Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Colossians
John ChrysostomHom. Col. 4 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
4.0
Καὶ ὑµᾶς ποτε ἐχθροὺς ὄντας καὶ ἀπηλλοτριωµένους τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς, νυνὶ δὲ ἀποκατήλλαξε τῷ σώµατι τῆς σαρκὸς αὑτοῦ διὰτοῦ θανάτου, παραστῆσαι ὑµᾶς ἁγίους καὶ ἀµώµους καὶ ἀνεγκλήτους καὶ ἐνώπιον αὐτοῦ.
4.1
Ἐνταῦθα λοιπὸν δείκνυσιν, ὅτι καὶ ἀναξίους ὄντας καταλλαγῆς κατήλλαξε. Τὸ µὲν γὰρ εἰπεῖν, ὅτι ὑπὸ τὴν ἐξουσίαν τοῦ σκότους ἦσαν, δείκνυσι τὴν συµφορὰν, ἐν ᾗ ἦσαν. Ἀλλ' ἵνα µὴ ἀκούσας ἐξουσίαν σκότους, ἀνάγκην νοµίσῃς εἶναι, ἐπάγει· Καὶ ὑµᾶς ὄντας ἀπηλλοτριωµένους· ὥστε δοκεῖ µὲν τὸ αὐτὸ λέγειν, οὐκ ἔστι δέ· οὐ γάρ ἐστιν ἴσον ἀνάγκῃ κακῶς παθόντα, καὶ ἑκόντα τοῦτο ὑποµείναντα ἀπαλλάξαι τῶν δεινῶν. Ἐκεῖνος µὲν γὰρ ἐλεεῖσθαι ἄξιος, οὗτος δὲ µισεῖσθαι. Ἀλλ' ὅµως ὑµᾶς, φησὶν, οὐχὶ ἄκοντας οὐδὲ ἀναγκαζοµένους, ἀλλ' ἑκόντας καὶ µετὰ τοῦ βούλεσθαι ἀποπηδῶντας αὐτοῦ, καὶ ἀναξίους ὄντας ἀπήλλαξε. Καὶ ἐπειδὴ τῶν ἐν τοῖς οὐρανοῖς ἐµνήσθη, δείκνυσιν ὅτι ἡ ἔχθρα πᾶσα ἐντεῦθεν εἶχε τὴν ἀρχὴν, οὐκ ἐκεῖθεν. Ἐκεῖνοι µὲν γὰρ πάλαι ἐβούλοντο, καὶ ὁ Θεός· ὑµεῖς δὲ οὐκ ἠθελήσατε. Καὶ διόλου δείκνυσι τοὺς ἀγγέλους µηδὲν ἰσχύσαντας ἐν τοῖς κάτω χρόνοις, εἴ γε ἔµενον ἐχθροὶ, καὶ οὔτε πεῖσαι ἠδύναντο, οὔτε πεισθέντας ἀπαλλάξαιτοῦ διαβόλου. Οὐδὲ γὰρ τὸ πεῖσαι εἶχέ τι κέρδος, τοῦ κατέχοντος µὴ δεθέντος· οὐδὲ τὸ δεθῆναι εἶχέ τι κέρδος, τῶν κατεχοµένων µὴ βουλοµένων ἐπανελθεῖν. Ἀλλ' ἀµφότερα ἔδει, ὧν ἐκεῖνοι µὲν οὐδὲν, ὁ Χριστὸς δὲ ἀµφότερα πεποίηκεν. Ὥστε τοῦ τὸν θάνατον λῦσαι θαυµασιώτερον τὸ πεῖσαι. Ἐκεῖνο µὲν γὰρ ὅλον αὐτοῦ ἦν, καὶ αὐτὸς µόνος κύριος ἦν· τούτου δὲ οὐχὶ αὐτὸς µόνος, ἀλλὰ καὶ ἡµεῖς· εὐκολώτερον δὲ ταῦτα ἀνύοµεν, ὧν αὐτοὶ κύριοί ἐσµεν. Ἅτε οὖν καὶ µεῖζον ὂν, ὕστερον αὐτὸ τίθησι. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἐχθραίνοντας, ἀλλὰ, Ἀπηλλοτριωµένους, ὃ πολλῆς ἔχθρας ἐστίν· οὐδὲ ἠλλοτριωµένους, ἀλλὰ µηδὲ προσδοκῶντας ἐπανελθεῖν. Καὶ ἐχθροὺς, φησὶ, τῇ διανοίᾳ, διὰ τούτου δηλῶν, ὅτι οὐχὶ µέχρι τῆς προαιρέσεως µόνον ἡ ἀλλοτρίωσις ἦν αὐτῶν· ἀλλὰ τί; Καὶ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς. Καὶ ἐχθροὶ ἦτε, φησὶ, καὶ τὰ τῶν ἐχθρῶν ἐπράττετε. Νυνὶ δὲ ἀποκατήλλαξεν ἐν τῷ σώµατι τῆς σαρκὸς αὑτοῦ διὰ τοῦ θανάτου, παραστῆσαι ὑµᾶς ἁγίους καὶ ἀµώµους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ. Ἐνταῦθα τίθησι καὶ τὸν τρόπον τῆς καταλλαγῆς, ὅτι ἐν τῷ σώµατι, καὶ ὅτι οὐχ ἁπλῶς πληγεὶς, οὐδὲ µαστιγωθεὶς, οὐδὲ πραθεὶς, ἀλλὰ καὶ ἀποθανὼντῷ αἰσχίστῳ θανάτῳ. Πάλιν τοῦ σταυροῦ µέµνηται, καὶ πάλιν ἑτέραν τίθησιν εὐεργεσίαν. Οὐ γὰρ ἀπήλλαξε µόνον, ἀλλὰ καὶ ὅ φησιν ἀνωτέρω, Τῷ ἱκανώσαντι ἡµᾶς, τοῦτο δὲ καὶ ἐνταῦθα αἰνίττεται.