνότητος, πάντα κοσµιότητος· νῦν δὲ τοὐναντίον ὁρῶ, σκιρτῶντας ὡς αἱ κάµηλοι, ὡς αἱ ἡµίονοι. Τῇ παρθένῳ θάλαµος ἐπιτήδειον µόνον. Ἀλλὰ πενιχρά ἐστι, φησίν. Ἐπειδὴ πενιχρά ἐστι, καὶ κόσµιος ὀφείλει εἶναι· ἐχέτω τὸν τρόπον ἀντὶ πλούτου. Οὐκ ἔχει προῖκα ἐπιδοῦναι; τί αὐτὴν καὶ ἑτέρως εὐκαταφρόνητον ποιεῖς ἀπὸ τῆς ἀναστροφῆς; Ἐπαινῶ ὅτι παρθένοι παραγίνονται τὴν ὁµήλικα τιµῶσαι, ὅτι παραγίνονται γυναῖκες τὴν εἰς αὐτὰς καταχθεῖσαν τιµῶσαι· καλῶς τοῦτο ὥρισται.∆ ύο γάρ εἰσιν οὗτοι χοροὶ, ὁ τῶν παρθένων, καὶ ὁ τῶν γεγαµηµένων· αὗται παραδιδόασιν, ἐκεῖναι δέχονται. Ἡ νύµφη µεταξὺ τούτων ἐστὶν, οὔτε παρθένος, οὔτε γυνή· ἐκεῖθεν µὲν γὰρ ἐξέρχεται. ταύτης δὲ ἐπιβαίνει τῆς συµµορίας. Αἱ δὲ πόρναι, διὰ τί;∆ έον αὐτὰς ἐγκαλύπτεσθαι ὅταν γάµος ᾖ, δέον αὐτὰς κατορύττεσθαι( φθορὰ γὰρ γάµου πορνεία), ἡµεῖς δὲ ἄγοµεν αὐτὰς εἰς γάµους. Καὶ ὅταν µέν τι ποιῆτε, καὶ µέχρι ῥήµατος οἰωνίζεσθε τὰ ἐναντία· οἷον, ὅταν σπείρῃς, ὅταν ἀπαντλῇς τῶν ὑποληνίων τὸν οἶνον, τὰ ὀξίνην σηµαίνοντα οὐδ' ἂν ἀποκρίνοιο· ἐνταῦθα δὲ σωφροσύνης γινοµένης, ἐπεισάγετε τὴν ὀξίνην; τοῦτο γὰρ ἡ πόρνη. Ὅταν µύρον κατασκευάζητε, οὐδὲν δυσῶδες ἀφίετε πλησιάζειν. Μύρον ἐστὶν ὁ γάµος· τί τοίνυν τὴν τοῦ βορβόρου δυσωδίαν ἐπεισάγεις τῇ τοῦ µύρου κατασκευῇ; Τί λέγεις; ὀρχεῖται ἡ παρθένος, καὶ οὐκ αἰσχύνεται τὴν ὁµήλικα; Ταύτης γὰρ σεµνοτέραν αὐτὴν εἶναι δεῖ· ἐξ ἀγκάλης γε, οὐκ ἐκ παλαίστρας ἐξῆλθε. Φαίνεσθαι γὰρ ὅλως ἐν γάµοις τὴν παρθένον οὐ δεῖ.
