Homilies on Colossians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
3.0
Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως. Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες, εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι' αὐτοῦ, καὶ εἰς αὐτὸν ἔκτισται. Καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε. Καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώµατος τῆς Ἐκκλησίας.
3.1
Τήµερον ἀποδοῦναι ἀναγκαῖον τὸ ὄφληµα, ὅπερ χθὲς ἀνεβαλόµην, ὥστε ἀκµαζούσαις ὑµῶν προσβαλεῖν ταῖς διανοίαις. Περὶ τῆς τοῦ Υἱοῦ ἀξίας διαλεγόµενος ὁ Παῦλος ταῦτά φησιν, ὥσπερ καὶ ἀπεδείξαµεν· Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου. Τίνος οὖν αὐτὸν οἴει λέγειν εἰκόνα εἶναι; Εἰ µὲν τοῦ Θεοῦ, καλῶς· Θεὸς γὰρ καὶ Θεοῦ Υἱός· Θεοῦ δὲ εἰκὼν τὸ ἀπαράλλακτον δείκνυσιν· οὐκοῦν ἀπαράλλακτος κατὰ τοῦτο· εἰ δὲ ἀνθρώπου, εἰπὲ, καὶ ὡς µαινοµένου λοιπὸν ἀποστήσοµαι.∆ ιὰ τί δὲ µηδαµοῦ µήτε εἰκὼν, µήτε υἱὸς, ἄγγελος κέκληται, ἀλλ' ἄνθρωπος ἀµφότερα;∆ ιὰ τί; Ὅτι ἐκεῖ µὲν τὸ τῆς φύσεως ἀνηρµένον ταχέως ἂν τοὺς πολλοὺς εἰς ταύτην τὴν ἀσέβειαν ἐνέβαλεν· ἐνταῦθα δὲ τὸ εὐτελὲς καὶ ταπεινὸν ἐγγυᾶται τὴν ἀσφάλειαν, καὶ οὐδὲ βουλοµένους ἀφίησιν ὑποπτεῦσαί τι τοιοῦτον, καὶ καταγαγεῖν τὸν λόγον κάτω.∆ ιὰ τοῦτο ἔνθα µὲν ἦν πολλὴ ταπεινότης, θαῤῥούντως ἡ Γραφὴ τίθησι τὴν τιµήν· ἔνθα δὲ µείζων ἡ φύσις, οὐκέτι. Ἀλλ', Εἰκὼν τοῦ ἀοράτου, φησίν. Οὐκοῦν εἰ ἐκεῖνος ἀόρατος, καὶ αὕτη ὁµοίως ἀόρατος, ἐπεὶ οὐδ' ἂν εἰκὼν εἴη. Τὴν γὰρ εἰκόνα, καθό ἐστιν εἰκὼν, καὶ παρ' ἡµῖν ἀπαράλλακτον δεῖ εἶναι, οἷον τῶν χαρακτήρων καὶ τῆς ὁµοιώσεως. Ἀλλ' ἐνταῦθα µὲν οὐδαµῶς τοῦτο δυνατόν· τέχνη γάρ ἐστιν ἀνθρωπίνη ἡ πολλαχοῦ διαπίπτουσα, µᾶλλον δὲ πανταχοῦ, ἐὰν τὰ τῆς ἀκριβείας ζητῇς· ἔνθα δὲ ὁ Θεὸς, οὐδαµοῦ σφάλλεται, οὐδὲ διάπτωσίς τις γίνεται. Εἰ δὲ κτίσµα, πῶς εἰκὼν τοῦ κτίσαντος; οὐδὲ γὰρ ἵππος ἀνθρώπου εἰκών. Εἰ µὴ τὸ ἀπαράλλακτον τοῦ ἀοράτου δηλοῖ ἡ εἰκὼν, τί κωλύει καὶ ἀγγέλους εἰκόνα εἶναι; καὶ γὰρ καὶ αὐτοὶ ἀόρατοι, ἀλλ' οὐχ ἑαυτοῖς· καὶ ψυχὴ ἀόρατος· ἀλλ' ἐπειδὴ ἀόρατος, ἁπλῶς διὰ τοῦτο εἰκὼν, εἰ καὶ µὴ οὕτως ὥσπερ αὐτός. Πρωτότοκος πάσης κτίσεως.