∆ ιὰ τοῦ θανάτου αὑτοῦ, φησὶ, παραστῆσαι ὑµᾶς ἁγίους καὶ ἀµώµους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ. Οὐ γὰρ δὴ µόνον τῶν ἁµαρτηµάτων ἀπήλλαξεν, ἀλλὰ καὶ ἐν τοῖς εὐδοκιµηκόσι κατέστησεν. Οὐ γὰρ ἵνα κακῶν ἀπαλλάξῃ µόνον τοσαῦτα ἔπαθεν, ἀλλ' ἵνα καὶ τῶν πρώτων ἐπιτύχωµεν· ὥσπερ ἂν εἴ τις κατάδικον µὴ µόνον τῆς τιµωρίας ἐλευθερώσῃ, ἀλλὰ καὶ εἰς τιµὴν ἀναγάγῃ. Καὶ τοῖς οὐδὲν ἡµαρτηκόσιν ἐγκατέταξε· µᾶλλον δὲ οὐ τοῖς µὴ ἡµαρτηκόσι µόνον, ἀλλὰ καὶ τοῖς κατωρθωκόσι τὰ µέγιστα· καὶ τὸ δὴ µεῖζον, ὅτι ἁγιωσύνην τὴν κατενώπιον αὐτοῦ δέδωκε. Τὸ δὲ ἀνέγκλητον, ἐπίτασις τοῦ ἀµώµου· ἀνέγκλητον γὰρ τότε λέγεται, ὅταν µηδὲ µέχρι καταγνώσεως, µηδὲ µέχρι ἐγκλήµατος ᾖ τι πεπραγµένον ἡµῖν. Ἀλλ' ἐπειδὴ τὸ ὅλον αὐτοῦ τέθεικεν εἰπὼν, ὅτι διὰ τοῦ θανάτου ταῦτα κατώρθωσεν, ἵνα µή τις εἴπῃ, Οὐκοῦν οὐδενὸς χρῄζοµεν, διὰ τοῦτο ἐπήγαγεν· Εἴ γε ἐπιµένετε τῇ πίστει τεθεµελιωµένοι καὶ ἑδραῖοι, καὶ µὴ µετακινούµενοι ἀπὸ τῆς ἐλπίδος τοῦ Εὐαγγελίου. Τὴν ῥᾳθυµίαν αὐτῶν ἐνταῦθα ἐπικόπτει. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἐπιµένετε· ἔστι γὰρ ἐπιµένειν σαλευόµενον, καὶ διχοστατοῦντα· ἔστιν ἑστάναι καὶ µένειν περιφερόµενον. Εἴ γε ἐπιµένετε, φησὶ, τεθεµελιωµένοι καὶ ἑδραῖοι, καὶ µὴ µετακινούµενοι. Βαβαὶ, ἡλίκῃ κέχρηται τροπῇ. οὐ µόνον µὴ σαλευόµενοι, φησὶν, ἀλλὰ µηδὲ κινούµενοι. Καὶ ὅρα· οὐδὲν φορτικὸν τέως τίθησιν, οὐδὲ ἐπίπονον, ἀλλὰ πίστιν καὶ ἐλπίδα. Τουτέστιν, ἐὰν µένητε πιστεύοντες, ὅτι ἀληθὴς ἡ ἐλπὶς τῶν µελλόντων. Ἐνταῦθα µὲν γὰρ δυνατόν· ἐπὶ δὲ τῆς ἀρετῆς οὐκ ἔνι µὴ µετασαλευθῆναι, κἂν µικρόν· οὕτως οὐκ ἔστιν ἐπαχθές. Ἀπὸ τῆς ἐλπίδος, φησὶ, τοῦ Εὐαγγελίου, οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐν πάσῃ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν. Τίς δέ ἐστιν ἡ ἐλπὶς τοῦ Εὐαγγελίου, ἀλλ' ἢ ὁ Χριστός; Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡµῶν, καὶ πάντα ταῦτα ὁ ἐργασάµενος. Ὥστε ὁ ἑτέροις ἐπιγράφων, µετακεκίνηται· πάντα γὰρ ἀπώλεσεν, ἐὰν µὴ εἰς τὸν Χριστὸν πιστεύῃ. Ἠκούσατε, φησί. Πάλιν αὐτοὺς φέρει µάρτυρας, εἶτα τὴν οἰκουµένην ἅπασαν. Οὐ λέγει, τοῦ κηρυττοµένου, ἀλλ', ἤδη πιστευθέντος καὶ Κηρυχθέντος· ὅπερ καὶ ἀρχόµενος ἐποίησεν, ἀπὸ τῆς τῶν πολλῶν µαρτυρίας καὶ τούτους στῆσαι βουλόµενος. Οὗ ἐγενόµην ἐγὼ Παῦλος διάκονος. Καὶ τοῦτο εἰς τὸ ἀξιόπιστον συντελεῖ. Ἐγὼ, φησὶ, Παῦλος διάκονος. Μέγα γὰρ αὐτοῦ ἦν τὸ ἀξίωµα λοιπὸν πανταχοῦ ᾀδοµένου, καὶ τῆς οἰκουµένης ὄντος διδασκάλου. Νῦν χαίρω ἐν τοῖς παθήµασί µου ὑπὲρ ὑµῶν, καὶ ἀνταναπληρῶ τὰ ὑστερήµατα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί µου ὑπὲρ τοῦ σώµατος αὐτοῦ, ὅ ἐστινἡ Ἐκκλησία.
