Homilies on Colossians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
2.0
∆ ιὰ τοῦτο καὶ ἡµεῖς ἀφ' ἧς ἡµέρας ἠκούσα µεν, οὐ παυόµεθα ὑπὲρ ὑµῶν προσευχόµενοι, καὶ αἰτούµενοι ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήµατοςαὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέ σει πνευµατικῇ· περιπατῆσαι ὑµᾶς ἀξίως τοῦ Κυρίου εἰς πᾶσαν ἀρέσκειαν, ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες, καὶ αὐξανόµενοι ἐν τῇ ἐπιγνώσει τοῦ Θεοῦ.
2.1
∆ ιὰ τοῦτο, ποῖον; Ἐπειδὴ ἠκούσαµεν τὴν πίστιν ὑµῶν καὶ τὴν ἀγάπην· ἐπειδὴ χρηστὰς ἔχοµεν ἐλπίδας, εὐέλπιδές ἐσµεν καὶ περὶ τῶν µελλόντων αἰτεῖν. Καθάπερ γὰρ ἐν τοῖς ἀγῶσιν ἐκείνους µάλιστα διεγείροµεν τοὺς ἐγγὺς ὄντας τῆς νίκης· οὕτω δὴ καὶ ὁ Παῦλος τούτους µάλιστα παρακαλεῖ τοὺς τὸ πλέον κατωρθωκότας. Ἀφ' ἧς ἡµέρας ἠκούσαµεν, φησὶν, οὐ παυόµεθα ὑπὲρ ὑµῶν προσευχόµενοι. Οὐ µίαν ἡµέραν ὑπερευχόµεθα, οὐδὲ δύο, οὐ τρεῖς. Ἐνταῦθα καὶ τὴν ἀγάπην δείκνυσι, καὶ ἠρέµα αὐτοὺς αἰνίττεται ὡς οὐδέπω πρὸς τὸ τέλος ἐφθακότας· τὸ γὰρ, Ἵνα πληρωθῆτε, τοῦτο δηλοῦντος ἦν. Καὶ ὅρα µοι τὴν σύνεσιν τοῦ µακαρίου τούτου· οὐδαµοῦ τοῦ παντὸς αὐτοὺς ἀπεστερῆσθαί φησιν, ἀλλὰ λείπειν αὐτοὺς πανταχοῦ· τὸ γὰρ, Ἵνα πληρωθῆτε, τοῦτο δηλοῖ. Καὶ πάλιν, Εἰς πᾶσαν ἀρέσκειαν, ἐν παντὶ ἔργῳ ἀγαθῷ· καὶ πάλιν, Ἐν πάσῃ δυνάµει δυναµούµενοι· καὶ πάλιν, Εἰς πᾶσαν ὑποµονὴν καὶ µακροθυµίαν. Τὸ γὰρ, Πᾶσαν, µαρτυροῦντός ἐστι καί τι τοῖς κατορθοῦσιν, εἰ καὶ µὴ τὸ πᾶν. Καὶ Ἵνα πληρωθῆτε, φησὶν, οὐχ ἵνα λάβητε· ἔλαβον γάρ· ἀλλὰ τὸ λεῖπον ἵνα πληρωθῆτε. Οὕτω καὶ ὁ ἔλεγχος ἀνεπαχθὴς ἐγένετο, καὶ τὸ ἐγκώµιον οὐκ ἠφίει αὐτοὺς καταπεσεῖν καὶ γενέσθαι ὑπτίους ὁλοσχερὲς γενόµενον. Τί δέ ἐστιν, Ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήµατος αὐτοῦ; Τουτέστι, διὰ τοῦ Υἱοῦ προσάγεσθαι ὑµᾶς αὐτῷ χρὴ, οὐκέτι δι' ἀγγέλων. Ὅτι µὲν οὖν δεῖ προσάγεσθαι, ἔγνωτε· λείπει δὲ ὑµῖν ἔτι τοῦτο µαθεῖν καὶ διὰ τί τὸν Υἱὸν ἔπεµψεν. Εἰ γὰρ δι' ἀγγέλων ἔδει σώζεσθαι, οὐκ ἂν τὸν Υἱὸν ἔπεµψεν, οὐκ ἂν ἐξέδωκεν. Ἐν πάσῃ σοφίᾳ, φησὶ, καὶ συνέσει πνευµατικῇ. Ἐπειδὴ γὰρ αὐτοὺς οἱ φιλόσοφοι ἠπάτων, βούλοµαι ὑµᾶς ἐν πνευµατικῇ, φησὶ, σοφίᾳ εἶναι, µὴ κατὰ τὴν σοφίαν τῶν ἀνθρώπων. Εἰ δὲ ὥστε τὸ θέληµα Θεοῦ µαθεῖν πνευµατικῆς δεῖ σοφίας, ὥστε τὴν οὐσίαν τί ἐστιν, εὐχῶν διηνεκῶν. Καὶ δείκνυσιν ἐνταῦθα, ὅτι ἐξ ἐκείνου ὁ Παῦλος εὔχεται, καὶ οὐδέπω ἤνυσε, καὶ οὐκ ἀπέστη· τὸ γὰρ, Ἀφ' ἧς ἡµέρας ἠκούσαµεν, τοῦτο δηλοῖ. Κατάγνωσιν δὲ αὐτοῖς πολλὴν φέρει, εἰ ἐξ ἐκείνου καὶ εὐχαῖς βοηθούµενοι µὴ ἀνεκτήσαντο ἑαυτούς. Καὶ αἰτούµενοι, φησὶ, τουτέστι, µετὰ πολλῆς τῆς σπου. 10] δῆς· τοῦτο γὰρ δείκνυσι τὸ, Ἔγνωτε. Ἀλλὰ δεῖ τι καὶ ἐπιγνῶναι. Εἰς τὸ περιπατῆσαι ὑµᾶς ἀξίως τοῦ Κυρίου. Ἐνταῦθα περὶ βίου καὶ τῶν ἔργων φησί· καὶ γὰρ καὶ τοῦτο πανταχοῦ ποιεῖ· ἀεὶ τῇ πίστει συζεύγνυσι τὴν πολιτείαν. Εἰς πᾶσαν ἀρέσκειαν. Πῶς δὲ, Πᾶσαν ἀρέσκειαν; Ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες, καὶ αὐξανόµενοι ἐν τῇ ἐπιγνώσει τοῦ Θεοῦ. Ὥσπερ, φησὶν, ἀθρόως ὑµῖν ἑαυτὸν ἀπεκάλυψε, καὶ ὥσπερ τηλικαύτην ἐλάβετε γνῶσιν, οὕτω καὶ πολιτείαν ἀξίαν ἐπιδείξασθε