Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Colossians
John ChrysostomHom. Col. 5 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
5.0
Τὸ µυστήριον τὸ ἀποκεκρυµµένον ἀπὸ τῶν αἰώ νων καὶ ἀπὸ τῶν γενεῶν, νυνὶ δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ, οἷς ἠθέλησεν ὁ Θεὸς γνωρίσαι τίς ὁπλοῦτος τῆς δόξης τοῦ µυστηρίου τοῦ ἐν τοῖς ἔθνεσιν, ὅς ἐστι Χριστὸς ἐν ὑµῖν, ἡ ἐλπὶς τῆς δόξης, ὃν ἡµεῖς καταγγέλλοµεν, νουθετοῦντες πάντα ἄνθρωπον, καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωµεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ Ἰησοῦ.
5.1
Εἰπὼν ὧν ἐτύχοµεν, καὶ δείξας τοῦ Θεοῦ τὴν φιλανθρωπίαν καὶ τὴν τιµὴν τῷ µεγέθει τῶν δοθέντων, πάλιν ἑτέραν ἐπίτασιν εἰσάγει, ὅτι οὐδὲ πρὸ ἡµῶντις αὐτὸν ἔµαθεν· ὃ καὶ ἐν τῇ πρὸς Ἐφεσίους ποιεῖ λέγων· Οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε ἄλλη τις κτιστὴ δύναµις, ἀλλὰ µόνος ὁ τοῦ Θεοῦ Υἱὸς ᾔδει.∆ ιὸ καὶ οὐχ ἁπλῶς κεκρυµµένον εἶπεν, ἀλλ' Ἀποκεκρυµµένον· καὶ ὅτι εἰ καὶ νῦν γέγονεν, ἀλλὰ παλαιόν ἐστι, καὶ ἄνωθεν ταῦτα ὁ Θεὸς ἐβούλετο, καὶ οὕτω διετετύπωτο· διὰ τί δὲ, οὐκέτι λέγει. Ἀπὸ τῶν αἰώνων, φησὶν, ἐξ ἀρχῆς. Καὶ µυστήριον εἰκότως καλεῖ, ὃ οὐδεὶς ᾔδει πλὴν ὁ Θεός. Καὶ ποῦ κεκρυµµένον; Ἐν τῷ Χριστῷ· ὥσπερ ἐν τῇ πρὸς Ἐφεσίους λέγει· ἢ ὥσπερ ὅταν λέγῃ ὁ προφήτης, Ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ. Νυνὶ δὲ ἐφανερώθη, φησὶ, τοῖς ἁγίοις αὐτοῦ. Ὥστε τῆς τοῦ Θεοῦ οἰκονοµίας ἐστὶ τὸ ὅλον. Νυνὶ δὲ, φησὶν, ἐφανερώθη. Οὐκ εἶπεν, Ἐγένετο, ἀλλ', Ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ. Ὥστε καὶ νῦν ἔτι κρύπτεται, εἴπερ τοῖς ἁγίοις ἐφανερώθη µόνοις. Μὴ τοίνυν ὑµᾶς ἀπατάτωσαν ἐκεῖνοι· οὐ γὰρ ἴσασι, διὰ τί µόνοις, Οἷς ἠθέλησε, φησίν. Ὅρα πῶς πανταχοῦ ἐπιστοµίζει τὰς ἐρωτήσεις αὐτῶν. Οἷς ἠθέλησεν ὁ Θεὸς, φησὶ, γνωρίσαι. Τὸ δὲ θέλειν αὐτοῦ, οὐκ ἄλογον. Τοῦτο δὲ εἶπε, χάριτος µᾶλλον ὑπευθύνους ποιῶν, ἢ ἀφιεὶς αὐτοὺς ἐπὶ κατορθώµατι µέγα φρονεῖν. Τίς ὁ πλοῦτος τῆς δόξης τοῦ µυστηρίου τούτου ἐν τοῖς ἔθνεσι. Σεµνῶς εἶπε, καὶ ὄγκον ἐπέθηκεν, ἀπὸ πολλῆς διαθέσεως ἐπιτάσεις ζητῶν ἐπιτάσεων. Καὶ γὰρ καὶ τοῦτο ἐπιτάσεως, τὸ ἀορίστως εἰπεῖν, Ὁ Πλοῦτος τῆς δόξης τοῦ µυστηρίου τούτου ἐν τοῖς ἔθνεσι. Μάλιστα µὲν γὰρ ἐν τοῖς ἔθνεσι φαίνεται, καθὼς καὶ ἀλλαχοῦ φησι, Τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν· φαίνεται δὲ καὶ ἐν ἑτέροις, πολλῷ δὲ πλέον ἐν τούτοις ἡ πολλὴ τοῦ µυστηρίου δόξα. Τὸ γὰρ ἀθρόως