4.2
Καὶ ποία αὕτη ἀκολουθία;∆ οκεῖ µὲν ἀπηρτῆσθαι, πολλὴν δὲ ἔχει τὴν ἀκολουθίαν. Καὶ,∆ ιάκονος, φησίν· ἀντὶ τοῦ, οὐδὲν παρ' ἐµαυτοῦ εἰσφέρων, ἀλλὰ τὰ ἑτέρου καταγγέλλων. Οὕτω δὲ πιστεύω, ὅτι καὶ πάσχω ὑπὲρ αὐτοῦ· καὶ οὐ πάσχω µόνον, ἀλλὰ καὶ χαίρω πάσχων, πρὸς τὴν ἐλπίδα τὴν µέλλουσαν ἀφορῶν· καὶ πάσχω οὐχ ὑπὲρ ἐµαυτοῦ, ἀλλ' ὑπὲρ ὑµῶν. Καὶ ἀνταναπληρῶ, φησὶ, τὰ ὑστερήµατα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί µου.∆ οκεῖ µὲν µέγα εἶναι ὅπερ ἐφθέγξατο, ἀλλ' οὐκ ἔστιν ἀπονοίας, µὴ γένοιτο, ἀλλὰ καὶ πολλῆς φιλοστοργίας τῆς περὶ τὸν Χριστόν· οὐ γὰρ βούλεται αὐτοῦ εἶναι, ἀλλ' ἐκείνου τὰ πάθη. Οὕτω δὲ εἶπε, τούτους οἰκειῶσαι αὐτῷ βουλόµενος. Καὶ ἃ ἐγὼ πάσχω, δι' ἐκεῖνον πάσχω, φησίν· ὥστε µὴ ἐµοὶ χάριν ὁµολογεῖτε, ἀλλ' ἐκείνῳ· αὐτὸς γὰρ πάσχει ταῦτα. Ὥσπερ ἂν εἴ τις πεµφθεὶς πρός τινα, ἕτερον ἀξιώσειε λέγων· Παρακαλῶ σε, ὑπὲρ ἐµοῦ ἄπελθε πρὸς τόνδε· εἶτα ἐκεῖνος λέγοι, ὅτι∆ ιὰ τόνδε ταῦτα ποιῶ. Ὥστε οὐκ ἐπαισχύνεται καὶ ταῦτα αὐτοῦ παθήµατα λέγειν. Οὐ γὰρ µόνον ἀπέθανεν ὑπὲρ ἡµῶν, ἀλλὰ καὶ µετὰ τὸ ἀποθανεῖν ἕτοιµός ἐστι θλιβῆναι δι' ἡµᾶς. Ἐφιλονείκησε καὶ ἐβιάσατο δεῖξαι αὐτὸν καὶ νῦν κινδυνεύοντα ὑπὲρ τῆς Ἐκκλησίας διὰ τοῦ ἰδίου σώµατος, καὶ πρὸς ἐκεῖνο ἀποτείνεται, ὅτι Οὐ δι' ἡµῶν προσάγεσθε, ἀλλὰ δι' αὐτοῦ, κἂν ἡµεῖς ταῦτα ποιῶµεν· οὐ γὰρ οἰκεῖον ἔργον ἀνεδεξάµεθα, ἀλλὰ τὸ ἐκείνου. Καὶ ταυτόν ἐστιν, ὥσπερ ἂν εἴ τις τάξις λαχοῦσα στρατηγὸν τὸν ὑπερασπίζοντα αὐτῆς, καὶ ἐν τῷ πολέµῳ στήκοι, εἶτα ἀπελθόντος ἐκείνου, ὁὑποστράτηγος τὰ ἐκείνου τραύµατα ἀναδέξοιτο µέχρι τοῦ λυθῆναι τὸν πόλεµον. Εἶτα ὅτι καὶ δι' αὐτὸν ταῦτα ποιεῖ, ἄκουσον. Ὑπὲρ τοῦ σώµατος αὐτοῦ, φησί· τοῦτο θέλων εἰπεῖν, ὅτι Οὐχ ὑµῖν χαρίζοµαι, ἀλλὰ τῷ Χριστῷ· ἃ γὰρ ἐκεῖνον ἔδει παθεῖν, ἐγὼ πάσχω ἀντ' αὐτοῦ· ὅρα πόσα κατασκευάζει.∆ είκνυσι πολὺ τὸ φίλτρον· ὥσπερ ἐν τῇ δευτέρᾳ πρὸς Κορινθίους Ἐπιστολῇ γράφων ἔλεγεν, Ἐν ἡµῖν ἔθετο τὴν διακονίαν τῆς καταλλαγῆς· καὶ πάλιν, Ὑπὲρ Χριστοῦ πρεσβεύοµεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡµῶν· τοῦτο καὶ ἐνταῦθά φησιν, Ὑπὲρ αὐτοῦ πάσχω, ἵνα µᾶλλον αὐτοὺς ἐπισπάσηται. Τουτέστιν, Εἰ καὶ ὁ ὀφείλων ὑµῖν ἀπῆλθεν, ἀλλ' ἐγὼ ἀποδίδωµι.