τῆς πίστεως· µεγάλης γὰρ αὕτη δεῖται πολιτείας, καὶ πολλῷ µείζονος, ἢ ἡ παλαιά. Ὁ γὰρ τὸν Θεὸν εἰδὼς, καὶ τοῦ Θεοῦ δοῦλος εἶναι καταξιωθεὶς, µᾶλλον δὲ καὶ υἱὸς, ὅρα ὅσης δεῖται ἀρετῆς. Ἐν πάσῃ δυνάµει δυναµούµενοι. Ἐνταῦθα περὶ τῶν πειρασµῶν καὶ τῶν διωγµῶν φησιν, Εὐχόµεθα ἵνα πληρωθῆτε δυναµούµενοι, ὥστε µὴ ἀκηδιᾶσαι, µηδὲ ἀπογνῶναι. Κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ. Ἵνα, φησὶ, τοιαύτην ἀναλάβητε προθυµίαν, οἵα πρέπει τῇ ἰσχύϊ τῆς δόξης αὐτοῦ δοῦναι. Εἰς πᾶσαν ὑποµονὴν καὶ µακροθυµίαν. Ὃ λέγει, τοιοῦτόν ἐστι· Συντόµως εὐχόµεθα, φησὶν, ὥστε ἐνάρετον ὑµᾶς βίον σχεῖν καὶ τῆς πολιτείας ἄξιον, καὶ στῆναι βεβαίως, ὡς εἰκὸς τοὺς ἀπὸ Θεοῦ δυναµωθέντας.∆ ιὰ τοῦτο τέως οὐδέπω ἅπτεται δογµάτων, ἀλλ' ἐν τῷ βίῳ στρέφεται, ἔνθα οὐδὲν εἶχεν ἐγκαλέσαι· καὶ ἐπαινέσας ἐφ' οἷς ἐχρῆν, τότε καθίησιν εἰς κατηγορίαν. Τοῦτο καὶ πανταχοῦ ποιεῖ· ὅταν γὰρ µέλλῃ τισὶ γράφειν, ἔχων µέν τι ἐγκαλεῖν, ἔχων δὲ καί τι ἐπαινέσαι, πρότερον ἐπαινεῖ, καὶ τότε καθίησιν εἰς τὰ ἐγκλήµατα. Οἰκειοῦται γὰρ πρότερον τὸν ἀκροατὴν, καὶ τὴν κατηγορίαν ἀπαλλάττει πάσης ὑποψίας, καὶ δείκνυσιν ὅτι αὐτὸς µὲν ἐβούλετο διόλου ἐγκωµιάζειν, ὑπὸδὲ τῆς ἀνάγκης εἰς τούτους ἐµβιβάζεται τοὺς λόγους. Τοῦτο καὶ ἐν τῇ προτέρᾳ πρὸς Κορινθίους ποιεῖ. Ἐπαινέσας γὰρ αὐτοὺς µυρία ὡς ἀγαπῶντας αὐτὸν, καὶ ἀπὸ τοῦ πεπορνευκότος, τότε εἰς κατηγορίαν καθίησιν. Ἐν δὲ τῇ πρὸς Γαλάτας οὐκέτι, ἀλλὰ τοὐναντίον· µᾶλλον δὲ εἴ τις ἐξετάσειε, κἀκείνη ἐξ ἐπαίνου ἡ κατηγορία. Ἐπειδὴ γὰρ αὐτῶν οὐδὲν εἶχε κατόρθωµα τότε εἰπεῖν, καὶ σφοδρὸν τὸ ἔγκληµα ἦν, καὶ πάντες διεφθάρησαν, καὶ φέρειν ἠδύναντο ἰσχυροὶ ὄντες, ἀπὸ κατηγορίας ἄρχεται λέγων, Θαυµάζω· ὥστε καὶ τοῦτο ἐγκώµιόν ἐστιν. Ὕστερον δὲ αὐτοὺς ἐπαινεῖ, οὐκ ἐπὶ τοῖς παροῦσιν, ἀλλ' ἐπὶ τοῖς παρελθοῦσι, λέγων, ὅτι Εἰ δυνατὸν, τοὺς ὀφθαλµοὺς ὑµῶν ἐξορύξαντες ἂν ἐδώκατέ µοι.
2.2
Καρποφοροῦντες, φησί· τοῦτο περὶ ἔργων∆ υναµούµενοι· περὶ πειρασµῶν τοῦτο. Εἰς πᾶσαν ὑποµονὴν καὶ µακροθυµίαν· µακροθυµίαν πρὸς ἀλλήλους, ὑποµονὴν πρὸς τοὺς ἔξω. Μακροθυµεῖ γάρ τις πρὸς ἐκείνους, οὓς δυνατὸν καὶ ἀµύνασθαι, ὑποµένει δὲ οὓς οὐ δύναται ἀµύνασθαι.∆ ιὰ τοῦτο ἐπὶ µὲν Θεοῦ οὐδέποτε ὑποµονὴ λέγεται, µακροθυµία δὲ πολλαχοῦ· καθὼς αὐτὸς οὗτος ὁ µακάριός φησι, γράφων ἀλλαχοῦ· Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς µακροθυµίας καταφρονεῖς; Εἰς πᾶσαν. Μὴ νῦν µὲν, µετὰ ταῦτα δὲ µηκέτι. Ἐν πάσῃ, φησὶ, σοφίᾳ καὶ συνέσει πνευµατικῇ. Ἄλλως γὰρ οὐκ ἔνι τὸ θέληµα αὐτοῦ ἐπιγνῶναι. Καίτοι γε ᾤοντο τὸ θέληµα αὐτοῦ ἔχειν, ἀλλ' οὐ πνευµατικὴ ἦν ἡ σοφία. Εἰς τὸ περιπατῆσαι ὑµᾶς, φησὶν, ἀξίως τοῦ Κυρίου. Τοῦτο γὰρ ὁδὸς γίνεται τῆς ἀρίστης πολιτείας. Ὁ γὰρ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν καταµαθών· καταµανθάνει δὲ, ἂν ἴδῃ τὸν Υἱὸν ἐκδεδοµένον· µείζονα ἕξει προθυµίαν. Καὶ ἄλλως δὲ οὐ τοῦτο εὐχόµεθα µόνον ἵνα µάθητε, ἀλλ' ἵνα καὶ ἐπὶ τῶν ἔργων ἐπιδεικνύησθε· ὁ γὰρ εἰδὼς χωρὶς τοῦ ποιεῖν, καὶ κολάζεσθαι µέλλει. Εἰς τὸ περιπατῆσαι ὑµᾶς, φησί· τουτέστιν, ἀεὶ, οὐχ ἅπαξ, ἀλλὰ διαπαντός. Ὥσπερ τὸ περιπατεῖν ἀναγκαῖον ἡµῖν, οὕτω καὶ τὸ ὀρθῶς βιοῦν. Καὶ ἀεὶ περίπατον τὸ τοιοῦτον καλεῖ, εἰκότως, δεικνὺς ὅτι οὗτος ἡµῖν ὁ βίος ἐστὶν ὁ προκείµενος· ἀλλ' οὐχ ὁ κοσµικὸς τοιοῦτος. Καὶ πολὺ δὲ τὸ ἐγκώµιον. Περιπατῆσαι ὑµᾶς, φησὶν, ἀξίως τοῦ Κυρίου, καὶ, Ἐν παντὶ ἔργῳ ἀγαθῷ, ὥστε ἀεὶ ἐπιδιδόναι, καὶ µηδαµοῦ ἵστασθαι· καὶ µεταφορικῶς, Καρποφοροῦντες, καὶ αὐξανόµενοι ἐν τῇ ἐπιγνώσει τοῦ Θεοῦ, ἵνα οὕτω δυναµωθῆτε κατὰ τὴν ἰσχὺν τοῦ Θεοῦ, ὡς ἀνθρώπῳ δυνατὸν ἦν.