12.5
Οὐχ ὁρᾷς ἐν τοῖς βασιλείοις, ὅτι οἱ µὲν τετιµηµένοι ἔνδον περὶ τὸν βασιλέα εἰσὶν, οἱ δὲ ἄτιµοι ἔξω; Καὶ σὺ ἔνδον ἔσο περὶ τὴν νύµφην. Ἀλλὰ ἁγνὸς µένε ἐπὶ τῆς οἰκίας· µὴ ἐκπόµπευε τὴν παρθενίαν. Παρέστηκεν ἑκάτερος ὁ χορὸς, ὁ µὲν οἵαν διδόασι δεικνὺς, ὁ δὲ ἵνα ταύτην φυλάττωσι· τί καταισχύνεις τὴν παρθενίαν; Εἰ γὰρ σὺ τοιαύτη, τοιαῦτα καὶ περὶ ἐκείνης ὁ νυµφίος ὑποπτεύσει· εἰ σὺ ἐρᾶσθαι θέλεις, παντοπώλιδος καὶ λαχανοπώλιδος καὶ δηµιουργοῦ ταῦτα. Οὐκ ἔστι ταῦτα αἰσχύνη; Αἰσχύνη ἐστὶ τὸ ἀσχηµονεῖν, κἂν βασιλέως θυγάτηρ ᾖ. Μὴ γὰρ ἡ πενία κωλύει; µὴ γὰρ τὸ ἐπιτήδευµα; Κἂν δούλη τις ᾖ παρθένος, ἐν σωφροσύνῃ µενέτω· Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε δοῦλος, οὔτε ἐλεύθερος. Μὴ γὰρ θέατρόν ἐστιν ὁ γάµος; Μυστήριόν ἐστι, καὶ τύπος µεγάλου πράγµατος· κἂν αὐτὸ µὴ αἰδῇ, αἰδέσθητι οὗ τύπος ἐστί. Τὸ µυστήριον τοῦτο, φησὶ, µέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν, καὶ εἰς τὴν Ἐκκλησίαν. Τῆς Ἐκκλησίας τύπος ἐστὶ καὶ τοῦ Χριστοῦ, καὶ πόρνας εἰσάγεις; Ἂν τοίνυν, φησὶ, µήτε παρθένοι ὀρχῶνται, µήτε γεγαµηµέναι, τίς ὀρχήσεται; Μηδείς· ποία γὰρ ὀρχήσεως ἀνάγκη; Ἐν τοῖς τῶν Ἑλλήνων µυστηρίοις αἱ ὀρχήσεις, ἐν δὲ τοῖς ἡµετέροις σιγὴ καὶ εὐκοσµία, αἰδὼς καὶ καταστολή. Μυστήριον τελεῖται µέγα· ἔξω αἱ πόρναι, ἔξω οἱ βέβηλοι. Πῶς µυστήριόν ἐστι; Συνέρχονται, καὶ ποιοῦσιν οἱ δύο ἕνα.∆ ιὰ τί, ὅτε µὲν εἰσῄει, οὐκ ὄρχησις, οὐ κύµβαλα, ἀλλὰ πολλὴ σιγὴ, πολλὴ ἡσυχία· ὅταν δὲ συνίωσιν, οὐκ εἰκόνα ἄψυχον, οὐδὲ εἰκόνα τινὸς τῶν ἐπὶ γῆς, ἀλλ' αὐτοῦ ποιοῦντες τοῦ Θεοῦ, τοσοῦτον ἐπεισάγεις θόρυβον, καὶ ταράττεις τοὺςὄντας, καὶ αἰσχύνεις τὴν ψυχὴν, καὶ θορυβεῖς; Ἔρχονται ἓν σῶµα γενησόµενοι. Ἰδοὺ πάλιν ἀγάπης µυστήριον. Ἂν οἱ δύο µὴ γένωνται ἓν, οὐκ ἐργάζονται πολλοὺς, ἕως ἂν δύο µένωσιν· ὅταν δὲ εἰς ἑνότητα ἔλθωσι, τότε ἐργάζονται. Τί µανθάνοµεν ἀπὸ τούτου; Ὅτι πολλὴ τῆς ἑνώσεως ἡ ἰσχύς. Τὸ εὐµήχανον τοῦ Θεοῦ τὸν ἕνα εἰς δύο διεῖλε παρὰ τὴν ἀρχὴν, καὶ θέλων δεῖξαι ὅτι µετὰ τὸ διαιρεθῆναι καὶ εἷς µένει, οὐκ ἀφῆκεν ἕνα ἀρκεῖν πρὸςτὴν γέννησιν. Οὐ γάρ ἐστιν εἷς[ ὁ] οὐδέπω, ἀλλ' ἥµισυ τοῦ ἑνός· καὶ δῆλον, ὅτι οὐ παιδοποιεῖ, καθάπερ καὶ πρότερον. Εἶδες τοῦ γάµου τὸ µυστήριον; Ἐποίησεν ἐξ ἑνὸς ἕνα, καὶ πάλιν τοὺς δύο τούτους ἕνα ποιήσας οὕτω ποιεῖ ἕνα· ὥστε καὶ νῦν ἐξ ἑνὸς τίκτεται ἄνθρωπος. Γυνὴ γὰρ καὶ ἀνὴρ οὐκ εἰσὶν