∆ ιὰ γὰρ τοῦτο καὶ Ὑστερήµατα εἶπεν, ἵνα δείξῃ ὅτι οὐδὲ τὸ πᾶν ἡγεῖται οὐδέπω πεπονθέναι. Ὑπὲρ ὑµῶν, φησὶ, καὶ µετὰ θάνατον πάσχει, εἴ γε ἔτι ἐλλείµµατα ἔµεινε. Τοῦτο ἐν τῇ πρὸς Ῥωµαίους ἑτέρως ποιεῖ λέγων· Ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡµῶν· δεικνὺς ὅτι οὐκ ἠρκέσθη τῷ θανάτῳ µόνον, ἀλλὰ καὶ µετὰ ταῦτα µυρία ποιεῖ. Οὐ τοίνυν ἑαυτὸν ἐπαίρων ταῦτα λέγει, ἀλλὰ τὸν Χριστὸν δεῖξαι βουλόµενος ἔτι καὶ νῦν ὑπὲρ αὐτῶν φροντίζοντα. Καὶ τὸν λόγον ἀξιόπιστον δείκνυσι τῷ ἐπαγαγεῖν, Ὑπὲρ τοῦ σώµατος αὐτοῦ. Ὅτι γὰρ οὕτως ἔχει, καὶ οὐδὲν ἀπεικὸς, δῆλον ἐκ τοῦ ὑπὲρ τοῦ σώµατος αὐτοῦ ταῦτα γενέσθαι. Ὅρα πῶς ἡµᾶς συνῆψεν ἑαυτῷ. Τί τοίνυν ἐπεισάγετε διὰ µέσου ἀγγέλους; Ἧς ἐγὼ ἐγενόµην, φησὶ, διάκονος. Τί ἑτέρους ἐπεισάγετε ἀγγέλους; ἐγώ εἰµι διάκονος. Εἶτα δείκνυσιν ὅτι οὐδὲν αὐτὸς ἐποίησεν, εἴ γε διάκονός ἐστιν. Ἧς ἐγενόµην ἐγὼ, φησὶ, διάκονος κατὰ τὴν οἰκονοµίαν τοῦ Θεοῦ τὴν δοθεῖσάν µοι εἰς ὑµᾶς, πληρῶσαι τὸν λόγον τοῦ Θεοῦ οἰκονοµίαν. Ἤτοι τοῦτό φησιν, ὅτι Οὕτως ἠθέλησεν, αὐτοῦ ἀπελθόντος, ἡµᾶς διαδέξασθαι τὴν οἰκονοµίαν, ἵνα µὴ ὡς ἐγκαταλελειµµένοι διακέησθε· αὐτὸς γάρ ἐστιν ὁ παθὼν, αὐτὸς ὁ πρεσβεύων· ἢ τοῦτό φησιν, ὅτι Ἐµὲ τὸν µάλιστα πάντων διώκτην διὰ τοῦτο εἴασε διῶξαι, ἵνα ἀξιόπιστος ὦ κηρύσσων· ἢ οἰκονοµίαν φησὶν, ὅτι Οὐκ ἔργα ἐζήτησεν οὐδὲ πράξεις οὐδὲ κατορθώµατα, ἀλλὰ πίστιν καὶ βάπτισµα. Οὐ γὰρ ἂν ἑτέρως ἐδέξασθε τὸν λόγον. Εἰς ὑµᾶς, φησὶ, πληρῶσαι τὸν λόγον τοῦ Θεοῦ. Περὶ τῶν ἐθνῶν λέγει, δεικνὺς αὐτοὺς ἔτι σαλευοµένους τῷ εἰπεῖν, Πληρῶσαι. Τὸ γὰρ ἔθνη ἀπεῤῥιµµένα δυνηθῆναι τοσοῦτον ὕψος δογµάτων δέξασθαι, οὐχὶ Παύλου ἦν, ἀλλ' οἰκονοµίας τῆς τοῦ Θεοῦ· Ἐπεὶ ἐγὼ οὐκ ἂν ἴσχυσα, φησί.∆ είξας δὴ τὸ µεῖζον, τὰ αὐτοῦ παθήµατα τοῦ Χριστοῦ ὄντα, τότε τὸ σαφέστερον ἐπάγει, ὅτι Καὶ τοῦτο τοῦ Θεοῦ ἐστι, τὸ πληρῶσαι τὸν λόγον εἰς ὑµᾶς. Καὶ δείκνυσιν ἐνταῦθα[ οὐ] φανερῶς, ὅτι Καὶ τοῦτο οἰκονοµίας, τὸ νῦν λεχθῆναι, ὅτι δύνασθε ἀκούειν, ἀλλ' οὐκ ἀµελείας, ἀλλ' ὥστε δεκτικοὺς γενέσθαι. Ὁ γὰρ Θεὸς οὐκ ἀθρόως πάντα ποιεῖ, ἀλλὰ κέχρηται συγκαταβάσει διὰ τὴν πολλὴν αὐτοῦ φιλανθρωπίαν. Καὶ τοῦτο αἴτιον τοῦ νῦν παραγενέσθαι τὸν Χριστὸν, ἀλλὰ µὴ πάλαι. Οὕτω καὶ δείκνυσιν ἐν τῷ Εὐαγγελίῳ ὅτι διὰ τοῦτο τοὺς δούλους ἀπέστειλε πρώτους, ἵνα µὴ ἐπὶ τὸν φόνον ἔλθωσι τοῦ υἱοῦ. Εἰ γὰρ οὐδὲ µετὰ τοὺς δούλους ἐλθόντα τὸν υἱὸν ᾐδέσθησαν, πολλῷ µᾶλλον πρὸ τούτου· εἰ τῶν ἐλαττόνων οὐκ ἤκουον προσταγµάτων, πῶς τῶν µειζόνων ἤκουσαν ἄν; Τί οὖν φησιν; Οὐκ εἰσὶν Ἰουδαῖοι καὶ νῦν, καὶ Ἕλληνες ἀτελέστερον διακείµενοι; Τοῦτο λοιπὸν ὑπερβολὴ ῥᾳθυµίας. Τὸ γὰρ µετὰ τοσοῦτον χρόνον, µετὰ τοσαῦτα διδάγµατα ἔτι µένειν ἀτελεῖς, πολλῆς νωθείας ἐστίν.