∆ ιὰ τοῦ κράτους αὐτοῦ. Πολλὴ ἡ παραµυθία. Οὐκ εἶπε δύναµιν, ἀλλὰ Κράτος, ὅπερ µεῖζόν ἐστι.∆ ιὰ τοῦ κράτους, φησὶ, τῆς δόξης αὐτοῦ· ὅτι πανταχοῦ ἡ δόξα αὐτοῦ κρατεῖ. Ἤδη παρεµυθήσατο τοὺς ἐν ὀνείδει ὄντας, καὶ πάλιν περιπατῆσαι ὑµᾶς ἀξίως τοῦ Κυρίου. Περὶ τοῦ Υἱοῦ τοῦτό φησι, τὸ πανταχοῦ κρατεῖν αὐτὸν, καὶ ἐν οὐρανῷ καὶ ἐν γῇ, ὅτι ἡ δόξα αὐτοῦ πανταχοῦ βασιλεύει. Οὐχ ἁπλῶς, φησὶ, δυναµοῦσθε, ἀλλ' ὡς εἰκὸς τοὺς οὕτως ἰσχυρῷ∆ εσπότῃ δουλεύοντας. Ἐν τῇ ἐπιγνώσει τοῦ Θεοῦ. Ἅµα καὶ παράπτεται τῶν τῆς γνώσεως λόγων· τοῦτο γὰρ πεπλανῆσθαί ἐστι, τὸ µὴ εἰδέναι, ὡς δεῖ, τὸν Θεόν. Ἢ ὥστε ἐπιδοῦναι, φησὶν, ἐν τῇ ἐπιγνώσει τοῦ Θεοῦ. Εἰ γὰρ ὁ τὸν Υἱὸν οὐκ εἰδὼς, οὐδὲ τὸν Πατέρα ἐπίσταται, εἰκότως δεῖ τῆς ἐπιγνώσεως· οὐδὲν γὰρ ὄφελος βίου ταύτης ἄνευ. Εἰς πᾶσαν ὑποµονὴν καὶ µακροθυµίαν, φησὶ, µετὰ χαρᾶς εὐχαριστοῦντες τῷ Θεῷ. Εἶτα µέλλων αὐτοὺς παρακαλεῖν, οὐ µέµνηται τῶν µελλόντων αὐτοῖς ἀποκεῖσθαι, ἀλλὰ τοῦτο µὲν ᾐνίξατο ἐν τῇ ἀρχῇ εἰπὼν,∆ ιὰ τὴν ἐλπίδα τὴνἀποκειµένην ὑµῖν ἐν τοῖς οὐρανοῖς· ἐνταῦθα δὲ τῶν ἤδη ὑπαρξάντων µέµνηται· ταῦτα γὰρ ἐκείνων αἴτια. Καὶ πολλαχοῦ τοῦτο ποιεῖ. Τὰ γὰρ ἤδη γεγονότα πλέον πιστοῦται, καὶ µᾶλλον αἱρεῖ τὸν ἀκροατήν. Μετὰ χαρᾶς, φησὶν, εὐχαριστοῦντες τῷ Θεῷ. Ἡ ἀκολουθία αὕτη ἐστίν· Οὐ παυόµεθα εὐχόµενοι ὑπὲρ ὑµῶν, καὶ εὐχαριστοῦντες ἐπὶ τοῖς προτέροις. Ὁρᾷς πῶς ἑαυτὸν ἐµβιβάζει εἰς τὸν περὶ τοῦ Υἱοῦ λόγον; Εἰ γὰρ εὐχαρισ τοῦµεν µετὰ χαρᾶς πολλῆς, µεγάλα τὰ λεγόµενα. Ἔστι γὰρ εὐχαριστεῖν διὰ φόβον µόνον, ἔστιν εὐχαριστεῖν καὶ ἐν λύπῃ ὄντα, οἷον ὁ Ἰὼβ ηὐχαρίστει µὲν, ὀδυνώµενος δέ· διὸ καὶ ἔλεγεν, Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο. Μὴ γάρ τις λεγέτω, ὅτι οὐκ ἐλύπει αὐτὸν τὰ γενόµενα, οὐδὲ ἀθυµίᾳ περιέβαλλε. Μηδὲ τὸ µέγα ἐγκώµιον ἀφαιρείσθω τοῦ δικαίου. Ὅταν δὲ τοιαῦτα ᾖ, οὐ διὰ τὸν φόβον, οὐδὲ διὰ δεσποτείαν µόνον, ἀλλὰ καὶ δι' αὐτὴν τὴν τῶν πραγµάτων φύσιν, Εὐχαριστοῦµεν τῷ ἱκανώσαντι ἡµᾶς εἰςτὴν µερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί. Μέγα ἐφθέγξατο. Τοιαῦτά ἐστι τὰ δεδοµένα, φησὶν, ὡς µὴ δοῦναι µόνον, ἀλλὰ καὶ ἰσχυροὺς ποιῆσαι πρὸς τὸ λαβεῖν. Τῷ οὖν εἰπεῖν Τῷ ἱκανώσαντι, πολὺ τὸ βάρος ἔδειξεν. Οἷον ἐάν τις εὐτελὴς καὶ βασιλεὺς γένηται, δυνατὸν αὐτῷ ἐπαρκότητα δοῦναι ᾧ βούλεται· καὶ τοσοῦτον δύναται µόνον, τὸ ἀξίωµα δοῦναι, ἀλλ' οὐχὶ καὶ ἐπιτήδειον ποιῆσαι πρὸς τὴν ἀρχήν( πολλάκις δὲ τὸν τοιοῦτον καὶ καταγέλαστον ἡ τιµὴ ποιεῖ)· ἐὰν µέντοι καὶ τὸ ἀξίωµα δῷ, καὶ ἐπιτήδειον ποιήσῃ πρὸς τὴν τιµὴν, καὶ ἱκανὸν πρὸς τὴν οἰκονοµίαν, τότε τιµὴ τὸ πρᾶγµά ἐστι. Τοῦτο οὖν καὶ ἐνταῦθά φησιν, ὅτι οὐ µόνον ἡµῖν ἔδωκε τὴν τιµὴν, ἀλλὰ καὶ ἰσχυροὺς πρὸς τὸ λαβεῖν ἐποίησε.