ἄνθρωποι δύο, ἀλλ' ἄνθρωπος εἷς· καὶ παρὸν καὶ πολλαχόθεν αὐτὸ πιστώσασθαι, οἷον ἀπὸ τοῦ Ἰακώβου, ἀπὸ τῆς Μαρίας τῆς µητρὸς τοῦ Χριστοῦ, ἀπὸ τοῦ λέγειν· Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Εἰ ὁ µὲν κεφαλὴ, ἡ δὲ σῶµα, πῶς δύο;∆ ιὰ τοῦτο ἡ µὲν µαθητοῦ, ὁ δὲ διδασκάλου τάξιν ἐπέχει· ὁ µὲν ἄρχοντος, ἡ δὲ ἀρχοµένης. Καὶ ἀπ' αὐτῆς δὲ τῆς τοῦ σώµατος διαπλάσεως ἴδοι τις ἂν, ὅτι ἕν εἰσιν ἀπὸ γὰρ τῆς πλευρᾶς γέγονε, καὶ ὥσπερ ἡµίτοµα δύο εἰσί.∆ ιὰ τοῦτο καὶ βοηθὸν καλεῖ, ἵνα δείξῃ ὅτι ἕν εἰσι· διὰ τοῦτο καὶ πατρὸς καὶ µητρὸς προτιµᾷ τὴν συνοίκησιν, ἵνα δείξῃ ὅτι ἕν εἰσι. Καὶ ὁ πατὴρ ὁµοίως χαίρει καὶ θυγατρὸς καὶ υἱοῦ γαµούντων, ὡς πρὸς οἰκεῖον µέλος ἐπειγοµένου τοῦ σώµατος· καὶ τοσαύτη δαπάνη γίνεται καὶ χρηµάτων ἐλάττωσις, καὶ ὅµως οὐκ ἀνέχεται ἄγαµον περιορᾷν. Ὥσπερ γὰρ ἀπεσχισµένης αὐτῇ τῆς σαρκὸς, ἀτελὴς πρὸς παιδοποιίαν ἑκάτερος, ἀτελής ἐστι πρὸς βίου σύστασιν τοῦ παρόντος ἑκάτερος.∆ ιὰ τοῦτο καὶ ὁ προφήτης φησίν· Ὑπόλειµµα πνεύµατός σου. Πῶς δὲ καὶ γίνονται εἰς σάρκα µίαν; Καθάπερ χρυσοῦ τὸ καθαρώτατον ἂν ἀφέλῃς καὶ ἑτέρῳ ἀναµίξῃς χρυσῷ, οὕτω δὴ καὶ ἐνταῦθα, τὸ πιότατον τῆς ἡδονῆς χωνευούσης ἡ γυνὴ δεχοµένητρέφει καὶ θάλπει, καὶ τὰ παρ' ἑαυτῆς συνεισενεγκαµένη ἄνδρα ἀποδίδωσι. Καὶ γέφυρά τίς ἐστι τὸ παιδίον. Ὥστε οἱ τρεῖς σὰρξ γίνονται µία, τοῦ παιδὸς ἑκατέρωθεν ἑκατέρους συνάπτοντος. Ὥσπερ γὰρ εἰ δύο πόλεων οὐσῶν, καὶ ποταµοῦ διόλου διαιροῦντος, µία γίνεται πόλις, γεφύρας ἑκατέρωθεν ἁπτοµένης· οὕτως ἐστὶν ἐνταῦθα, καὶ πλέον· αὐτὴ γὰρ ἡ γέφυρα ἐκ τῆς ἑκατέρων οὐσίας. Καὶ τῷ λόγῳ τούτῳ ἕν εἰσιν, ὡς τὸ σῶµα καὶ κεφαλὴ ἓν σῶµα· τῷ γὰρ τραχήλῳ διαιρεῖται· ἀλλ' οὐ διαιροῦνται µᾶλλον, ἢ συνάπτονται· µέσος γὰρ ὢν ἑκατέρους συνάγει· καὶ ταυτὸν γίνεται, ὥσπερ ἂν εἰ χορὸς διεσπασµένος τὸ µὲν ἓν αὐτοῦ µέρος ἐντεῦθεν λαβὼν, τὸ δὲ ἕτερον ἐκ τῆς δεξιᾶς, ἕνα ποιήσειεν· ἢ ὥσπερ οἱ συνεσταλµένοι οὗτοι καὶ τὰς χεῖρας ἐκτείνοντες ἓν γίνονται· αἱ γὰρ χεῖρες ἐκταθεῖσαι, οὐκ ἀφιᾶσιν εἶναι δύο.∆ ιὰ τοῦτο γοῦν καὶ ἀκριβῶς εἶπεν, οὐκ, Ἔσονται µία σὰρξ, ἀλλ', Εἰς σάρκα µίαν, τὴν τοῦ παιδὸς συναπτόµενοι δηλονότι. Τί οὖν, ὅταν παιδίον µὴ ᾖ, οὐκ ἔσονται δύο καὶ τότε; Εὔδηλον· ἡ µίξις γὰρ τοῦτο ἐργάζεται, ἀναχέασα καὶ ἀναµίξασα ἀµφοτέρων τὰ σώµατα. Καὶ ὥσπερ εἰς ἔλαιον µύρον ἐµβαλὼν, τὸ πᾶν ἐποίησεν ἓν, οὕτω δὴ καὶ ἐνταῦθα.
12.6
Οἶδα ὅτι πολλοὶ αἰσχύνονται τοῖς λεγοµένοις· καὶ τούτου αἴτιον ἡ ἀσέλγεια καὶ ἡ ἀκολασία. Τὸ οὕτω τοὺς γάµους γίνεσθαι, τὸ παραφθείρεσθαι, τὸ πρᾶγµα διέβαλεν· ἐπεὶ Τίµιος ὁ γάµος, καὶ ἡ κοίτη ἀµίαντος. Τί αἰσχύνῃ τῷ τιµίῳ; τί ἐρυθριᾷς ἐπὶ τῷ ἀµιάντῳ; Ταῦτα αἱρετικῶν ἐστι, ταῦτα τῶν τὰς πόρνας ἐπεισαγόντων.∆ ιὰ τοῦτο αὐτὸν ἐκκαθαίρεσθαι βούλοµαι, ὥστε ἐπὶ τὴν οἰκείαν εὐγένειαν ἀναγαγεῖν, ὥστε τῶν αἱρετικῶν ἐµφράξαι τὰ στόµατα. Ὕβρισται τὸ τοῦ Θεοῦ δῶρον, ἡ ῥίζα τῆς ἡµετέρας γενέσεως· πολλὴ γὰρ περὶ τὴν ῥίζαν ἡ κόπρος καὶ ὁ βόρβορος. Τοῦτον οὖν ἐκκαθάρωµεν τῷ λόγῳ. Ἀνέχεσθε τοίνυν µικρὸν ἐπεὶ καὶ ὁ βόρβορον κατέχων δυσωδίας ἀνέχεται. Βούλοµαι δεῖξαι ὅτι οὐ χρὴ ἐπὶ τούτοις αἰσχύνεσθαι, ἀλλὰ τούτοις οἷς ποιεῖτε· σὺ δὲ ἐπ' ἐκείνοις αἰσχύνεσθαι ἀφεὶς, τούτοις αἰσχύνῃ· οὐκοῦν τοῦ Θεοῦ καταγινώσκεις τοῦ οὕτω θεσπίσαντος. Εἴπω πῶς καὶ µυστήριον τῆς Ἐκκλησίας ἐστίν· Ὁ Χριστὸς ἦλθε πρὸς τὴν Ἐκκλησίαν, καὶ ἐξ αὐτῆς γέγονε, καὶ αὐτῇ συνεισῆλθε συνουσίᾳ πνευµατικῇ. Ἡρµοσάµην γὰρ ὑµᾶς, φησὶν, ἑνὶ ἀνδρὶ παρθένον ἁγνήν. Ὅτι δὲ ἐξ αὐτοῦ ἐσµεν, ἄκουε πῶς φησιν· Ἐκ τῶν µελῶν αὐτοῦ, καὶ ἐκ τῆς σαρκὸς αὐτοῦ πάντες ἡµεῖς. Ταῦτα δὴ πάντα ἐννοοῦντες, µὴ αἰσχύνωµεν τὸ τηλικοῦτον µυστήριον. Τύπος τῆς τοῦ Χριστοῦ παρουσίας ἐστὶν ὁ γάµος, σὺ δὲ µεθύεις; Εἰπέ µοι, εἰ εἰκόνα εἶδες τοῦ βασιλέως, ἆρα ἂν αὐτὴν ᾔσχυνες; Οὐδαµῶς.∆ οκεῖ µὲν οὖν ἀδιάφορα εἶναι τὰ περὶ τὸν γάµον γινόµενα, ἔστι δὲ µεγάλων αἴτια κακῶν. Πάντα παρανοµίας γέµει. Αἰσχρότης καὶ µωρολογία καὶ εὐτραπελία µὴ ἐκπορευέσθω, φησὶν, ἐκ τοῦ στόµατος ὑµῶν. Πάντα δὲ ἐκεῖνα, αἰσχρότης καὶ µωρολογία καὶ εὐτραπελία, οὐχ ἁπλῶς, ἀλλὰ µετὰ ἐπιτάσεως· τέχνη γὰρ τὸ πρᾶγµά ἐστι, καὶ ἐγκώµια µεγάλα τοῖς αὐτὴν µετιοῦσι· τὰ ἁµαρτήµατα τέχνη γέγονεν. Οὐχ ἁπλῶς αὐτὰ µετερχόµεθα, ἀλλὰ µετὰ σπουδῆς, µετὰ ἐπιστήµης· καὶ στρατηγεῖ λοιπὸν ὁ διάβολος τῶν αὑτοῦ ταγµάτων. Ὅπου γὰρ µέθη, ἀκολασία· ὅπου αἰσχρολογία, ὁ διάβολος πάρεστι τὰ παρ' ἑαυτοῦ εἰσφέρων. Τούτοις ἑστιώµενος, εἰπέ µοι, µυστήριον Χριστοῦ τελεῖς, καὶ τὸν διάβολον καλεῖς; Τάχα µε φορτικὸν εἶναι νοµίζετε. Καὶ γὰρ καὶ τοῦτο τῆς διαστροφῆς τῆς πολλῆς, ὅτι καὶ ὁ ἐπιτιµῶν, γέλωτα ὀφλισκάνει ὡς αὐστηρός. Οὐκ ἀκούετε Παύλου λέγοντος, Πᾶν ὅ τι ἂν ποιῆτε, εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε; Ὑµεῖς δὲ εἰς δυσφηµίαν καὶ ἀδοξίαν. Οὐκ ἀκούετε τοῦ Προφήτου λέγοντος,∆ ουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόµῳ; Ὑµεῖς δὲ διαχεῖσθε. Μὴ γὰρ οὐκ ἔστι καὶ ἥδεσθαι, καὶ µετὰ ἀσφαλείας; Βούλει µελῶν ἀκοῦσαι καλῶν; Μάλιστα µὲν οὐδὲ ἔδει· πλὴν συγκαταβαίνω, εἰ βούλει· µὴ τῶν σατανικῶν ἀκούσῃς, ἀλλὰ τῶν πνευµατικῶν. Βούλει χορεύοντας ἰδεῖν; ὅρα τῶν ἀγγέλων τὸν χορόν. Καὶ πῶς δυνατὸν, φησὶν, ἰδεῖν; Ἐὰν ταῦτα ἀπελάσῃς, ἐλεύσεται καὶ ὁ Χριστὸς εἰς τούτους τοὺς γάµους· τοῦ δὲ Χριστοῦ παρόντος, καὶ ὁ τῶν ἀγγέλων πάρεστι χορός. Ἂν θέλῃς, καὶ νῦν θαύµατα ἐργάσεται, καθάπερ καὶ τότε· ποιήσει καὶ νῦν τὸ ὕδωρ οἶνον· καὶ πολλῷ θαυµασιώτερον, τὴν διάχυσιν ἐπιστρέψει τὴν διαῤῥέουσαν καὶ ψυχρὰν ἐπιθυµίαν, καὶ ἐπὶ τὴν πνευµατικὴν µεταστήσει. Τοῦτό ἐστιν ἐξ ὕδατος οἶνον ποιῆσαι. Ἔνθα αὐληταὶ, οὐδαµοῦ ὁ Χριστός· ἀλλὰ κἂν εἰσέλθῃ, τὸ πρῶτον ἐκβάλλει τούτους, καὶ τότε θαυµατουργεῖ. Τί τῆς σατανικῆς ποµπῆς ἀηδέστερον, ἔνθα ἄναρθρα πάντα, ἔνθα πάντα ἄσηµα; ἂν δέ τι καὶ ἔναρθρον, πάλιν πάντα αἰσχρὰ, πάντα ἀηδῆ.
12.7
Οὐδὲν τῆς ἀρετῆς ἥδιον, οὐδὲν κοσµιότητος γλυκύτερον, οὐδὲν σεµνότητος ποθεινότερον. Ποιείτω τις γάµους, οἵους ἐγὼ λέγω, καὶ ὄψεται τὴν ἡδονήν· ποίους δὲ γάµους, προσέχετε. Πρῶτον µὲν ἄνδρα ζήτει τῇ παρθένῳ ὄντως ἄνδρα καὶ προστάτην, ὡς σώµατι µέλλων ἐπιθήσειν κεφαλὴν, ὡς οὐκ ἀνδράποδον, ἀλλὰ θυγατέρα αὐτῷµέλλων παραδώσειν· µὴ χρήµατα ζήτει, µὴ γένους λαµπρότητα, µὴ πατρίδος µέγεθος, πάντα ταῦτα περιττὰ, ἀλλὰ ψυχῆς εὐλάβειαν, ἐπιείκειαν, τὴν ἀληθῆ σύνεσιν, τοῦ Θεοῦ τὸν φόβον, εἰ βούλει µεθ' ἡδονῆς τὸ θυγάτριον ζῇν. Πλουσιώτερον γὰρ ζητοῦσα, οὐ µόνον αὐτὴν οὐκ ὠφελήσεις, ἀλλὰ καὶ βλάψεις, δούλην ἀντ' ἐλευθέρας ποιοῦσα. Οὐ τοσαύτην γὰρ ἀπὸ τῶν χρυσίων καρπώσεται τὴν ἡδονὴν, ὅσην ἀπὸ τοῦ δουλεύειν τὴν ἀηδίαν. Ἀλλὰ µὴ ζήτει ταῦτα, ἀλλὰ µάλιστα µὲν ὁµότιµον· εἰ δὲ µὴ δυνατὸν, πενέστερον µᾶλλον, ἢ εὐπορώτερον, εἴ γε µὴ ἀποδόσθαι δεσπότῃ, ἀλλ' ἐκδοῦναι ἀνδρὶ βούλει τὴν θυγατέρα. Ὅταν ἀκριβῶς ἐξετάσῃς τἀνδρὸς τὴν ἀρετὴν, καὶ µέλλῃς ἐκδιδόναι, παρακάλεσον τὸν Χριστὸν παραγενέσθαι· οὐ γὰρ ἐπαισχυνθήσεται· µυστήριόν ἐστι τῆς αὐτοῦ παρουσίας. Μάλιστα µὲν οὖν καὶ τότε παρακάλει, ὥστε µνηστῆρα τοιοῦτον δοῦναι. Μὴ γένῃ τοῦ παιδὸς τοῦ Ἀβραὰµ χείρων, ὃς εἰς τοσαύτην ἀποδηµίαν πεµπόµενος, ᾔδει ἔνθα χρὴ καταφυγεῖν· διὸ καὶ πάντων ἐπέτυχεν. Ὅταν περιεργάζῃ καὶ ζητῇς τὸν ἄνδρα, εὔχου· εἰπὲ τῷ Θεῷ· Ὃν ἂν θέλῃς σὺ οἰκονόµησον· ἐγχείρισον αὐτῷ τὸ πρᾶγµα, καὶ τιµηθεὶς ταύτῃ παρὰ σοῦ τῇ τιµῇ ἀµείψεταί σε.∆ ύο δὴ ποιεῖν χρὴ, αὐτῷ τε ἐγχειρίζειν, καὶ τοιοῦτον ζητεῖν, οἷον ἂν αὐτὸς βούληται, κόσµιον, σώφρονα. Ὅταν οὖν τοὺς γάµους ποιῇς, µὴ περιέλθῃς οἰκίας, κάτοπτρα καὶ ἱµάτια χρωµένη· οὐ γὰρ πρὸς ἐπίδειξιν τὸ πρᾶγµά ἐστιν, οὐδὲ εἰς ποµπὴν εἰσάγεις τὸ θυγάτριον· ἀλλὰ φαιδρύνουσα τὴν οἰκίαν τοῖς ἐνοῦσι, κάλει γείτονας καὶ φίλους καὶ συγγενεῖς. Ὅσους ἂν οἶδας ἐπιεικεῖς, τούτους κάλει, καὶ τοῖς οὖσιν