3.2
Τί οὖν, φησίν; ἰδοὺ ἔκτισται; Πόθεν, εἰπέ µοι; Ἐπειδὴ, Πρωτότοκος, εἶπε. Καὶ µὴν οὐ, πρωτόκτιστος, εἶπεν, ἀλλὰ, Πρωτότοκος. Ἔπειτα εἰ διὰ τὸπρωτότοκον λέγεσθαι, ἐκτίσθαι αὐτὸν φὴς, τί εἴπῃς, ὅταν ἀδελφὸν αὐτὸν ἀκούσητε λεγόµενον; Καὶ γὰρ ἀδελφὸν αὐτὸν καλεῖ ἡ Γραφὴ κατὰ πάντα ἡµῖν ὁµοιωθέντα. Ἆρα οὖν διὰ τοῦτο καὶ τὸ εἶναι αὐτὸν δηµιουργὸν ἀφαιρήσοµεν, καὶ οὔτε ἀξιώµατι, οὔτε ἄλλῳ τινὶ προέχειν ἡµῶν ἀξιώσοµεν; καὶ τίς ἂν τοῦτο τῶν νοῦν ἐχόντων εἴποι; Τὸ γὰρ Πρωτότοκος, οὐχὶ ἀξίας καὶ τιµῆς, ἀλλὰ χρόνου µόνον ἐστὶ σηµαντικόν. Ἂν τοίνυν πλέον ἡµῶν οὐδὲν ἔχῃ, τάχα κατὰ τοῦτον τὸν λόγον πάντων ἐστὶ πρωτότοκος, καὶ ὁµοούσιος ἔσται ὁ Θεὸς Λόγος καὶ λίθων καὶ ξύλων καὶτῶν λοιπῶν· Πρωτότοκος γὰρ, φησὶ, πάσης κτίσεως. Ἀλλὰ πρωτότοκος εἴρηται, φησίν· οὐκοῦν ἔκτισται. Καλῶς, ἐὰν τοῦτο ᾖ, καὶ µὴ ἀδελφά τινα ἔχῃ καὶ ἄλλα, οἷον τὸ, Πρωτότοκος ἐκ νεκρῶν, πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς. Τὸ, πρωτότοκος ἐκ τῶν νεκρῶν, τίνος ἐστὶ δηλωτικὸν, εἰπέ µοι; Οὐ γὰρ τοῦ, ὅτι πρῶτος ἀνέστη, ἐρεῖς· οὐ γὰρ εἶπεν ἁπλῶς νεκρῶν, ἀλλὰ πρωτότοκος ἐκ τῶν νεκρῶν· οὐδὲ ὅτι ἀπέθανε πρῶτος, ἀλλ' ὅτι πρωτότοκος ἐκ τῶν νεκρῶν ἀνέστη. Ὥστε οὐδὲν ἕτερον δηλοῖ, ἢ τοῦτο, ὅτι τῆς ἀναστάσεως ἀπαρχὴ γέγονεν. Οὐκοῦν οὐδὲ ἐνταῦθα. Εἶτα λοιπὸν ἐµβαίνει εἰς τὸ δόγµα αὐτό. Ἵνα γὰρ µὴ νοµίσωσι νεώτερον αὐτὸν εἶναι, διὰ τὸ πάλαι µὲν δι' ἀγγέλων προσάγεσθαι, νῦν δὲ δι' αὐτοῦ, δείκνυσι πρῶτον, ὅτι οὐδὲν ἴσχυσαν ἐκεῖνοι· οὐ γὰρ ἂν ἀπὸ σκότους οὗτος ἤγαγε· δεύτερον, ὅτι καὶ πρὸ αὐτῶν ἐστι. Καὶ σηµεῖον ποιεῖται τοῦ πρὸ αὐτῶν εἶναι, τὸ δι' αὐτοῦ αὐτοὺς ἐκτίσθαι· Ὅτι ἐν αὐτῷ, φησὶν, ἐκτίσθη τὰ πάντα. Τί λέγουσιν ἐνταῦθα οἱ τὰ Παύλου τοῦ Σαµοσατέως φρονοῦντες; Ὅτι τὰ πάντα ἐν αὐτῷ γέγονεν. Ἰδοὺ γὰρ εἴρηται, Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα. Ἀλλὰ τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς εἶπεν. Ὅπερ ἀµφισβητούµενον ἦν, πρῶτον τέθεικεν. Εἶτα ἐπάγει, Τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, ἀόρατα τὴν ψυχὴν λέγων, ὁρατὰ πάντας ἀνθρώπους. Καὶ τὸ µὲν ὁµολογούµενον ἀφίησι, τὸ δὲ ἀµφιβαλλόµενον τίθησιν. Εἶτά φησιν, Εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι. Τὸ, Εἴτε, τοῦ παντὸς περιληπτικόν ἐστι. Τὸ δὲ Πνεῦµα οὐ µετὰ τῶν ἐξουσιῶν ἀριθµοῦντος, ἀλλὰ ἀπὸ τῶν µειζόνων καὶ τὰ ἐλάττω δεικνύντος ἐστί. Τὰ πάντα, φησὶ, δι' αὐτοῦ, καὶ εἰς αὐτὸν ἔκτισται. Ἰδοὺ τὸ, Ἐν αὐτῷ, δι' αὐτοῦ ἐστιν. Εἰπὼν γὰρ, Ἐν αὐτῷ, ἐπήγαγε,∆ ι' αὐτοῦ. Τὸ δὲ, Εἰς αὐτὸν, τί ἐστι; Τουτέστιν, εἰς αὐτὸν κρέµαται ἡ πάντων ὑπόστασις. Οὐ µόνον αὐτὸς