2.3
∆ ιπλῆ γὰρ αὕτη τιµὴ τὸ καὶ δοῦναι, καὶ ἐπιτηδείους κατασκευάσαι τῆς δωρεᾶς. Οὐκ εἶπε,∆ όντι, ἁπλῶς, ἀλλ', Ἱκανώσαντι εἰς τὴν µερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί· τουτέστι τῷ κατατάξαντι ἡµᾶς µετὰ τῶν ἁγίων. Ἀλλ' οὐχ ἁπλῶς εἶπε, κατατάξαντι, ἀλλὰ, καὶ τῶν αὐτῶν ἀπολαῦσαι παρεσχηκότι. Ἡ γὰρ µερὶς ἐκεῖνό ἐστιν ὅπερ ἕκαστος λαµβάνει. Ἔστι γὰρ καὶ ἐν τῇ αὐτῇ εἶναι πόλει, καὶ µὴ τῶν αὐτῶν ἀπολαύειν· τὴν δὲ αὐτὴν µερίδα ἔχειν, καὶ µὴ τῶν αὐτῶν ἀπολαύειν, οὐκ ἔστιν. Ἔστιν ἐν τῷ αὐτῷ κλήρῳ εἶναι, καὶ µὴ τὴν αὐτὴν ἔχειν µερίδα· οἷον ἐν τῷ κλήρῳ πάντες ἐσµὲν, ἀλλ' οὐ τὴν αὐτὴν ἔχοµεν πάντες µερίδα. Ἐνταῦθα δὲ οὐ τοῦτό φησιν, ἀλλὰ καὶ τὴν µερίδα µετὰ τοῦ κλήρου.∆ ιὰ τί δὲ κλῆρον καλεῖ;∆ εικνὺς ὅτι οὐδεὶς ἀπὸ κατορθωµάτων οἰκείων βασιλείας τυγχάνει· ἀλλ' ὥσπερ ὁ κλῆρος ἐπιτυχίας µᾶλλόν ἐστιν, οὕτω δὴ καὶ ἐνταῦθα. Οὐδεὶς γὰρ τοιαύτην ἐπιδείκνυται πολιτείαν ὥστε βασιλείας ἀξιωθῆναι, ἀλλὰ τῆς αὐτοῦ δωρεᾶς ἐστι τὸ πᾶν.∆ ιὰ τοῦτό φησιν, Ὅταν πάντα ποιήσητε, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσµεν· ἃ γὰρ ὠφείλοµεν ποιῆσαι, πεποιήκαµεν. Εἰς τὴν µερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί· τουτέστι, τῇ γνώσει.∆ οκεῖ δέ µοι καὶ περὶ τῶν παρόντων, καὶ περὶ τῶν µελλόντων ὁµοῦ λέγειν. Εἶτα δείκνυσιν ὧν ἠξιώθηµεν. Οὐ γὰρ τοῦτο µόνον ἐστὶ τὸ θαυµαστὸν, ὅτι βασιλείας ἀξιούµεθα, ἀλλὰ καὶ τίνες ὄντες, δεῖ προσθεῖναι· οὐ γάρ ἐστιν ἴσον. Ὅπερ καὶ ἐν τῇ πρὸς Ῥωµαίους ποιεῖ, λέγων· Μόλις γὰρ ὑπὲρ τοῦ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολµᾷ ἀποθανεῖν. Ὃς ἐῤῥύσατο ἡµᾶς, φησὶν, ἀπὸ τῆς ἐξουσίας τοῦ σκότους. Αὐτοῦ τὸ πᾶν ἐστι, καὶ ταῦτα δοῦναι κἀκεῖνα· οὐδαµοῦ γὰρ ἡµῶν κατόρθωµα. Ἀπὸ τῆς ἐξουσίας τοῦ σκότους, φησί· τουτέστι, τῆς πλάνης, τοῦ διαβόλου τῆς τυραννίδος. Οὐκ εἶπεν ἁπλῶς, σκότους, ἀλλ', Ἐξουσίας· πολλὴν γὰρ ἡµῶν εἶχε τὴν ἐξουσίαν, καὶ ἐκράτει ἡµῶν. Χαλεπὸν µὲν γὰρ καὶ τὸ ἁπλῶς εἶναι ὑπὸ τῷ διαβόλῳ· τὸ δὲ καὶ µετ' ἐξουσίας, τοῦτο χαλεπώτερον. Καὶ µετέστησε, φησὶν, εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ. Οὐκ ἄρα εἰς τὴν ἀπαλλαγὴν τοῦ σκότους µόνον ἔδειξεν αὐτοῦ τὴν φιλανθρωπίαν. Μέγα µὲν οὖν καὶ τὸ τοῦ σκότους ἀπαλλάξαι· τὸ δὲ καὶ εἰς βασιλείαν εἰσαγαγεῖν, πολλῷ µεῖζον. Ὅρα οὖν πῶς πολύπλοκον γίνεται τὸ δῶρον, ὅτι ἐν τῷ πυθµένι κειµένους ἀπήλλαξεν ἡµᾶς, ὅτι οὐκ ἀπήλλαξε µόνον, ἀλλὰ καὶ µετέθηκεν εἰς βασιλείαν. Ὃς ἐῤῥύσατο ἡµᾶς. Οὐκ εἶπεν, ἐξέβαλεν, ἀλλ', Ἐῤῤύσατο, τὴν πολλὴν ταλαιπωρίαν δεικνὺς ἡµῶν, καὶ ἐκείνων τὴν αἰχµαλωσίαν. Εἶτα καὶ τὸ εὔκολον τῆς τοῦ Θεοῦ δυνάµεως· Καὶ µετέστησε, φησίν· ὥσπερ ἂν εἴ τις στρατιώτην ἀπὸ τόπου εἰς τόπον µεταγάγοι. Καὶ οὐκ εἶπε, µετήγαγεν, οὐδὲ µετέθηκε· τὸ µὲν γὰρ ὅλον τοῦ µεταθέντος ἦν, οὐ τοῦ µετελθόντος· ἀλλὰ, Μετέστησεν, εἶπεν, ὥστε καὶ ἡµῶν καὶ αὐτοῦ τοῦτο γενέσθαι. Εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ. Οὐχ ἁπλῶς εἶπε, βασιλείαν οὐρανῶν, ἀλλὰ σεµνότερον εἰργάσατο τὸν λόγον, Βασιλείαν Υἱοῦ εἰπών· τούτου γὰρ οὐδὲν µεῖζον ἐγκώµιον· ὃ καὶ ἀλλαχοῦ φησιν· Εἰ ὑποµένοµεν, καὶ συµβασιλεύσοµεν. Τῶν αὐτῶν ἠξίωσεν ἡµᾶς, φησὶ, τῷ Υἱῷ· καὶ οὐ τοῦτο µόνον, ἀλλὰ καὶ ἡ ἐπίτασις, τῷ ἀγαπητῷ. Τοὺς ἐχθροὺς, τοὺς ἐσκοτισµένους, ἀθρόον που αὐτοὺς µετέστησεν, ἔνθα ὁ Υἱὸς, εἰς τὴν αὐτὴν ἐκείνῳ τιµήν. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη µόνῳ, ἀλλ' ἵνα δείξῃ µέγα τὸ δῶρον, οὐκ ἠρκέσθη τῷ εἰπεῖν, βασιλείαν, ἀλλὰ καὶ τοῦ Υἱοῦ προσέθηκε· καὶ οὐδὲ τούτῳ, ἀλλὰ καὶ τοῦ ἀγαπητοῦ· καὶ οὐδὲ τούτῳ, ἀλλὰ καὶ τὸ τῆς φύσεως ἔντιµον. Τί γάρ φησιν; Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου. Ἀλλ' οὐκ εὐθέως ἐπὶ τοῦτο ἦλθεν, ἀλλὰ παρενέβαλε τὴν εὐεργεσίαν τὴν εἰς ἡµᾶς. Ἵνα γὰρ µὴ ἀκούων, ὅτι τὸ πᾶν τοῦ Πατρὸς ἦν, νοµίσῃς τὸν Υἱὸν ἐκτὸς εἶναι, δίδωσι τὸ πᾶν καὶ τῷ Υἱῷ, δίδωσι καὶ τῷ Πατρί. Ἐκεῖνος µὲν γὰρ µετέθηκεν, ἀλλ' οὗτος τὴν αἰτίαν παρέσχε. Τί γάρ φησιν; Ὃς ἐῤῥύσατο ἡµᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους. Ταὐτὸν δὲ ἐστὶ τῷ, Ἐν ᾧ ἔχοµεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁµαρτηµάτων. Εἰ γὰρ µὴ ἀφείθηµεν τῶν ἁµαρτηµάτων, οὐκ ἂν µετέστηµεν. Ἰδοὺ πάλιν ἐνταῦθα τὸ, Ἐν ᾧ. Καὶ οὐκ εἶπε λύτρωσιν, ἀλλ' Ἀπολύτρωσιν, ὥστε µηδὲ πεσεῖν λοιπὸν, µηδὲ γενέσθαι θνητούς. Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως. Εἰς ζήτηµα ἐµπίπτοµεν αἱρετικόν· διὸ σήµερον ἀναβαλλοµένους αὔριον τοῦτο προσθεῖναι δεῖ, ἀκµαζούσαις ὑµῶν ταῖς ἀκοαῖς προσβάλλοντας. Εἰ δὲ δεῖ τι πλέον εἰπεῖν, µεῖζον τοῦ Υἱοῦ ἔργον. Πῶς; Ἐκεῖνο µὲν γὰρ ἀδύνατον γίνεται, τὸ ἐν τοῖς ἁµαρτήµασι µένουσι δοῦναι βασιλείαν, τοῦτο δὲ εὐκολώτερον· ὥστε τῇ δωρεᾷ ὡδοποίησε. Τί λέγεις; Τῶν ἁµαρτηµάτων σε αὐτὸς ἀφῆκεν, οὐκοῦν καὶ αὐτὸς προσήγαγεν. Ἤδη προκατεβάλετο τοῦ δόγµατος τὴν ῥίζαν.