4.3
Ὅταν οὖν λέγωσιν Ἕλληνες,∆ ιὰ τί νῦν ἦλθεν ὁ Χριστός; µὴ τοῦτο ἀφῶµεν λέγειν αὐτοὺς, ἀλλ', εἰ µὴ κατώρθωσεν, ἐρωτῶµεν. Ὥσπερ γὰρ εἰ καὶ παρὰ τὴν ἀρχὴν ἦλθε καὶ µὴ κατώρθωσεν, οὐκ ἤρκει ἡµῖν πρὸς ἀπολογίαν ὁ καιρός· οὕτως, ἐπειδὴ κατώρθωσεν, οὐκ ἂν εἴηµεν δίκαιοι τοῦ καιροῦ τὰς εὐθύνας ὑπέχειν. Οὐδὲ γὰρ ἰατρόν τις τὴν νόσον λύσαντα καὶ ἐπὶ ὑγείαν ἀγαγόντα ἀπαιτεῖ τῆς ἰατρείας τὰς εὐθύνας, οὐδὲ στρατηγὸν νενικηκότα τις ἐξετάζει, διὰ τί τῷδετῷ καιρῷ, καὶ διὰ τί ἐν τῷδε τῷ τόπῳ. Ταῦτα γὰρ, µὴ κατορθώσαντος, ἦν ἐρωτᾷν· κατορθώσαντος δὲ, καὶ ἀποδέχεσθαι. Τίς γὰρ, εἰπέ µοι, ἀξιοπιστότερος; ὁ σὸς λογισµὸς καὶ ἡ συκοφαντία, ἢ ἡ τοῦ πράγµατος τελειότης; ἐνίκησεν, ἢ οὐκ ἐνίκησε; τοῦτο δεῖξον· ἐκράτησεν, ἢ οὐκ ἐκράτησεν; ἐξήγαγεν εἰς τέλος ἅπερ εἶπεν, ἢ οὔ; Αὗταί εἰσιν αἱ εὐθῦναι. Εἰπὲ δή µοι, Θεὸν πάντως ὁµολογεῖς εἶναι, εἰ καὶ µὴ Χριστόν; ἐρωτῶ δή σε· ἄναρχος ὁ Θεός; Πάντως ἐρεῖς. Εἰπὲ δή µοι, διὰ τί µὴ πρὸ µυρίων ἐτῶν τοὺς ἀνθρώπους ἐποίησε; πλείονα γὰρ ἔµελλον ζήσεσθαι χρόνον. Εἰ γὰρ καλὸν τὸ εἶναι, πολλῷ µᾶλλον τὸ ἐπιπλεῖον εἶναι. Νῦν δὲ ἐζηµιώθησαν ὃν οὐκ ἐγένοντο χρόνον; Ἀλλ' οὐκ ἐζηµιώθησαν· τὸ δὲ πῶς, αὐτὸς οἶδεν ὁ πεποιηκώς. Πάλιν σε ἐρωτῶ, διὰ τί µὴ πάντας ἀθρόον ἐποίησεν, ἀλλ' ἡ µὲν τοῦ δεῖνος ψυχὴ τοῦ πρώτου γενοµένου τοσαῦτα ἔτη ἔχει οὖσα, ἡ δὲ ἑτέρα ἠλάττωταιἡ µηδέπω γενοµένη; διὰ τί τὸν µὲν πρῶτον, τὸν δὲ ὕστερον ἐποίησεν εἰς τόνδε παραχθῆναι τὸν κόσµον; καὶ τοιαῦτα ὄντως ζητήσεως ἄξια, ἀλλ' οὐ πολυπραγµοσύνης· τοῦτο γὰρ οὐδὲ ζητήσεως. Ἐγὼ δὲ ἐρῶ τὴν αἰτίαν ἥνπερ εἶπον· ὑπόθου γάρ µοι τὴν ἀνθρωπίνην φύσιν ὥσπερ µίαν τινὰ ἡλικίαν, καὶ τοὺς µὲν πρώτους χρόνους µειρακίου τάξιν ἔχειν τὸ γένος τὸ ἡµέτερον, τοὺς δὲµετ' ἐκεῖνο νεανίσκου, τούτους δὲ τοὺς ἐγγὺς τοῦ γήρως πρεσβύτου. Λοιπὸν ὅταν ἡ ψυχὴ ἀκµάζῃ, τῶν τοῦ σώµατος µελῶν χαλασθέντων, καὶ τοῦ πολέµου λυθέντος, τότε ἤχθηµεν ἐπὶ τὴν φιλοσοφίαν. Καὶ µὴν τοὐναντίον, φησί· µειράκια ὄντα διδάσκοµεν, ἀλλ' οὐ τὰ µεγάλα δόγµατα, ἀλλὰ ῥητορείαν, ἀλλὰ δεινότητα λόγων· ταῦτα µὲν οὖν, ὅταν ἀκµάζοντα γένηται. Ὅρα καὶ τὸν Θεὸν ταῦτα ποιοῦντα ἐπὶ τῶν Ἰουδαίων. Καθάπερ γὰρ παιδίοις τοῖς Ἰουδαίοις γραµµατιστὴν τὸν Μωϋσέα οὕτως αὐτοῖς ἐπέστησε, καὶ ὡς παιδία, οὕτως αὐτοὺς ἀνήγαγεν ἐκεῖνος σκιαγραφῶν, καθάπερ ἡµεῖς τὰ στοιχεῖα. Σκιὰν γὰρ ἦν ἔχων ὁ νόµος τῶν µελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγµάτων. Καθάπερ οὖν ἡµεῖς τοῖς παιδίοις καὶ πλακοῦντας ὠνούµεθα, καὶ ἀργύρια δίδοµεν, ἓν µόνον παρ' αὐτῶν ἀπαιτοῦντες, τὸ τέως βαδίζειν ἐπὶ τὸ διδασκαλεῖον· οὕτω καὶ ὁ Θεὸς τότε καὶ πλοῦτον ἔδωκε καὶ τρυφὴν, ἓν παρ' αὐτῶν ὠνούµενος µόνον διὰ τῆς πολλῆς συγχωρήσεως τὸ ἀκούειν Μωϋσέως.