αὐτὰ ἐκ τοῦ µὴ ὄντος εἰς τὸ εἶναι παρήγαγεν, ἀλλὰ καὶ αὐτὸς αὐτὰ συγκρατεῖ νῦν· ὥστε ἂν ἀποσπασθῇ τῆς αὐτοῦ προνοίας, ἀπόλωλε καὶ διέφθαρται. Ἀλλ' οὐκ εἶπε, διακρατεῖ, ὅπερ ἦν παχύτερον, ἀλλὰ τὸ λεπτότερον, ὅτι εἰς αὐτὸν κρέµαται. Μόνον γὰρ τὸ πρὸς αὐτὸν νεύειν, ἱκανὸν διακρατῆσαι καὶ συσφίγξαι. Οὕτω καὶ τὸ, Πρωτότοκος, ὡς θεµέλιος λέγεται. Τοῦτο δὲ οὐ τὸ ὁµοούσιον τῶν κτισµάτων, ἀλλὰ τὸ δι' αὐτοῦ πάντα εἶναι, καὶ ἐν αὐτῷ δηλοῖ. Οὕτω καὶ ἀλλαχοῦ ὅταν λέγῃ, Θεµέλιον τέθεικα, οὐ περὶ τῆς οὐσίας φησὶν, ἀλλὰ τῆς ἐνεργείας. Ἵνα γὰρ µὴ νοµίσῃς ὑπηρέτην εἶναι αὐτὸν, φησὶν, αὐτὸν αὐτὰ δια κρατεῖν, ὅπερ οὐχ ἧττον τοῦ ποιῆσαί ἐστι. Καίτοι ἐφ' ἡµῶν καὶ µεῖζον· ἐκεῖνο µὲν γὰρ ἡ τέχνη εἰσάγει, τοῦτο δὲ οὐκέτι· οὐδὲ γὰρ φθειρόµενον κατέχει. Καὶ αὐτός ἐστι πρὸ πάντων, φησί. Τοῦτο Θεῷ ἁρµόζον. Ποῦ Παῦλος ὁ Σαµοσατεύς; Καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε· τουτέστιν, εἰς αὐτὸν ἔκτισται. Συνεχῶς αὐτὰ στρέφει, τῇ συνεχείᾳ τῶν ῥηµάτων καθάπερ πυκναῖς τισι πληγαῖς πρόῤῥιζον ἀνασπῶν τὸ δόγµα τὸ ὀλέθριον. Εἰ γὰρ καὶ τοσαῦτα εἴρηται, καὶ µετὰ τοσοῦτον χρόνον ἀνέφυ Παῦλος ὁ Σαµοσατεὺς, πόσῳ µᾶλλον, εἰ µὴ ταῦτα προείρητο; Καὶ τὰ πάντα, φησὶν, ἐν αὐτῷ συνέστηκε. Πῶς συνέστηκεν ἐν τῷ οὐκ ὄντι; Ὥστε καὶ τὰ δι' ἀγγέλων αὐτοῦ ἐστι. Καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώµατος τῆς Ἐκκλησίας. Εἰπὼν περὶ τῆς ἀξίας, λέγει λοιπὸν καὶ περὶ τῆς φιλανθρωπίας. Αὐτός ἐστι, φησὶν, ἡ κεφαλὴ τοῦ σώµατος τῆς Ἐκκλησίας. Οὐκ εἶπε, τοῦ πληρώµατος, αὐτὸ µὲν τοῦτο καὶ οὕτω δηλῶν, θέλων δὲ ἡµῖν οἰκειότερον δεῖξαι αὐτὸν, ὅτι ὁ οὕτως ἄνω καὶ πάντων ἀνώτερος, τοῖς κάτωἑαυτὸν συνῆψε. Πανταχοῦ γάρ ἐστι πρῶτος· ἄνω πρῶτος, ἐν τῇ Ἐκκλησίᾳ πρῶτος· κεφαλὴ γάρ ἐστιν· ἐν τῇ ἀναστάσει πρῶτος. Τοῦτο γάρ ἐστιν, Ἵνα γένηται αὐτὸς πρωτεύων.
3.3
Ὥστε καὶ ἐν γενέσει πρῶτος. Καὶ τοῦτό ἐστι µάλιστα τὸ σπουδαζόµενον τῷ Παύλῳ δεῖξαι. Ἂν γὰρ τοῦτο κατασκευασθῇ, ὅτι πρὸ πάντων ἦν τῶν ἀγγέλων, κἀκεῖνο συνεισάγεται, ὅτι τὰ ἐκείνων αὐτὸς ἐποίει ἐπιτάττων. Καὶ τὸ δὴ θαυµαστὸν, ἐν τῇ ὑστέρᾳ γενέσει ἐφιλονείκησε πρῶτον αὐτὸν δεῖξαι. Καίτοι γε ἀλλαχοῦ πρῶτόν φησι τὸν Ἀδὰµ, ὥσπερ οὖν καὶ ἔστιν· ἀλλὰ τὴν Ἐκκλησίαν ἔλαβεν ἀντὶ τοῦ παντὸς ἀνθρώπων γένους. Τῆς γὰρ Ἐκκλησίας πρῶτός ἐστι, καὶ τῶν µὲν ἀνθρώπων, καθάπερ τῆς κτίσεως, πρῶτος κατὰ σάρκα· καὶ διὰ τοῦτο ἐνταῦθα τὸν πρωτότοκον τίθησι. Τί ἐστιν ἐνταῦθα ὁ πρωτότοκος; Ὁ πρῶτος κτισθεὶς, ἢ πρὸ πάντων ἀναστὰς, ὥσπερ καὶ ἐκεῖ, ὁ πρὸ πάντων ὤν. Καὶ ἐνταῦθα µὲν ἀπαρχὴν τέθεικεν εἰπών· Ὅς ἐστιν