2.4
Τέως δὲ ἐκεῖνο εἰπόντας καταπαῦσαι τὸν λόγον ἀνάγκη. Ποῖον δὴ τοῦτο; Ὅτι τοσαύτης ἀπολαύσαντες εὐεργεσίας ἀεὶ ταύτης µεµνῆσθαι ὀφείλοµεν, καὶ στρέφειν διαπαντὸς ἐν ἑαυτοῖς τὴν τοῦ Θεοῦ δωρεὰν, καὶ τίνωνἀπηλλάγηµεν, καὶ τίνων ἐτύχοµεν ἐννοεῖν· καὶ οὕτως ἐσόµεθα εὐχάριστοι, οὕτω τὴν ἀγάπην τὴν πρὸς αὐτὸν ἐπιτενοῦµεν. Τί λέγεις, ἄνθρωπε; εἰς βασιλείαν κέκλησαι, εἰς βασιλείαν Υἱοῦ τοῦ Θεοῦ, καὶ χάσµης πληροῦσαι, καὶ κνᾶσαι, καὶ ναρκᾷς; Εἰ γὰρ εἰς µυρίους θανάτους πηδῆσαι ἑκάστης τῆς ἡµέρας ἔδει, οὐ πάντα ἐχρῆν ὑποµεῖναι; Ἀλλ' ὑπὲρ µὲν ἀρχῆς πᾶν ὁτιοῦν ποιεῖς, τῆς δὲ βασιλείας µέλλων κοινωνεῖν τῆς τοῦ Μονογενοῦς, οὐ καθάλλῃ κατὰ µυρίων ξιφῶν, οὐκ ἐµπηδᾷς εἰς πῦρ; Καὶ οὔπω τοῦτο δεινὸν, ἀλλ' ὅτι καὶ µέλλων ἀπιέναι θρηνεῖς, καὶ ἐµφιλοχωρεῖς τοῖς ἐνταῦθα φιλοσώµατος ὤν. Τί δὴ τοῦτο; καὶ τὸν θάνατον φρικτὸν πρᾶγµα εἶναι νοµίζεις; Ἡ τρυφὴ τούτων αἰτία, ἡ ἄνεσις· ἐπεὶ ὅγε κατάπικρον βίον ζῶν, καὶ πτερωθῆναι ἕλοιτο ἂν καὶ ἀπαλλαγῆναι ἐντεῦθεν. Νῦν δὲ ταὐτὸν πάσχοµεν, οἷον οἱ νεοττοὶ µαλακισθέντες, διαπαντὸς ἐπὶ τῆς καλιᾶς µένειν ἐθέλοντες. Ἀλλ' ὅσῳπερ ἂν µένωµεν, τοσούτῳ ἐσόµεθα ἀσθενέστεροι. Καλιὰ γὰρ ὁ παρὼν βίος ἐστὶν, ἀπὸ καρφῶν καὶ πηλοῦ συγκεκολληµένος. Κἂν τὰς µεγάλας µοι δείξῃς οἰκίας, κἂν αὐτὰ τὰ βασίλεια λάµποντα πολλῷ τῷ χρυσῷ καὶ τοῖς λίθοις, οὐδὲν οἰήσοµαι διαφέρειν καλιᾶς χελιδόνων· τοῦ γὰρ χειµῶνος ἐπιστάντος, αὐτόµατα πάντα πεσεῖται· χειµῶνα δὲ τὴν ἡµέραν ἐκείνην λέγω, οὐχὶ πᾶσι χειµῶνα. Ἐπεὶ καὶ ὁ Θεὸς νύκτα τε ὁµοῦ καὶ ἡµέραν τὸν καιρὸν ἐκεῖνον καλεῖ, τὸ µὲν πρὸς τοὺς ἁµαρτωλοὺς, τὸ δὲ πρὸς τοὺς δικαίους. Οὕτω καὶ ἐγὼ νῦν χειµῶνα αὐτὴν καλῶ. Ἂν ἐν τῷ θέρει µὴ ἐκτραφῶµεν καλῶς, ὥστε δύνασθαι ἵπτασθαι τοῦ χειµῶνος ἐπιστάντος, οὐ λήψονται ἡµᾶς αἱ µητέρες, ἀλλ' ἐάσουσι τῷ λιµῷδιαφθαρῆναι, ἢ τῆς καλιᾶς πεσούσης ἀπολέσθαι. Καθάπερ γὰρ καλιὰν, µᾶλλον δὲ καὶ εὐκολώτερον ταύτης, ἅπαντα καθαιρεῖ τότε ὁ Θεὸς, ἀνασκευάζων καὶ µεταῤῥυθµίζων ἅπαντα. Οἱ δὲ ἄπτηνες καὶ ἀπαντῆσαι αὐτῷ µὴ δυνάµενοι εἰς τὸν ἀέρα, ἀλλ' οὕτω βαναύσως τραφέντες, ὡς µὴ ἔχειν τὸ πτερὸν κοῦφον, πείσονται ἅπαντα ταῦτα, ἅπερ εἰκὸς τοὺς οὕτω διακειµένους παθεῖν. Ἡ µὲν οὖν τῶν χελιδόνων νεοττιὰ, ὅταν καταπέσῃ, ταχέως ἀπόλλυται· ἡµεῖς δὲ οὐκ ἀπολούµεθα, ἀλλὰ κολαζόµεθα διηνεκῶς. Χειµὼν ἔσται ὁ τότε καιρὸς, µᾶλλον δὲ χειµῶνος χαλεπώτερος. Οὐ γὰρ χείµαῤῥοι κατασύρονται ὕδατος, ἀλλὰ ποταµοὶ πυρός· οὐ σκότος ἀπὸ νεφῶν γίνεται, ἀλλὰ σκότος ἄλυτον καὶ ἀφεγγὲς, ὥστε µήτε τὸν οὐρανὸν ἰδεῖν, µήτε τὸν ἀέρα, ἀλλὰ τῶν εἰς τὴν γῆν κατωρυγµένωνµᾶλλον στενοχωρεῖσθαι. Πολλάκις ταῦτα λέγοµεν, ἀλλ' οὐ πείθοµέν τινας. Καὶ οὐδὲν θαυµαστὸν, εἴ γε ἡµεῖς ἄνθρωποι εὐτελεῖς ταῦτα πάσχοµεν ὑπὲρ τοιούτων διαλεγόµενοι, ὅπου γε καὶ οἱ προφῆται ἔπασχον ταῦτα, οὐχὑπὲρ τοιούτων µόνον πραγµάτων διαλεγόµενοι. ἀλλὰ καὶ ὑπὲρ πολέµου καὶ αἰχµαλωσίας. Καὶ ὁ Σεδεκίας ὑπὸ τοῦ Ἱερεµίου ἠλέγχετο, καὶ οὐκ ᾐσχύνετο.∆ ιὰ τοῦτο ἔλεγον οἱ προφῆται· Οὐαὶ οἱ λέγοντες, ἐγγισάτω τὸ τάχος ἃ ποιήσει ὁ Θεὸς, ἵνα ἴδωµεν, καὶ ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραὴλ, ἵνα γνῶµεν. Μὴ θαυµάζωµεν τοῦτο· Οὐδὲ γὰρ οἱ ἐπὶ τῆς κιβωτοῦ ἐπίστευον, ἀλλ' ἐπίστευσαν ὅτε τῆς πίστεως κέρδος ἦν οὐδέν· οὐδὲ οἱ ἐν Σοδόµοις προσεδόκησαν, ἀλλ' ἐπίστευσαν καὶ αὐτοὶ, ὅτε οὐδὲν πλέον αὐτοῖς γέγονε. Καὶ τί λέγω τὰ µέλλοντα; τίς ἂν ταῦτα προσεδόκησε τὰ νῦν γινόµενα κατὰ διαφόρους τόπους, τοὺς σεισµοὺς, τῶν πόλεων τὰς ἀναιρέσεις; Καίτοι γε ταῦτα ἐκείνων πιστότερα, τῆς κιβωτοῦ λέγω. Πόθεν δῆλον; Ὅτι ἐκεῖνοι µὲν οὐκ εἶχον εἰς ἄλλο παράδειγµα ἰδεῖν, οὐδὲ τῶν Γραφῶν ἤκουσαν· ἐνταῦθα δὲ µυρία ὅσα γέγονε, καὶ ἐπὶ τῶν ἐτῶν τῶν ἡµετέρων, καὶ ἐπὶ τῶν προτέρων. Ἀλλὰ πόθεν ἡ ἀπιστία τῶν τοιούτων; Ἀπὸ µαλακῆς ψυχῆς· ἔπινον καὶ ἤσθιον, καὶ διὰ τοῦτο οὐκ ἐπίστευον. Ἃ γὰρ βούλεταί τις, ταῦτα καὶ οἴεται, ταῦτα καὶ προσδοκᾷ· οἱ ἀντιλέγοντες λῆρός εἰσιν.