ἀνθρώπους λίθων ἀναισθητοτέρους εἰς ἀγγέλων ἀγαγεῖν ἀξίωµα ἁπλῶς διὰ ψιλῶν ῥηµάτων καὶ πίστεως µόνης χωρὶς ἐργωδίας πάσης, ὄντως δόξα καὶ πλοῦτος µυστηρίου· ὥσπερ ἂν εἴ τις κύνα λιµῷ καὶ ψώρᾳ διεφθαρµένον, αἰσχρόν τινα καὶ δυσειδῆ καὶ οὐδὲ κινεῖσθαι δυνάµενον, ἀλλ' ἐῤῥιµµένον, ἐξαίφνης καὶἄνθρωπον ποιήσειε, καὶ ἐπὶ τοῦ θρόνου δείξειε τοῦ βασιλικοῦ. Ὅρα γάρ· τοὺς λίθους προσεκύνουν, καὶ τὴν γῆν· ἔµαθον ὅτι καὶ οὐρανοῦ καὶ ἡλίου ἀµείνους εἰσὶ, καὶ ὁ κόσµος ἅπας αὐτοῖς δουλεύει· αἰχµάλωτοι καὶ δεσµῶται ἦσαν τοῦ διαβόλου· ἀθρόον γεγόνασιν αὐτοῦ τῆς κεφαλῆς ἐπάνω καὶ ἐπέταττον αὐτῷ, καὶ ἐµάστιζον αὐτόν· δαιµόνων ὄντες θεραπευταὶ καὶ δοῦλοι, τοῦ τῶν ἀγγέλων∆ εσπότου καὶ τῶν ἀρχαγγέλων γεγόνασι σῶµα· οὐδὲ τί ἐστι Θεὸς εἰδότες, γεγόνασιν ἐξαίφνης καὶ σύνθρονοι τοῦ Θεοῦ. Βούλει µυρίους ἰδεῖν ἀναβαθµοὺς, οὓς ὑπερεπήδησαν; Ἔδει µαθεῖν πρῶτον, ὅτι οἱ λίθοι οὐ θεοί· δεύτερον, ὅτι οὐ µόνον οὐ θεοὶ, ἀλλὰ καὶ ἀνθρώπων ἐλάττους· τρίτον, ὅτι καὶ ἀλόγων· τέταρτον, ὅτι καὶ φυτῶν· πέµπτον, ὅτι τὰ ἄκρα συνήγαγον εἰς ταυτὸν, ὅτι οὐ µόνον λίθοι, ἀλλ' οὐδὲ γῆ, οὐδὲ ζῶα, οὐδὲ φυτὰ, οὐδὲ ἄνθρωπος, οὐδὲ οὐρανός· ἢ ἄνωθεν πάλιν, ὅτι οὐ λίθοι, οὐ ζῶα, οὐ φυτὰ, οὐ στοιχεῖα, οὐ τὰ ἄνω, οὐ τὰ κάτω, οὐκ ἄνθρωπος, οὐ δαίµονες, οὐκ ἄγγελοι, οὐκ ἀρχάγγελοι, οὐχ ἑτέρατις τῶν ἄνω δυνάµεων ἐκείνων ὑπὸ τῆς ἀνθρωπίνης φύσεως θεραπεύεσθαι ὀφείλει. Καθάπερ ἀπό τινος βυθοῦ ἀνιµωµένους ἔδει µαθεῖν, ὅτι ὁ πάντων∆ εσπότης οὗτος Θεός ἐστιν, ὅτι θεραπεύειν αὐτὸν µόνον χρὴ, ὅτι καλὸν ἡθαυµαστὴ πολιτεία, ὅτι ὁ παρὼν θάνατος οὐ θάνατος, ὅτι ἡ ζωὴ οὐ ζωὴ, ὅτι τὸ σῶµα ἀνίσταται, ὅτι ἄφθαρτον γίνεται, ὅτι εἰς οὐρανοὺς ἄνεισιν, ὅτιἀθανασίας ἐπιτυγχάνει, ὅτι µετὰ ἀγγέλων ἕστηκεν, ὅτι µεθίσταται. Ἀλλὰ τοῦτον τὸν ἐκεῖ κάτω, ταῦτα πάντα ὑπερπηδήσαντα, ἄνω ἐκάθισεν ἐπὶ τοῦ θρόνου, τῶν ἀγγέλων καὶ τῶν ἀρχαγγέλων καὶ τῶν θρόνων καὶτῶν κυριοτήτων ποιήσας κυριώτερον τὸν ὑποκάτω λίθων ὄντα. Ὄντως καλῶς εἶπε, Τίς ὁ πλοῦτος τῆς δόξης τοῦ µυστηρίου τούτου. Ὥσπερ ἂν εἴ τις µωρόν τινα φιλόσοφον ἐξαίφνης δείξειε· µᾶλλον δὲ ὅσα ἂν εἴποι τις, οὐδὲν ἐρεῖ· καὶ γὰρ καὶ τὰ τοῦ Παύλου ἀόριστά ἐστι. Τίς ὁ πλοῦτος, φησὶ, τῆς δόξης τοῦ µυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅς ἐστι Χριστὸς ἐν ὑµῖν. Πάλιν ἔδει µαθεῖν, ὅτι ὁ πάντων ἀνώτερος, καὶ ἀγγέλων ἄρχων, καὶ τῶν ἄλλων ἁπασῶν δυνάµεων κρατῶν, κατέβη κάτω, καὶ ἄνθρωπος γέγονε, καὶµυρία ἔπαθε, καὶ ἀνέστη καὶ ἀνελήφθη.