ἀπαρχὴ, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων· δεικνὺς ὅτι καὶ οἱ ἄλλοι τοιοῦτοι· ἐκεῖ δὲ οὐκ ἀπαρχὴ τῆς κτίσεως. Καὶ ἐκεῖ µὲν, Εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, καὶ τότε τὸ, Πρωτότοκος. Ὅτι ἐν αὐτῷ ηὐδόκησε πᾶν τὸ πλήρωµα κατοικῆσαι, καὶ δι' αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτὸν, εἰρηνοποιήσας διὰ τοῦ αἵµατος τοῦ σταυροῦαὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς. Ὅσα τοῦ Πατρὸς, φησὶ, ταῦτα καὶ τοῦ Υἱοῦ, καὶ µετὰ πλείονος σπουδῆς, ὅτι καὶ νεκρὸς γέγονε, καὶ ἥνωσεν ἑαυτὸν ἡµῖν. Ἀπαρχὴν δὲ εἶπε, καθάπερ ἐπὶ καρποῦ τινος. Οὐκ εἶπεν, ἀνάστασις, ἀλλὰ, ἀπαρχὴ, δεικνὺς ὅτι πάντας ἡµᾶς ἡγίασε, καὶ ὥσπερ θυσίαν προσήνεγκε. Τὸ πλήρωµα περὶ τῆς θεότητος εἴρηκε, καθάπερ ὁ Ἰωάννης ἔλεγεν· Ἐκ τοῦ πληρώµατος αὐτοῦ ἡµεῖς πάντες ἐλάβοµεν. Τουτέστιν, εἴτε ἦν ὁ Υἱὸς, εἴτε ὁ Λόγος, ἐκεῖ ᾤκησεν οὐχὶ ἐνέργειά τις, ἀλλ' οὐσία. Οὐκ ἔχει αἰτίαν εἰπεῖν οὐδεµίαν, ἀλλὰ τὴν θέλησιν τοῦ Θεοῦ· τοῦτο γάρ ἐστιν, ὅτι Ἐν αὐτῷ ηὐδόκησε, καὶ δι' αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν. Ἵνα µὴ νοµίσῃς, ὅτι ὑπηρέτου τάξιν ἀνέλαβεν, εἰς ἑαυτὸν, φησί. Καὶ µὴν ἀλλαχοῦ φησιν, ὅτι τῷ Θεῷ καταλλάττει, καθάπερ ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ γράφων ἔλεγε. Καὶ καλῶς εἶπε,∆ ι' αὐτοῦ ἀποκαταλλάξαι. Ἤδη γὰρ ἦσαν κατηλλαγµένοι, ἀλλὰ τελείως ἔδει, καὶ ὥστε µηκέτι ἐχθραίνειν αὐτῷ. Πῶς δὲ γίνεται τοῦτο, διασαφεῖ λοιπὸν, οὐ µόνον τὴν καταλλαγὴν, ἀλλὰ καὶ τὸν τρόπον τῆς καταλλαγῆς ἀναγγέλλων· Εἰρηνοποιήσας διὰ τοῦ αἵµατος τοῦ σταυροῦ αὐτοῦ. Τὸ µὲν τὴν ἔχθραν δείκνυσι τὸ καταλλάξαι· τὸ δὲ τὸν πόλεµον, τὸ Εἰρηνοποιήσας.∆ ιὰ τοῦ αἵµατος, φησὶ, τοῦ σταυροῦ αὐτοῦ δι' αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς. Μέγα µὲν τὸ καταλλάξαι, τὸ δὲ καὶ δι' αὐτοῦ, µεῖζον· καὶ τὸ τούτου µεῖζον, τὸ διὰ τοῦ αἵµατος αὐτοῦ· καὶ οὐχ ἁπλῶς αἵµατος, ἀλλὰ τὸ τούτου µεῖζον, διὰ τοῦ σταυροῦ. Ὥστε πέντε ἐστὶ τὰ θαυµαστὰ, τῷ Θεῷ κατήλλαξε, δι' αὐτοῦ, διὰ θανάτου, διὰ σταυροῦ. Βαβαὶ, πῶς ἀνέµιξε πάλιν; Ἵνα γὰρ µὴ νοµίσῃς ἓν εἶναι, µηδὲ τὸν σταυρὸν εἶναί τι καθ' ἑαυτὸ, λέγει,∆ ι' ἑαυτοῦ. Πῶς οἶδε µέγα τοῦτο ὄν; Ὅτι οὐ ῥήµατα εἰπὼν, ἀλλ' ἑαυτὸν ἐκδοὺς ὑπὲρ τῆς καταλλαγῆς, οὕτως ἅπαντα εἰργάσατο. Τί δέ ἐστι, Τὰ ἐν τοῖς οὐρανοῖς; τὰ µὲν γὰρ ἐπὶ τῆς γῆς, εἰκότως· ἔχθρας γὰρ ἐµπέπληστο, καὶ εἰς πολλὰ διῄρητο· καὶ πρὸς ἑαυτὸν ἕκαστος ἡµῶν διεστασίαζε, καὶ πρὸς τοὺς πολλούς· τὰ δὲ ἐν τοῖς οὐρανοῖς πῶς εἰρηνοποίησε; καὶ ἐκεῖ πόλεµος ἦν καὶ µάχη; καὶ πῶς εὐχόµεθα λέγοντες, Γενηθήτω τὸ θέληµά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς; τί οὖν ἔστιν εἰπεῖν; Ἀπέσχιστο ἡ γῆ τοῦ οὐρανοῦ, ἐκπεπολεµωµένοι ἦσαν οἱ ἄγγελοι πρὸς τοὺς ἀνθρώπους, τὸν∆ εσπότην ὁρῶντες τὸν αὐτῶν ὑβριζόµενον. Ἀνακεφαλαιώσασθαί φησι τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς. Πῶς; Τὰ µὲν ἐν τοῖς οὐρανοῖς οὕτω· µετέστησεν ἐκεῖ τὸν ἄνθρωπον, ἀνήγαγεν αὐτοῖς τὸν ἐχθρὸν, τὸν µισούµενον. Οὐ µόνον τὰ ἐπὶ τῆς γῆς ἐποίησεν εἰρηνεύειν, ἀλλ' ἀνήγαγεν αὐτὸν πρὸς αὐτοὺς, τὸν ἐχθρὸν καὶ πολέµιον. Τοῦτο εἰρήνη βαθεῖα. Ἄγγελοι πάλιν ἐπὶ γῆς ἐφαίνοντο λοιπὸν, ἐπειδὴ καὶ ἄνθρωπος ἐν οὐρανῷ ἐφάνη.∆ οκεῖ δέ µοι καὶ ἡ ἁρπαγὴ τοῦ Παύλου τούτου τε ἕνεκεν γεγενῆσθαι, καὶ τοῦ δεῖξαι ὅτι καὶ ὁ Υἱὸς ἐκεῖ ἀνελήφθη. Ἐν µὲν γὰρ τῇ γῇ διπλῆ ἡ εἰρήνη, καὶ πρὸς τὰ ἐπουράνια, καὶ πρὸς ἑαυτά· ἐν δὲ τοῖς οὐρανοῖς ἁπλῆ. Εἰ γὰρ ἐπὶ ἑνὶ ἁµαρτωλῷ µετανοοῦντι χαίρουσιν οἱ ἄγγελοι, πολλῷ µᾶλλον ἐπὶ τοσούτοις. Ταῦτα πάντα ἡ τοῦ Θεοῦ ἰσχὺς κατώρθωσε. Τί οὖν ἀγγέλοις θαῤῥεῖτε, φησί; Τοσοῦτον γὰρ ἀπέχουσιν ἐκεῖνοι προσάγειν ὑµᾶς, ὅτι καὶ ἐκπεπολεµωµένοι ἦσαν ποτὲ, καὶ, εἰ µὴ ὁ Θεὸς αὐτὸς ὑµᾶς ἐκείνοις κατήλλαξεν, οὐκἂν εἰρηνεύσατε. Τί τοίνυν ἐκείνοις προστρέχετε; Βούλει µαθεῖν τῶν ἀγγέλων τὸ µῖσος ὅσον εἶχον πρὸς ἡµᾶς, καὶ πῶς ἀπεστρέφοντο ἀεί; Εἰς τιµωρίαν ἐπέµποντο ἐπὶ τῶν Ἰσραηλιτῶν, ἐπὶ τοῦ∆ αυῒδ, ἐπὶ τῶν Σοδοµιτῶν, ἐπὶ τῆς κοιλάδος τοῦ κλαυθµῶνος. Ἀλλ' οὐ νῦν· ἀλλ' ἐξ ἐναντίας, ἐπὶ γῆς ᾖδον σφόδρα χαίροντες· καὶ τούτους κατήγαγε πρὸς αὐτοὺς, καὶ τοὺς ἀνθρώπους ἀνήγαγεν ἐκεῖ.
3.4
Καὶ θέα µοι τὸ παράδοξον. Τούτους πρώτους κατήγαγεν ὧδε, καὶ τότε τὸν ἄνθρωπον ἀνήγαγε πρὸς αὐτούς· οὐρανὸς ἡ γῆ γέγονεν, ἐπειδὴ τὰ τῆς γῆς ἔµελλεν οὐρανὸς δέχεσθαι.∆ ιὰ τοῦτο εὐχαριστοῦντες λέγοµεν,∆ όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ἰδοὺ, φησὶ, καὶ ἄνθρωποι ἐφάνησαν εὐαρεστοῦντες λοιπόν. Τί ἐστιν, Εὐδοκία; Καταλλαγή· οὐκέτι µεσότοιχόν ἐστιν ὁ οὐρανός. Τὸ πρῶτον κατὰ ἀριθµὸν ἐθνῶν ἦσαν οἱ ἄγγελοι· νῦν δὲ οὐ κατὰ ἀριθµὸν ἐθνῶν, ἀλλὰ κατὰ ἀριθµὸν πιστῶν. Πόθεν δῆλον; Ἄκουε τοῦ Χριστοῦ λέγοντος· Ὁρᾶτε µὴ καταφρονήσητε ἑνὸς τῶν µικρῶν τούτων. Οἱ γὰρ ἄγγελοι αὐτῶν διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός µου τοῦ ἐν τοῖς οὐρανοῖς. Ἕκαστος γὰρ πιστὸς ἄγγελον ἔχει, ἐπεὶ καὶ ἐξ ἀρχῆς ἕκαστος ἀνὴρ τῶν εὐδοκίµων ἄγγελον εἶχε· καθώς φησιν ὁ Ἰακώβ, Ὁ ἄγγελος ὁ τρέφων µε, καὶ ὁ ῥυόµενός µε ἐκ νεότητός µου. Εἰ τοίνυν ἀγγέλους ἔχοµεν, νήφωµεν, καθάπερ παιδαγωγῶν τινων ἡµῖν παρόντων· πάρεστι γὰρ καὶ δαίµων.