∆ ιὰ τοῦτο αὐτοὺς διδασκάλῳ παρέδωκεν, ἵνα µὴ αὐτοῦ καταφρονῶσιν, ἀλλὰ περιέχωνται καθάπερ πατρὸς φιλοστόργου. Ὅρα γὰρ πῶς ἐκεῖνον µόνον ἐδεδοίκεσαν. Οὐ γὰρ εἶπον, Ποῦ ἐστιν ὁ Θεός; ἀλλὰ, Ποῦ ἐστι Μωϋσῆς; καὶ παρὼν µόνον φοβερὸς ἦν. Ὅτε γοῦν κακῶς ἔπραξαν, ὅρα πῶς αὐτοὺς ἐκόλασεν. Ὁ µὲν γὰρ Θεὸς αὐτοὺς ἀποκηρῦξαι ἐβούλετο, αὐτὸς δὲ οὐκ ἀφίησι· µᾶλλον δὲ τὸ ὅλον τοῦ Θεοῦ γέγονε, καθάπερ πατρὸς ἀπειλοῦντος, ἐκείνου δὲ αὐτὸν οἱονεὶ διδασκάλου παραιτουµένου, καὶ λέγοντος, ὅτι Ἐµοὶσυγχώρησον, καὶ ἐκ τοῦ νῦν ἀναδέχοµαι. Οὕτως ἐγένετο διδασκαλεῖον ἡ ἔρηµος. Καὶ καθάπερ παιδία χρονίσαντα ἐπὶ τῆς διατριβῆς, ἀναχωρῆσαι βούλεται· οὕτω καὶ ἐκεῖνοι τότε συνεχῶς τὴν Αἴγυπτον ἐζήτουν, καὶ ἔκλαιον λέγοντες· Ἀπολώλαµεν, ἐξανηλώµεθα, παραπολώλαµεν. Καὶ τὴν πινακίδα αὐτῶν συνέτριψεν ὁ Μωϋσῆς, ἐφ' ἧς γράψας αὐτοῖς ἦν καθάπερ ὀνόµατά τινα· ταυτὸ ποιῶν, ὅπερ καὶ διδάσκαλος ποιήσειεν ἂν, τὴν δέλτον λαβὼν, καὶ ἰδὼν κακῶς γεγραµµένην, καὶ αὐτὴν ῥίπτει τὴν δέλτον, πολὺν τὸν θυµὸνἐνδείξασθαι βουλόµενος· κἂν κατεάξῃ, ὁ πατὴρ οὐ χολᾷ. Αὐτὸς µὲν γὰρ ἐνέκειτο γράφων· ἐκεῖνοι δὲ οὐχ ὁρῶντες εἰς αὐτὸν, ἀλλ' ἑτέρωθι ἐστραµµένοι ἠτάκτουν· καὶ καθάπερ ἐν τῇ διατριβῇ ἀλλήλους τύπτουσιν οἱ παῖδες, οὕτω καὶ τότε ἀλλήλους τύπτειν ἐκέλευσε καὶ ἀναιρεῖν. Καὶ πάλιν καθάπερ µαθήµατα διδοὺς, εἶτα ἀπαιτῶν, καὶ οὐχ εὑρίσκων, ἐκόλαζεν. Οἷόν τι λέγω· γράµµατα τῆς δυνάµεως τοῦ Θεοῦ ἦσαν γνωριστικὰ τὰ ἐν Αἰγύπτῳ. Ναὶ, φησίν· ἀλλὰ ταῦτα τὰ γράµµατα τὰς πληγὰς ἐδήλου, καὶ ὅτι τοὺς ἐχθροὺς κολάζει, καὶ διδασκαλεῖον αὐτοῖς ἦν ἀκριβές. Τί γὰρ ἦν ἄλλο ἡ κόλασις τῶν ἐχθρῶν, ἀλλ' ἢ ὑµετέρα εὐεργεσία; Ἄλλως δὲ καὶ εὐηργέτει ὑµᾶς· καὶ ταυτὸν γέγονεν, οἷον ἂν εἴ τις λέγοι µὲν εἰδέναι τὰ στοιχεῖα, σποράδην δὲ ἐρωτώµενος µὴ εὑρίσκοι, καὶ τύπτοιτο. Οὕτω κἀκεῖνοι ἔλεγον µὲν εἰδέναι τὴν δύναµιν τοῦ Θεοῦ, σποράδην δὲ ἀπαιτούµενοι τὴν γνῶσιν, αὐτὴν οὐ παρείχοντο· διὸ καὶ ἐτύπτοντο. Εἶδες ὕδωρ; ὀφείλεις ἀναµνησθῆναι τοῦ ὕδατος τοῦ ἐν Αἰγύπτῳ. Ὁ γὰρ ἀπὸ ὕδατος αἷµα ποιήσας, δυνήσεται καὶ τοῦτο ποιῆσαι· ὥσπερ καὶ ἡµεῖς λέγοµεν πολλάκις τοῖς παιδίοις· Ὅταν ἴδῃς ἐν τῷ βιβλίῳ τὸ, α, στοιχεῖον, ἀναµνήσθητι ὅτι ἐν τῇ πινακίδι αὐτὸ εἶχες. Εἶδες λιµόν; ἀναµνήσθητι ὅτι αὐτὸς ἦν ὁ τὰ γεννήµατα ἀπολέσας. Εἶδες πολέµους; ἀναµνήσθητι τοῦ καταποντισµοῦ. Εἶδες ὅτι µεγάλοι οἱ τὴν γῆν οἰκοῦντες; ἀλλ' οὐ τῶν Αἰγυπτίων µείζους. Εἶτα ὁ ἐκ µέσου αὐτῶν σε λαβὼν, οὐ πολλῷ µᾶλλον ἔξωθεν ὄντα σώσειεν ἄν; Ἀλλ' οὐκ ᾔδεσαν σκορπιστὰ ἐρωτᾶσθαι τὰ στοιχεῖα· διὰ τοῦτο ἐτύπτοντο. Ἔφαγον καὶ ἔπιον, καὶ ἀπελάκτισαν. Ἔδει ἐν τῷ µάννα µὴ ζητεῖν τρυφὴν, τὸ ἀπὸ ταύτης µαθόντας κακόν. Καὶ ταυτὸν ἐποίουν, οἷον εἰ ἐλεύθερος παῖς εἰς διδασκαλεῖον πεµπόµενος, ἐπιζητοίη τὸ µετὰ τῶν δούλων ἄγεσθαι, καὶ ὑπηρετεῖν αὐτοῖς, καὶ τὴνἀναγκαίαν καὶ ἐλευθέρῳ πρέ πουσαν τροφὴν λαβὼν, καὶ ἐν τῇ τοῦ πατρὸς τραπέζῃ καθήµενος, τῆς τῶν οἰκετῶν ἀπολαύειν θέλοι τῆς δυσώδους, τῆςταραχῆς ἐµπεπλησµένης. Οὕτω καὶ οὗτοι Αἴγυπτον ἐζήτουν, καὶ ἔλεγον τῷ Μωϋσῇ, Ναὶ, Κύριε, πάντα ὅσα ἂν εἴπῃς ποιήσοµεν, καὶ ἀκουσόµεθα. Καὶ ὅπερ ἐπὶ τῶν σφόδρα δυσδιορθώτων παίδων γίνεται, τοῦ πατρὸς αὐτοὺς ἀνελεῖν βουλοµένου, ὁ διδάσκαλος παραιτεῖται συνεχῶς, τοῦτο καὶ τότε ἐγίνετο.
4.4
Τί δὴ ταῦτα ἡµῖν εἴρηται; Ὅτι παίδων οὐδὲν διαφέροµεν. Βούλει ἀκοῦσαι καὶ τὰ δόγµατα αὐτῶν, πῶς παίδων ἐστί; Ὀφθαλµὸν ἀντὶ ὀφθαλµοῦ, φησὶ, καὶ ὀδόντα ἀντὶ ὀδόντος. Εἰκότως· οὐδὲν γὰρ οὕτω πρὸς ἄµυναν ὥρµηται, ὡς παιδικὴ διάνοια. Ἐπειδὴ γὰρ ἀλογίας ἐστὶ τὸ πάθος, πολλὴ δὲ ἡ ἀλογία, καὶ πολλὴ τοῦ λογισµοῦ ἡ ἐρηµία ἐν ἐκείνῃ τῇ ἡλικίᾳ, εἰκότως τυραννεῖται ὑπὸ θυµοῦ τὸ παιδίον· καὶ τοσαύτη ἡ τυραννὶς τοῦ θυµοῦ, ὥστε πολλάκις προσπταίσαντα καὶ διαναστάντα, ἢ γόνυ τύπτειν ἀγανακτοῦντα, ἢ τὸ ὑποπόδιον ἀναστρέφειν, καὶοὕτως ἀναπαύειν αὐτῶν τὴν ὀδύνην καὶ τὴν ὀργὴν σβεννύναι. Τοιοῦτόν τι καὶ ὁ Θεὸς ἐποίησεν, ὀφθαλµὸν ἀντὶ ὀφθαλµοῦ δοὺς ἐκκόπτειν, καὶ ὀδόντα ἀντὶ ὀδόντος, καὶ Αἰγυπτίους ἀναιρῶν καὶ Ἀµαληκίταςτοὺς λελυπηκότας αὐτούς. Καὶ τοιαῦτα ἐπαγγέλλεται, ὥσπερ ἂν εἴποι τις· Πάτερ, ὁ δεῖνά µε ἐτύπτησεν· εἶτ' ἐρεῖ ὁ πατήρ· Κακὸς ἄνθρωπος ὁ δεῖνα, καὶ µισήσωµεν αὐτόν. Οὕτω καὶ ὁ Θεὸς, Τοῖς ἐχθραίνουσί σοι, φησὶν, ἐχθρεύσω, καὶ τοὺς µισοῦντάς σε µισήσω. Καὶ πάλιν, ὅτε ὁ Βαλαὰµ ηὔχετο, παιδικὴ ἦν ἡ συγκατάβασις ἡ γεγονυῖα αὐτοῖς. Καθάπερ γὰρ ἐπὶ τῶν παιδίων, ὅταν τι τῶν οὐ φοβερῶν ἴδωσιν, οἷον ἢ ἔριον, ἢ ἄλλο τι τοιοῦτον, ἐξαίφνης φοβοῦνται· ὥστε δὲ µὴ ἐναποµεῖναι αὐτοῖς τὸν φόβον, ἄγοµεν ὑπὸ τὰς ἐκείνων χεῖρας αὐτὸ, καὶ τίτθας ποιοῦµεν ὑποδεικνύειν· οὕτω καὶ ὁ Θεὸς ἐποίησεν· ἐπειδὴ γὰρ φοβερὸς ἦν ὁ µάντις, ἔτρεψεν αὐτοῖς τὸν φόβον εἰς θάρσος. Καὶ καθάπερ τὰ ἀπογαλακτιζόµενα τῶν παιδίων ἐν καλαθίσκοις πάντα