ἐπαρκεῖσθαι παραίνει. Μηδεὶς τῶν ἀπὸ τῆς ὀρχήστρας παρέστω· ἐκεῖ γὰρ δαπάνη περιττὴ καὶ ἄσχηµος· κάλεσον τὸν Χριστὸν πρὸ τῶν ἄλλων ἁπάντων. Οἶδας διὰ τίνος αὐτὸν καλέσεις; Ὃς ἂν ποιήσῃ, φησὶν, ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐµοὶ ἐποίησε. Μὴ νοµίσῃς τὸ πρᾶγµα δυσάρεστον εἶναι, τὸ πένητας καλεῖν διὰ τὸν Χριστόν· δυσάρεστον τὸ πόρνας καλεῖν. Τὸ γὰρ πένητας καλεῖν, τοῦτο ἀφορµὴ πλούτου, ἐκεῖνο δὲ ἀνατροπῆς. Κόσµει τὴν νύµφην µὴ τούτοις τοῖς κοσµίοις τοῖς ἀπὸ τοῦ χρυσοῦ, ἀλλ' ἐπιεικείᾳ καὶ αἰδοῖ καὶ τοῖς συνήθεσιν ἱµατίοις, ἀντὶ παντὸς κόσµου χρυσοῦ καὶ ἐµπλεγµάτων, τὸ ἐρυθριᾷν, τὸ αἰσχύνεσθαι περιθεῖσα, καὶ τὸ µὴ ζητεῖν ἐκεῖνα. Μηδεὶς ἔστω θόρυβος, µηδεµία ταραχή· καλείσθω ὁ νυµφίος, δεχέσθω τὴν παρθένον. Τὰ ἄριστα καὶ τὰ δεῖπνα µὴ µέθης ἔστω πλήρη, ἀλλὰ πνευµατικῆς ἡδονῆς. Μυρία γὰρ ἐκ τοῦ τοιούτου γάµου ἔσται τὰ καλὰ, καὶ τὰ τοῦ βίου ἐν ἀσφαλείᾳ· ἐκ δὲ τῶν νῦν γινοµένων γάµων( εἴ γε γάµους, ἀλλὰ µὴ ποµπὰς αὐτὰ δεῖ καλεῖν), ὅρα ὅσα τὰ κακά.∆ ιελύθησαν αἱ παστάδες, καὶ εὐθέως µέριµνα καὶ φόβος, µή τι παραπέσῃ τῶν κεχρηµένων, καὶ διαδέχεται τὴν ἡδονὴν ἀθυµία ἀφόρητος. Ἀλλ' αὕτη µὲν τῆς κηδεστρίας ἡ ἀγωνία· µᾶλλον δὲ οὐδὲ αὐτὴ ἀπήλ λακται ἡ νύµφη· τὰ γοῦν µετὰ ταῦτα αὐτῆς τῆς νύµφης ἐστὶν ἅπαντα. Τὸ γὰρ ὁρᾷν καταλυόµενα ἅπαντα, ἀθυµίας ὑπόθεσις, τὸ ὁρᾷν ἔρηµον τὴν οἰκίαν, κατηφείας ἀφορµή. Ἐκεῖ ὁ Χριστὸς, ἐνταῦθα ὁ Σατανᾶς· ἐκεῖ θυµηδία, ἐνταῦθα φροντίς· ἐκεῖ ἡδονὴ, ἐνταῦθα λύπη· ἐκεῖ δαπάνη, ἐνταῦθα οὐδὲν τοιοῦτον, ἐκεῖ ἀσχηµοσύνη, ἐνταῦθα εὐκοσµία· ἐκεῖ φθόνος, ἐνταῦθα ἀφθονία· ἐκεῖ µέθη, ἐνταῦθα νῆψις, ἐν ταῦθα σωτηρία, ἐνταῦθα σωφροσύνη. Ταῦτα δὴ πάντα ἐννοοῦντες, στήσωµεν τὸ κακὸν µέχρι τούτου, ἵνα ἀρέσωµεν τῷ Θεῷ, καὶ τῶν ἐπηγγελµένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτυχεῖν καταξιωθῶµεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.