2.5
Ἀλλὰ µὴ πάθωµεν ταὐτόν· οὐ γὰρ κατακλυσµὸς ἔσται λοιπὸν, οὐδὲ µέχρι τελευτῆς ἡ κόλασις, ἀλλ' ἀρχὴ τιµωριῶν ὁ θάνατος ἀπιστούντων ὅτι ἐστὶ κρίσις. Καὶ τίς ἐκεῖθεν ἦλθε, φησὶ, καὶ ταῦτα ἐφθέγξατο; Εἰ µὲν παίζων ταῦτα λέγεις, οὐδὲ οὕτω καλῶς· οὐ γὰρ δεῖ ἐν τοῖς τοιούτοις παίζειν· οὐ γὰρ ἐν παικτοῖς, ἀλλ' ἐπικινδύνως παίζοµεν· εἰ δὲ ὄντως οὕτως ἔχων, καὶ οὐκ οἴει εἶναί τι µετὰ ταῦτα, πῶς εἶναι φὴς Χριστιανός; οὐδεὶς γάρ µοι τῶν ἔξω λόγος.∆ ιὰ τί λουτρὸν λαµβάνεις; διὰ τί τῆς ἐκκλησίας ἐπιβαίνεις; µὴ γὰρ ἀρχὰς ὑπισχνούµεθα; πᾶσα ἡµῶν ἐλπὶς ἐν τοῖς µέλλουσι. Τί τοίνυν προσέρχῃ, εἰ οὐ πιστεύεις ταῖς Γραφαῖς, εἰ µὴ πιστεύεις τῷ Χριστῷ; Οὐκ ἂν εἴποιµι τὸν τοιοῦτον Χριστιανὸν, µὴ γένοιτο, ἀλλὰ καὶ Ἑλλήνων χείρω. Κατὰ τί; Κατὰ τοῦτο, ὅτι τὸν Χριστὸν νοµίζων εἶναι Θεὸν, οὐ πιστεύεις ὡς Θεῷ. Ἐκείνη µὲν γὰρ ἀκολουθίας ἔχεται ἡ ἀσέβεια· τὸν γὰρ µὴ νοµίζοντα εἶναι Θεὸν τὸν Χριστὸν, ἀνάγκη µηδὲ πιστεύειν· αὕτη δὲ ἡ ἀσέβεια οὐδὲ ἀκολουθίαν ἔχει, Θεὸν ὁµολογεῖν, καὶ µὴ νοµίζειν ἀξιόπιστον εἶναι ὑπὲρ ὧν ἔφη. Τῆς µέθης ταῦτα τὰ ῥήµατα, τῆς τρυφῆς, τῆς σπατάλης· Φάγωµεν καὶ πίωµεν· αὔριον γὰρ ἀποθνήσκοµεν. Οὐκ αὔριον, ἀλλ' ὅταν ταῦτα λέγητε, ἤδη τεθνήκατε. Οὐδὲν οὖν τῶν χοίρων διοίσοµεν οὐδὲ τῶν ὄνων, εἰπέ µοι; Εἰ γὰρ µήτε κρίσις ἐστὶ, µήτε ἀντίδοσις, µήτε δικαστήριον, τίνος ἕνεκεν τοιούτῳ τετιµήµεθα δώρῳ, τῷ λόγῳ, καὶ πάντα ἔχοµεν ὑποτεταγµένα; διὰ τί ἡµεῖς µὲν ἄρχοµεν, ἐκεῖνα δὲ ἄρχονται; Ὅρα πῶς πάντοθεν ὁ διάβολος ἐπείγεται ἡµᾶς πεῖσαι ἀγνοῆσαι τὴν δωρεὰν τοῦ Θεοῦ. Τοὺς δούλους ἀναµίγνυσι τοῖς δεσπόταις· καθάπερ τις ἀνδραποδιστὴς καὶ οἰκέτης ἀγνώµων, τὸν ἐλεύθερον εἰς τὴν αὐτὴν βιάζεται τῷ προσκεκρουκότι καταγαγεῖν εὐτέλειαν. Καὶ δοκεῖ µὲν τὴν κρίσιν ἀναιρεῖν, ἀναιρεῖ δὲ τὸ εἶναι Θεόν. Τοιοῦτος γὰρ ἀεὶ ὁ διάβολος, µεθοδείᾳ πάντα, καὶ οὐκ ἐξ εὐθείας προβάλλει, ἵνα φυλαττώµεθα. Εἰ κρίσις οὐκ ἔστιν, οὐκ ἔστι δίκαιος ὁ Θεός· κατὰ ἄνθρωπον λέγω· εἰ δίκαιος οὐκ ἔστιν ὁ Θεὸς, οὐδὲ Θεὸς ἔστιν· εἰ Θεὸς οὐκ ἔστιν, ἁπλῶς ἅπαντα φέρεται, οὐδὲν ἀρετὴ, οὐδὲν κακία. Ἀλλ' οὐδὲν τούτων λέγει φανερῶς. Εἶδες τοῦ σατανικοῦ ἐνθυµήµατος τὴν διάνοιαν; πῶς ἐξ ἀνθρώπων ἄλογα βούλεται ποιῆσαι, µᾶλλον δὲ θηρία, µᾶλλον δὲ δαίµονας; Μὴ τοίνυν πειθώµεθα. Ἔστι γὰρ κρίσις, ἄθλιε καὶ ταλαίπωρε. Οἶδα πόθεν ἔρχῃ ἐπὶ τούτους τοὺς λόγους· πολλά σοι ἡµάρτηται, προσκέκρουκας, παῤῥησίαν οὐκ ἔχεις, οἴει τοῖς σοῖς λόγοις ἀκολουθεῖν καὶ τὴν τῶν πραγµάτων φύσιν. Τέως µὴ ὀδυνήσω, φησὶ, τὴν ψυχὴν τῇ προσδοκίᾳ τῆς γεέννης· κἂν ᾖ γέεννα, πείσω αὐτὴν ὅτι οὐκ ἔστι· τέως ἐνταῦθα τρυφήσω.