ἔχουσιν· οὕτω κἀκείνοις πάντα ἐδίδου, καὶ πολλὴν τὴν τρυφὴν ἐχορήγει. Ἀλλὰ τὸ παιδίον τὴν θηλὴν ἐπιζητεῖ· οὕτω καὶ οὗτοι τὴν Αἴγυπτον, καὶ τὰ ἐκεῖ κρέα. Ὥστε καὶ διδάσκαλον καὶ τροφέα καὶ παιδαγωγὸν οὐκ ἄν τις ἁµάρτοι τὸν Μωϋσέα προσειπών· πολλὴ γὰρ ἡ σοφία τοῦ ἀνδρός. Οὐκ ἔστι δὲ ἴσον ἀνδρῶν ἤδη φιλοσοφεῖν δυναµένων ἡγεῖσθαι, καὶ παίδων ἀλογίστων ἄρχειν. Καὶ, εἰ βούλεσθε καὶ ἕτερόν τι ἀκοῦσαι, καθάπερ ἡ τροφὸς τῷ παιδίῳ λέγει· Ὅταν ἀποπατῇς, ἀνάστειλόν σου τὰ ἱµάτια, καὶ µέχρι τοσούτου, ὅταν καθιζάνῃς· οὕτω καὶ ὁ Μωϋσῆς ἐποίει. Καὶ ὥσπερ πάντα τὰ πάθη τυραννεῖ ἐν τοῖς παισὶ( οὐδέπω γὰρ ἔχει τὸν ἡνίοχον), κενοδοξία, ἐπιθυµία, ἀλογία, θυµὸς, βασκανία· οὕτω καὶ ἐν τοῖς Ἰουδαίοις πάντα ταῦτα ἐκράτει· ἐνέπτυον, ἔτυπτον τὸν Μωϋσέα. Καὶ καθάπερ παιδίον λαµβάνει λίθον, καὶ πάντες βοῶµεν· Ὢ µὴ ῥίψῃς· οὕτω κἀκεῖνοι λίθους ἐλάµβανον κατὰ τοῦ πατρὸς, ὁ δὲ ἔφευγε. Καὶ καθάπερ εἰ κόσµον τινὰ ἔχοι ὁ πατὴρ, τοῦτον τὸ παιδίον αἰτεῖ παρ' αὐτοῦ φιλόκοσµον ὄν· οὕτω δὴ οἱ περὶ∆ αθὰν καὶ Ἀβειρὼν πεποιήκασι τῇ ἱερωσύνῃ ἐπαναστάντες. Καὶ βάσκανοι δὲ µάλιστα πάντων ἦσαν, καὶµικρόψυχοι, καὶ κατὰ πάντα ἀτελεῖς. Τότε οὖν ἔδει φανῆναι τὸν Χριστὸν, εἰπέ µοι; τότε τὰ διατάγµατα ταῦτα δοῦναι τὰ φιλόσοφα, ὅτε ἐµαίνοντο ὑπὸ τῆς ἐπιθυµίας, ὅτε ἵπποι ἦσαν θηλυµανεῖς, ὅτε χρηµάτων δοῦλοι, ὅτε γαστρός; Ἀλλ' ἐξέχεεν ἂν τὰ τῆς φιλοσοφίας διδάγµατα ἀνοήτοις οὖσι διαλεγόµενος· καὶ οὔτε ταῦτα, οὔτε ἐκεῖνα ἔµαθον ἄν. Καὶ ὥσπερ ὁ πρὸ τῶν στοιχείων ἀναγινώσκειν διδάσκων, οὐδέποτε οὐδὲ τὰ στοιχεῖα διδάξει, οὕτω δὴ καὶ τότε. Ἀλλ' οὐ νῦν· ἀλλὰ τῇ χάριτι τοῦ Θεοῦ πολλὴ ἡ ἐπιείκεια, πολλὴ ἡ ἀρετὴ πανταχοῦ καταπεφύτευται. Εὐχαριστῶµεν οὖν ὑπὲρ πάντων, καὶ µὴ πολυπραγµονῶµεν. Τὸν γὰρ καιρὸν οὐχ ἡµεῖς ἴσµεν, ἀλλ' ὁ τοῦ καιροῦ ποιητὴς, καὶ τῶν αἰώνων δηµιουργός. Πάντων τοίνυν αὐτῷ παραχωρῶµεν· τοῦτο γάρ ἐστι δοξάζειν τὸν Θεὸν, τὸ µὴ ἀπαιτεῖν αὐτὸν εὐθύνας ὧν ποιεῖ. Οὕτω καὶ Ἀβραὰµ δόξαν ἔδωκε τῷ Θεῷ, Πληροφορηθεὶς ὅτι ὃ ἐπήγγελται, δυνατός ἐστι καὶ ποιῆσαι. Ἐκεῖνος οὐδὲ τὸ µέλλον ἠρώτησεν· ἡµεῖς δὲ καὶ τῶν παρελθόντων ἐξετάζοµεν τὸν λόγον. Ὅρα πόση ἡ ἄνοια, πόση ἡ ἀγνωµοσύνη. Ἀλλὰ παυσώµεθα λοιπόν· οὐδὲν γὰρ ἀπὸ τούτου κέρδος, ἀλλὰ καὶ πολλὴ ἡ βλάβη· καὶ εὐγνωµόνως διατεθῶµεν περὶ τὸν ἡµέτερον∆ εσπότην, καὶ δόξαν ἀναπέµψωµεν τῷ Θεῷ, ἵνα ὑπὲρ ἁπάντων τὴν εὐχαριστίαν ἀναφέροντες, τῆς παρ' αὐτοῦ φιλανθρωπίας ἀξιωθῶµεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note