∆ ιὰ τοῦτο εὐχόµεθα, καὶ λέγοµεν αἰτοῦντες τὸν ἄγγελον τῆς εἰρήνης, καὶ πανταχοῦ εἰρήνην αἰτοῦµεν. Οὐδὲν γὰρ ταύτης ἴσον· ἐν ταῖς ἐκκλησίαις εἰρήνην, ἐν ταῖς εὐχαῖς, ἐν ταῖς λιταῖς, ἐν ταῖς προσρήσεσι· καὶ ἅπαξ, καὶ δὶς, καὶ τρὶς, καὶ πολλάκις αὐτὴν δίδωσιν ὁ τῆς Ἐκκλησίας προεστὼς, Εἰρήνη ὑµῖν, ἐπιλέγων.∆ ιὰ τί; Ὅτι αὕτη µήτηρ πάντων τῶν ἀγαθῶν ἐστιν, αὕτη τῆς χαρᾶς ὑπόθεσις.∆ ιὰ τοῦτο καὶ ὁ Χριστὸς εἰσιοῦσιν εἰς τὰς οἰκίας τοῖς ἀποστόλοις τοῦτο λέγειν προσέταξεν εὐθέως, καθάπερ τι σύµβολον τῶν ἀγαθῶν· Εἰσερχόµενοι γὰρ, φησὶν, εἰς τὰς οἰκίας, λέγετε, Εἰρήνη ὑµῖν. Ταύτης γὰρ οὐκ οὔσης, πάντα περιττά. Καὶ πάλιν τοῖς µαθηταῖς ἔλεγεν, Εἰρήνην ἀφίηµι ὑµῖν, εἰρήνην τὴν ἐµὴν δίδωµι ὑµῖν. Αὕτη τῇ ἀγάπῃ προοδοποιεῖ. Καὶ οὐ λέγει ὁ τῆς Ἐκκλησίας προεστὼς, Εἰρήνη ὑµῖν ἁπλῶς, ἀλλ', Εἰρήνη πᾶσι. Τί γὰρ ὄφελος, ἂν µετὰ τοῦδε µὲν εἰρήνην ἔχωµεν, µεθ' ἑτέρου δὲ πόλεµον καὶ µάχην; τί τὸ κέρδος; Οὐδὲ γὰρ ἐν τῷ σώµατι, ἂν τὰ µὲν ἡσυχάζῃ τῶν στοιχείων, τὰ δὲ διαστασιάζῃ, δυνατὸν ὑγίειαν συνεστάναι ποτὲ, ἀλλὰ διὰ τῆς ἁπάντων εὐταξίαςκαὶ συµφωνίας καὶ εἰρήνης· κἂν µὴ πάντα ἡσυχάζῃ, καὶ ἐπὶ τῶν οἰκείων ὅρων µένῃ, πάντα ἀνατραπήσεται. Καὶ ἐν τῇ διανοίᾳ δὲ τῇ ἡµετέρᾳ, ἐὰν µὴ πάντες ἡσυχάζωσιν οἱ λογισµοὶ, εἰρήνη οὐκ ἔσται. Τοσοῦτόν ἐστιν ἀγαθὸν ἡ εἰρήνη, ὡς υἱοὺς Θεοῦ καλεῖσθαι τοὺς αὐτῆς ποιητὰς καὶ δηµιουργούς· εἰκότως· ἐπεὶ καὶ ὁ Υἱὸς τοῦ Θεοῦ ἐπὶ τούτῳ ἦλθεν εἰς τὴν γῆν, εἰρηνοποιήσων τὰ ἐν τῇ γῇ, καὶ τὰ ἐν τοῖς οὐρανοῖς. Εἰ δὲ οἱ εἰρηνοποιοὶ υἱοὶ τοῦ Θεοῦ, οἱ νεωτεροποιοὶ υἱοὶ διαβόλου. Τί λέγεις; ἔρεις καὶ µάχας ἐµβάλλεις; Καὶ τίς οὕτως ἄθλιος, φησίν; Εἰσὶ γὰρ πολλοὶ χαίροντες ἐπὶ τοῖς κακοῖς, καὶ τὸ σῶµα τοῦ Χριστοῦ διασπῶντες µᾶλλον, ἢ οἱ στρατιῶται τῇ λόγχῃ διέτεµνον, ἢ οἱ Ἰουδαῖοι τοῖςἥλοις διέκοψαν. Ἐκεῖνο τούτου ἔλαττον τὸ κακόν· ἐκεῖνα διατµηθέντα τὰ µέλη πάλιν συνήφθη· ταῦτα δὲ ἀποσπασθέντα, ἂν ἐνθάδε µὴ συναφθῇ, οὐκέτι συναφθήσεται, ἀλλὰ µένει τοῦ πληρώµατος ἔξω. Ὅταν βούλῃ τῷ ἀδελφῷ πολεµῆσαι, ἐννόησον ὅτι τοῖς µέλεσι τοῦ Χριστοῦ πολεµεῖς, καὶ παῦσαι τῆς µανίας. Τί γὰρ, εἰ ἀπεῤῥιµµένος ἐστὶν, εἰ εὐτελής; τί γὰρ, εἰ εὐκαταφρόνητος; Οὕτως οὐκ ἔστι θέληµα, φησὶν, ἔµπροσθεν τοῦ Πατρός µου, ἵνα ἀπόληται εἷς τῶν µικρῶν τούτων· καὶ πάλιν· Οἱ ἄγγελοι αὐτῶν διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός µου τοῦ ἐν τοῖς οὐρανοῖς. Ὁ Θεὸς δι' αὐτὸν καὶ δοῦλος ἐγένετο, καὶ ἐσφάγη· σὺ δὲ οὐδὲν αὐτὸν εἶναι νοµίζεις; Οὐκοῦν µάχῃ καὶ κατὰ τοῦτο τῷ Θεῷ, τὰς ἐναντίας αὐτῷ φέρων ψήφους. Ὅταν εἰσέλθῃ ὁ τῆς Ἐκκλησίας προεστὼς, εὐθέως λέγει· Εἰρήνη πᾶσιν· ὅταν ὁµιλῇ, Εἰρήνη πᾶσιν· ὅταν εὐλογῇ, Εἰρήνη πᾶσιν· ὅταν ἀσπάζεσθαι κελεύῃ, Εἰρήνη πᾶσιν· ὅταν ἡ θυσία τελεσθῇ, Εἰρήνη πᾶσι. Καὶ µεταξὺ πάλιν, Χάρις ὑµῖν καὶ εἰρήνη. Πῶς οὖν οὐκ ἄτοπον, εἰ τοσαυτάκις ἀκούοντες εἰρήνην ἔχειν, ἐκπεπολεµώµεθα πρὸς ἀλλήλους, καὶ λαµβάνοντες, καὶ ἀντιδιδόντες, τῷ διδόντι τὴνεἰρήνην πολεµοῦµεν; Λέγεις, Καὶ τῷ πνεύµατί σου, καὶ διαβάλλεις αὐτὸν ἔξω; Οἴµοι, ὅτι τὰ σεµνὰ τῆς Ἐκκλησίας, σχήµατα γέγονε πραγµάτων µόνον, ἀλλ' οὐκ ἀλήθειά τις· οἴµοι, ὅτι µέχρι ῥηµάτων τὰ σύµβολα µένει τοῦ στρατοπέδου τούτου. Ὅθεν καὶ ἀγνοεῖτε διὰ τί λέγεται, Εἰρήνη πᾶσιν. Ἀλλ' ἀκούετε τῶν ἑξῆς, τί φησιν ὁ Χριστός· εἰς ἣν δ' ἂν πόλιν ἢ κώµην εἰσέλθητε, Εἰσερχόµενοι εἰς τὴν οἰκίαν, ἀσπάσασθε αὐτήν· καὶ ἐὰν µὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθέτω ἡ εἰρήνη ὑµῶν ἐπ' αὐτήν· ἐὰν δὲ µὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑµῶν πρὸς ὑµᾶς ἀποστραφήτω.∆ ιὰ τοῦτο οὐκ ἴσµεν, ὅτι τύπον ῥηµάτων νοµίζοµεν ταῦτα εἶναι, καὶ οὐ συντιθέµεθα τῷ νῷ. Μὴ γὰρ ἐγὼ δίδωµι τὴν εἰρήνην; Ὁ Χριστὸς δι' ἡµῶν φθέγγεσθαι καταξιῶν. Εἰ καὶ τὸν ἄλλον ἅπαντα χρόνον κενοὶ τῆς χάριτός ἐσµεν, ἀλλ' οὐ νῦν δι' ὑµᾶς. Εἰ γὰρ εἰς ὄνον ἐνήργησε καὶ εἰς µάντιν ἡ τοῦ Θεοῦ χάρις, δι' οἰκονοµίαν καὶ τὴν τῶν Ἰσραηλιτῶν ὠφέλειαν, εὔδηλον ὅτι οὐδὲ εἰς ἡµᾶς παραιτήσεταιἐνεργεῖν, ἀλλ' ἀνέξεται καὶ τοῦτο δι' ἡµᾶς.
3.5
Μηδεὶς τοίνυν εἴποι, ὅτι εὐτελὴς ἐγὼ καὶ ταπεινὸς καὶ οὐδενὸς ἄξιος λόγου, καὶ οὕτω µοι προσεχέτω. Εἰµὶ γὰρ τοιοῦτος· ἀλλ' ἀεὶ ἔθος τῷ Θεῷ διὰ τοὺς πολλοὺς καὶ τοῖς τοιούτοις ἐφίστασθαι. Καὶ ἵνα µάθητε, τῷ Κάϊν κατηξίωσε λαλῆσαι διὰ τὸν Ἄβελ, τῷ διαβόλῳ διὰ τὸν Ἰὼβ, τῷ Φαραὼ διὰ τὸν Ἰωσὴφ, τῷ Ναβουχοδονόσορ διὰ τὸν∆ ανιὴλ, τῷ Βαλτάσαρ διὰ τὸν αὐτόν. Καὶ µάγοι δὲ ἀποκαλύψεως ἔτυχον, καὶ Καϊάφας προεφήτευσε χριστοκτόνος ὢν καὶ ἀνάξιος, διὰ τὸ τῆς ἱερωσύνης ἀξίωµα. Λέγεται καὶ Ἀαρὼν διὰ τοῦτο µὴ λεπρωθῆναι.∆ ιὰ τί γὰρ, εἰπέ µοι, ἀµφοτέρων καταλαλησάντων, ἐκείνη µόνη τὴν δίκην ἔδωκε; Μὴ θαυµάσῃς· εἰ γὰρ ἐν τοῖς ἔξωθεν ἀξιώµασι, κἂν µυρία τις κατηγορῆται, οὐ πρότερον εἰς δικαστήριον ἄγεται, ἕως ἂν ἀπόθηται τὴν ἀρχὴν, ἵνα µὴ καὶ ἐκείνη µετ' αὐτοῦ ὑβρίζηται· πολλῷ µᾶλλον ἐπὶ τῆς ἀρχῆς τῆς πνευµατικῆς κἂν ὁστισοῦν ᾖ, ἐνεργεῖ ἡ τοῦ Θεοῦ χάρις· ἐπεὶ πάντα ἂν ἀπόλωλεν· ὅταν δὲ αὐτὴν ἀπόθηται, εἴτε ἀπελθὼν, εἴτε καὶ ἐνταῦθα, τότε δὴ, τότε χαλεπωτέραν δώσει τὴν δίκην. Μὴ δὴ νοµίζετε παρ' ἡµῶν ταῦτα λέγεσθαι· ἡ τοῦ Θεοῦ χάρις ἐστὶν ἡ καὶ εἰς ἀνάξιον ἐνεργοῦσα, οὐ δι' ἡµᾶς, ἀλλὰ δι' ὑµᾶς. Ἀκούσατε οὖν τί φησιν ὁ Χριστός· Ἐὰν ᾖ ἡ οἰκία ἀξία, ἐλθέτω ἡ εἰρήνη ὑµῶν ἐπ' αὐτήν. Πῶς δὲ ἀξία γίνεται; Ἐὰν δέξωνται ὑµᾶς, φησίν. Ἐὰν δὲ µὴ δέξωνται ὑµᾶς, µηδὲ ἀκούσωσι τὸν λόγον ὑµῶν, ἀµὴν λέγω ὑµῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόµων καὶ Γοµόῤῥας ἐν ἡµέρᾳ κρίσεως, ἢ τῇπόλει ἐκείνῃ. Τί οὖν ὄφελος, ὅτι δέχεσθε ἡµᾶς, καὶ οὐκ ἀκούετε τῶν παρ' ἡµῶν λεγοµένων; τί τὸ κέρδος, ὅτι θεραπεύετε, καὶ οὐ προσέχετε τοῖς λεγοµένοις ὑµῖν; Ἐκείνη ἐστὶ τιµὴ ἡµῖν, ἐκείνη θεραπεία θαυµαστὴ, ἡ καὶ ὑµᾶς ὠφελοῦσα καὶ ἡµᾶς, ἐὰν ἡµῶν ἀκούητε. Ἀκούετε καὶ τοῦ Παύλου λέγοντος, Οὐκ ᾔδειν, ἀδελφοὶ, ὅτι ἀρχιερεύς ἐστιν. Ἄκουε καὶ τοῦ Χριστοῦ λέγοντος, Πάντα ὅσα ἂν λέγωσιν ὑµῖν τηρεῖν, τηρεῖτε καὶ ποιεῖτε. Οὐκ ἐµοῦ καταφρονεῖς, ἀλλὰ τῆς ἱερωσύνης· ἂν ἴδῃς ταύτης γυµνὸν, τότε καταφρόνει, τότε οὐδὲ ἐγὼ ἀνέχοµαι ἐπιτάττειν. Ἕως δ' ἂν ἐπὶ τοῦ θρόνου τούτου καθήµεθα, ἕως ἂν τὴν προεδρίαν ἔχωµεν, ἔχοµεν καὶ τὴν ἀξίαν καὶ τὴν ἰσχὺν, εἰ καὶ ἀνάξιοί ἐσµεν. Εἰ ὁ Μωϋσέως θρόνος οὕτως ἦν αἰδέσιµος, ὡς δι' ἐκεῖνον ἀκούεσθαι, πολλῷ µᾶλλον ὁ τοῦ Χριστοῦ θρόνος. Ἐκεῖνον ἡµεῖς διεδεξάµεθα· ἀπὸ τούτου φθεγγόµεθα, ἀφ' οὗ καὶ ὁ Χριστὸς ἔθετο ἐν ἡµῖν τὴν διακονίαν τῆς καταλλαγῆς. Οἱ πρέσβεις, οἷοίπερ ἂν ὦσι, διὰ τὸ τῆς πρεσβείας ἀξίωµα πολλῆς ἀπολαύουσι τῆς τιµῆς. Ὅρα γάρ· εἰς µέσην βαρβάρων ἔρχονται τὴν γῆν µόνοι, µεταξὺ τοσούτων πολεµίων· καὶ ἐπειδὴ µεγάλα ὁ τῆς πρεσβείας ἰσχύει νόµος, πάντες αὐτοὺς τιµῶσι, πάντες εἰς αὐτοὺς ἀποβλέπουσι, πάντες µετὰ ἀσφαλείας ἐκπέµπουσι. Καὶ ἡµεῖς τοίνυν πρεσβείας ἀνεδεξάµεθα λόγον, καὶ ἥκοµεν παρὰ τοῦ Θεοῦ· τοῦτο γάρ ἐστι τὸ τῆς ἐπισκοπῆς ἀξίωµα. Ἥκοµεν πρὸς ὑµᾶς πρεσβεύοντες, ἀξιοῦντες καταλῦσαι τὸν πόλεµον, καὶ λέγοµεν ἐπὶ τίσιν· οὐ πόλεις ἐπαγγελλόµενοι δώσειν, οὐδὲ σίτου µέτρα τόσα καὶ τόσα, οὐδὲ ἀνδράποδα, οὐδὲ χρυσίον, ἀλλὰ βασιλείαν οὐρανῶν, ζωὴν αἰώνιον, συνουσίαντὴν µετὰ Χριστοῦ, τὰ ἄλλα ἀγαθὰ, ἃ µήτε εἰπεῖν δυνατὸν ἡµῖν, µήτε ὑµῖν ἀκοῦσαι, ἕως ἂν ἐν τῇ σαρκὶ ταύτῃ ὦµεν καὶ τῷ παρόντι βίῳ. Πρεσβεύοµεν τοίνυν· ἀπολαύειν δὲ βουλόµεθα τιµῆς· οὐ δι' ἡµᾶς, µὴ γένοιτο· ἴσµεν γὰρ αὐτῆς τὸ εὐτελές· ἀλλὰ δι' ὑµᾶς, ἵνα ὑµεῖς µετὰ σπουδῆς τὰ παρ' ἡµῶν ἀκούητε, ἵνα ὑµεῖς ὠφελῆσθε, ἵνα µὴ µετὰ ῥᾳθυµίας ἢ ἀπροσεξίας προσέχητε τοῖς λεγοµένοις. Οὐχ ὁρᾶτε τοὺς πρέσβεις πῶς πάντες αὐτοὺς περιέπουσιν; Ἡµεῖς Θεοῦ πρέσβεις ἐσµὲν πρὸς ἀνθρώπους. Εἰ δὲ πρόσαντες ὑµῖν τοῦτο, οὐχ ἡµεῖς, ἀλλ' αὕτη ἡ ἐπισκοπή· οὐχὶ ὁ δεῖνα, ἀλλ' ὁ ἐπίσκοπος. Μηδεὶς ἐµοῦ ἀκουέτω, ἀλλὰ τοῦ ἀξιώµατος. Πάντα τοίνυν ποιῶµεν κατὰ τὸ τῷ Θεῷ δοκοῦν, ἵνα εἰς δόξαν Θεοῦ ζήσωµεν, καὶ καταξιωθῶµεν τῶν ἐπηγγελµένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτικαὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.