∆ ιὰ τί προστιθεῖς ἁµαρτήµατα ἁµαρτήµασιν; Ἂν ἁµαρτήσας πιστεύσῃς εἶναι γέενναν, ἀπελεύσῃ τῶν ἁµαρτηµάτων µόνον τίνων δίκην· ἂν δὲ καὶ τοῦτο προσθῇς τὸ ἀσέβηµα, καὶ τῆς ἀσεβείας καὶ τοῦ λογισµοῦ τούτου δώσεις τὴν ἐσχάτην κόλασιν· καὶ ἡ ἐν βραχεῖ γενοµένη σοι παραµυθία ψυχρὰ ἔσται σοι διηνεκοῦς κολάσεως ὑπόθεσις. Ἔστω, ἥµαρτες· τί καὶ τοὺς ἄλλους ἁµαρτάνειν προτρέπεις, λέγων µὴ εἶναι γέενναν; τί ἀπατᾷς τοὺς ἀφελεστέρους; τί τὰς χεῖρας ἐξέλυες τοῦ λαοῦ; Τὸ σὸν µέρος, ἅπαντα ἀνατέτραπται· οὔτε οἱ σπουδαῖοι σπουδαιότεροι ἔσονται, ἀλλὰ ῥᾴθυµοι· οὔτε οἱ κακοὶ ἀποστήσονται τῆς κακίας. Μὴ γὰρ, ἂν ἑτέρους διαφθείρωµεν, συγγνώµην ἔχοµεν τῶν ἁµαρτηµάτων; Οὐχ ὁρᾷς τὸν διάβολον πῶς ἐπεχείρησε κατενεγκεῖν τὸν Ἀδάµ; ἆρα τούτῳ συγγνώµη γέγονε; Μείζονος µὲν οὖν κολάσεως ἀφορµή. Ἵνα γὰρ µὴ ὑπὲρ τῶν οἰκείων, ἀλλὰ καὶ ὑπὲρ τῶν ἀλλοτρίων ἁµαρτηµάτων κολαζώµεθα, πάντα µηχανᾶται. Μὴ νοµίζωµεν τοίνυν τὸ ἑτέρους καταφέρειν εἰς τὴν αὐτὴν ἡµῖν ἀπώλειαν, ἡµερώτερον ἡµῖν τὸ δικαστήριον ἐργάζεσθαι· τοῦτο µὲν οὖν χαλεπώτερον αὐτὸ ποιήσει. Τί ὠθοῦµεν ἑαυτοὺς, καὶ ἀπόλλυµεν; Σατανικὸν τοῦτο ὅλον ἐστίν. Ἄνθρωπε, ἥµαρτες; Φιλάνθρωπον ἔχεις τὸν∆ εσπότην· παρακάλει, ἱκέτευε, δάκρυε, στέναζε, καὶ τοὺς ἄλλους φόβει, καὶ ἀξίου µὴ τοῖς αὐτοῖς περιπεσεῖν. Εἴ τις ἐν οἰκίᾳ δοῦλος ὢν τῶν προσκεκρουκότων λέγει πρὸς τὸν ἑαυτοῦ παῖδα· Τέκνον, ἐγὼ προσέκρουσα τῷ∆ εσπότῃ, σὺ σπούδασον ἀρέσαι, ἵνα µὴ τὰ αὐτὰ πάθῃς· οὐχ ἕξει τινὰ συγγνώµην, εἰπέ µοι; οὐκ ἐπικλάσει καὶ κατακάµψει τὸν δεσπότην; Ἂν δὲ ταῦτα ἀφεὶς τὰ ῥήµατα, λέγῃ ἐκεῖνα, οἷον, ὅτι τὸ κατ' ἀξίαν ἑκάστῳ οὐκ ἀποδώσει, ὅτι ἁπλῶς πάντα ἀναµέµικται, καὶ τὰ καλὰ καὶ τὰ κακὰ, ὅτιοὐκ ἔστιν εὐχαριστία ἐν τῷ οἴκῳ τούτῳ, τίνα νοµίζεις τὸν δεσπότην νοῦν ἔχειν περὶ αὐτοῦ; ἆρα οὐχὶ τῶν οἰκείων ἁµαρτηµάτων µείζονα δώσει δίκην; Εἰκότως· ἐκεῖ µὲν γὰρ τὸ πάθος ἀπολογήσεται, εἰ καὶ ἀσθενῶς, ἐνταῦθα δὲ οὐδέν. Εἰ µηδένα τοίνυν ἕτερον, τὸν γοῦν πλούσιον µίµησαι τὸν ἐν τῇ γεέννῃ, τὸν λέγοντα, Πάτερ Ἀβραὰµ, πέµψον Λάζαρον ἐπὶ τοὺς συγγενεῖς µου, ἵνα µὴἔλθωσιν εἰς τὸν τόπον τοῦτον, ἐπειδὴ αὐτὸς ἀπελθεῖν οὐκ ἠδύνατο, ὥστε µὴ τοῖς αὐτοῖς ἐκείνους περιπεσεῖν. Ἀποστῶµεν τῶν ῥηµάτων τούτων τῶν σατανικῶν.
2.6
Τί οὖν, ὅταν Ἕλληνες ἡµᾶς ἐρωτῶσι, φησὶν, οὐκ ἐκείνους βούλει θεραπεῦσαι; Ἀλλ' εἰς ἀπορίαν ἐµβαλὼν τὸν Χριστιανὸν προσχήµατι τοῦ τὸν Ἕλληνα θεραπεύειν, κυρῶσαι βούλει τὸ δόγµα τὸ σατανικόν. Ἐπειδὴ γὰρ αὐτὸς µόνῃ τῇ ψυχῇ διαλεγόµενος ὑπὲρ τούτων οὐ πείθεις, ἑτέρους θέλεις παράγειν µάρτυρας. Εἰ δὲ Ἕλληνι χρὴ διαλέγεσθαι, οὐκ ἐντεῦθεν ἡ ἀρχὴ τῆς διαλέξεως, ἀλλ' εἰ Θεὸς ὁ Χριστὸς, καὶ Θεοῦ Παῖς, εἰ δαίµονες οἱ παρ' ἐκείνοις θεοί. Ἐὰν ταῦτα κατασκευασθῇ, πάντα τὰ ἄλλα ἕπεται· πρὶν δὲ τὴν ἀρχὴν θέσθαι, µάταιον περὶ τῆς τελευτῆς διαλέγεσθαι· πρὶν ἢ τὰ πρῶτα στοιχεῖα µαθεῖν, περιττὸν καὶ ἀνόνητον περὶ τὸ τέλος ἔρχεσθαι. Ἀπιστεῖ ὁ Ἕλλην τῇ κρίσει, καὶ αὐτὸς τὸ αὐτό σοι πάσχει· ἐπεὶ ἔχει καὶ αὐτὸς πολλοὺς ὑπὲρ τούτων φιλοσοφήσαντας, εἰ καὶ τὸ σῶµα ἀποσχίσαντες τῆς ψυχῆς τοῦτο εἶπον· ἀλλ' ὅµως δικαστήριον ἐκάθισαν. Καὶ τοσαύτη ἐστὶ τοῦ πράγµατος ἡ περιφάνεια, ὡς µηδένα σχεδὸν ἀγνοῆσαι τοῦτο, ἀλλὰ καὶ ποιητὰς, καὶ πάντας συµφωνῆσαι ἑαυτοῖς καὶ περὶδικαστηρίου καὶ περὶ κρίσεως. Ὥστε κἀκεῖνος τοῖς οἰκείοις οὐκ ἀπιστεῖ, οὔτε Ἰουδαῖος ἀµφισβητεῖ περὶ τούτων, οὔτε τις ἁπλῶς ἄνθρωπος. Τί τοίνυν ἀπατῶµεν ἑαυτούς; Ἰδοὺ ταῦτα λέγεις πρὸς ἐµέ· τί πρὸς τὸν Θεὸν ἐρεῖς τὸν πλάσαντα καταµόνας τὰς καρδίας ἡµῶν; τὸν εἰδότα τὰ ἐν τῇ διανοίᾳ πάντα; τὸν ζῶντα καὶ ἐνεργοῦντα καὶ τοµώτατον ὑπὲρ πᾶσαν µάχαιραν δίστοµον; Εἰπὲ γάρ µοι µετὰ ἀληθείας· σὺ οὐ καταγινώσκεις σαυτοῦ ἁµαρτάνοντος; ἔστι δέ τις τῶν ἐν ἀνθρώποις, ὃς ἑαυτῷ οὐ µέµφεται ῥᾳθυµοῦντι; Καὶ πῶς ἂν ἀπὸ ταὐτοµάτου τοσαύτη σοφία γέγονεν, ὥστε αὐτὸν τὸν ἁµαρτάνοντα καταγινώσκειν ἑαυτοῦ; τοῦτο γὰρ µεγάλης σοφίας ἐστί. Σὺ σαυτοῦ καταγινώσκεις· ὁ δὲ τὴν τοιαύτην σοι διδοὺς διάνοιαν πάντα ἁπλῶς ἀφήσει φέρεσθαι; Κανὼν οὖν οὗτος ἔσται καθολικὸς, καὶ ὅρος· οὐδεὶς τῶν ἐν ἀρετῇ ζώντων διαπιστεῖ τῷ τῆς κρίσεως λόγῳ, κἂν Ἕλλην ᾖ, κἂν αἱρετικός· οὐδεὶς τῶν ἐν κακίᾳ ἀναστρεφοµένων πολλῇ, πλὴν ὀλίγων, παραδέχεται τὸν τῆς ἀναστάσεως λόγον. Καὶ τοῦτό φησιν ὁ Ψαλµῳδός· Ἀνταναιρεῖται τὰ κρίµατά σου ἀπὸ προσώπου αὐτοῦ.∆ ιὰ τί; Ὅτι βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ· Φάγωµεν γὰρ, φησὶν, καὶ πίωµεν· αὔριον γὰρ ἀποθνήσκοµεν. Ὁρᾷς ὅτι ταπεινῶν ἐστι ταῦτα λέγειν; Ἀπὸ τοῦ τρώγειν καὶ πίνειν ταῦτα τὰ ῥήµατά ἐστι τὰ ἀνατρεπτικὰ τῆς ἀναστάσεως. Οὐ φέρει γὰρ, οὐ φέρει τὸ ἀπὸ τοῦ συνειδότος κριτήριον ἡ ψυχή· καὶ ταὐτὸν γίνεται, οἷον ὁ ἀνδροφόνος πρότερον ὑποθεὶς ἑαυτῷ ὅτι οὐχ ἁλώσεται, οὕτω φονεύει· ἐπεὶ, τοῦ συνειδότος αὐτὸν κρί νοντος, οὐκ ἂν ταχέως ἦλθεν ἐπὶ τὸ τόλµηµα. Καὶ οἶδεν οὖν, καὶ ἀγνοεῖν προσποιεῖται, ἵνα µὴ βασανίζηται τῷ συνειδότι καὶ τῷ φόβῳ· ἦ γὰρ ἂν, ἀσθενέστερος γέγονε πρὸς τὸν φόνον. Οὕτω δὴ καὶ οἱ ἁµαρτάνοντες καὶ ἴσασιν, ὅτι τὸ ἁµαρτάνειν κακὸν, καὶ καθ' ἑκάστην ἐν τοῖς αὐτοῖς κακοῖς κυλινδούµενοι, οὐ θέλουσιν εἰδέναι, καίτοιτοῦ συνειδότος αὐτῶν ἐπιλαµβανοµένου. Ἀλλὰ µὴ ἐκείνοις προσέχωµεν· ἔσται γὰρ, ἔσται πάντως κρίσις καὶ ἀνάστασις, καὶ οὐκ ἀφήσει εἰκῆ τοσαῦτα ἔργα ὁ Θεός.∆ ιὸ, παρακαλῶ, τῆς κακίας ἀποσχόµενοι, τῆς ἀρετῆς ἐχώµεθα, ἵνα τὸν ἀληθῆ λόγον παραδεξώµεθα ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν. Καίτοι τί εὐκολώτερον, τὸν περὶ ἀναστάσεως δέξασθαι λόγον, ἢ τὸν περὶ[ τῆς] εἱµαρµένης; Ἐκεῖνος ἀδικίας γέµει, ἐκεῖνος ἀλογίας, ἐκεῖνος ὠµότητος, ἐκεῖνος ἀπανθρωπίας· οὗτος δικαιοσύνης, τοῦ κατ' ἀξίαν ἀπονεµητικός· καὶ ὅµως αὐτὸν οὐ παραδέχονται. Τὸ δὲ αἴτιον ἡ ἀργία· ἐπεὶ οὐδεὶς νοῦν ἔχων, ἐκεῖνον δέχεται. Καὶ γὰρ καὶ ἐν Ἕλλησιν οἳ τὴν ἡδονὴν ὁριζόµενοι, τέλος εἶναί φασιν, ἐκεῖνοι αὐτὸν ἐδέξαντο· οἱ δὲ τὴν ἀρετὴν ἀγαπήσαντες, οὐκέτι, ἀλλ' ἐξέβαλον ὡς ἄλογον. Εἰ δὲ ἐν Ἕλλησι τοῦτο, πολλῷ µᾶλλον καὶ ἐν τῷ περὶ τῆς ἀναστάσεως λόγῳ οὕτω. Θέα δέ µοι πῶς δύο ἐναντία κατεσκεύασεν ὁ διάβολος· ἵνα γὰρ ἀµελῶµεν ἀρετῆς, καὶ ἵνα θεραπεύωµεν δαίµονας, τὴν ἀνάγκην εἰσήγαγεν, καὶ δι' ἑκατέρων ἀµφότερα ἔπεισε. Τίνα οὖν δυνήσεται λόγον δοῦναι ὁ διαπιστῶν πράγµατι οὕτω θαυµαστῷ, καὶ τοῖς ἐκεῖνα ληροῦσι πειθόµενος; Μὴ τοίνυν µηδὲ αὕτη σε ἡ παραµυθία τρεφέτω, ὡς τεύξῃ συγγνώµης· ἀλλὰ συστρέψαντες ἑαυτοὺς, διεγείρωµεν πρὸς ἀρετὴν, καὶ ζήσωµεν ἀληθῶς τῷ Θεῷ, ἐν Χριστῷ, καὶ τὰ ἑξῆς.