5.2
Ταῦτα πάντα µυστηρίου ἦν, καὶ µετ' ἐγκωµίου τίθησι λέγων, Ὅς ἐστι Χριστὸς ἐν ὑµῖν. Εἰ δὲ ἐν ὑµῖν ἐστι, τί ἀγγέλους ζητεῖτε διδασκάλους; Τοῦ µυστηρίου τούτου. Ἔστι γὰρ καὶ ἄλλο µυστήριον. Ἀλλὰ τοῦτο ὄντως µυστήριον, ὃ οὐδεὶς οἶδεν, ὅ ἐστι θαυµαστὸν, ὃ παρὰ τὴν κοινὴν προσδοκίαν, ὃ ἐκρύπτετο. Ὅς ἐστι Χριστὸς ἐν ὑµῖν, φησὶν, ἡ ἐλπὶς τῆς δόξης, ὃν ἡµεῖς καταγγέλλοµεν, ἄνωθεν αὐτὸν φέροντες· ὃν ἡµεῖς, οὐκ ἄγγελοι· διδάσκοντες καὶ νουθετοῦντες, οὐκ ἐπιτακτικῶς οὐδὲ µετὰ ἀνάγκης· καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ Θεοῦ φιλανθρωπίας, τὸ µὴ τυραννικῶς προσάγεσθαι. Ἐπειδὴ τὸ,∆ ιδάσκοντες, µέγα ἦν, ἐπήγαγε, Νουθετοῦντες, ὅπερ ἦν µᾶλλον πατρὸς, ἢ διδασκάλου. Ὃν ἡµεῖς, φησὶ, καταγγέλλοµεν, νουθετοῦντες πάντα ἄνθρωπον, καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ· τουτέστι, µετὰ πάσης σοφίας καὶ συνέσεως, ἢ πάντα ἐν σοφίᾳ λέγοντες. Ὥστε σοφίας δεῖ πάσης· τὸ γὰρ τὰ τοιαῦτα δυνηθῆναι µαθεῖν, οὐ τῶν τυχόντων ἐστίν. Ἵνα παραστήσωµεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ Ἰησοῦ. Τί λέγεις, Πάντα ἄνθρωπον; Ναὶ, φησὶ, τοῦτο σπουδάζοµεν. Τί γάρ; εἰ καὶ µὴ γίνεται τοῦτο, ἔσπευδεν ὁ µακάριος Παῦλος τέλειον ποιῆσαι. Ἄρα τοῦτο τελειότης, ἐκεῖνο δὲ ἀτελές· ὥστε κἂν µὴ πᾶσάν τις ἔχῃ τὴν σοφίαν, ἀτελής ἐστι. Τέλειον ἐν Χριστῷ Ἰησοῦ. Οὐκ ἐν νόµῳ οὐδὲ ἐν ἀγγέλοις· ἐκεῖνο γὰρ οὐ τέλειον. Ἐν Χριστῷ, τουτέστιν, ἐν τῇ γνώσει τοῦ Χριστοῦ. Ὁ εἰδὼς τί ἐποίησεν ὁ Χριστὸς, µεῖζον φρονήσει ἀγγέλων. Ἐν Χριστῷ Ἰησοῦ· εἰς ὃ καὶ κοπιῶ ἀγωνιζόµενος. Οὐχ ἁπλῶς σπουδάζω, φησὶν, οὐδὲ ὡς ἔτυχεν, ἀλλὰ, Κοπιῶ ἀγωνιζόµενος, µετὰ πολλῆς τῆς σπουδῆς, τουτέστι, µετὰ πολλῆς τῆς ἀγρυπνίας. Εἰ ἐγὼ ὑπὲρ τῶν ὑµετέρων ἀγαθῶν οὕτως ἀγρυπνῶ, πολλῷ µᾶλλον ὑµεῖς ὀφείλετε. Εἶτα πάλιν δεικνὺς θεῖον ὂν, Κατὰ τὴν ἐνέργειαν αὐτοῦ, φησὶ, τὴν ἐνεργουµένην ἐν ἐµοὶ ἐν δυνάµει.∆ είκνυσιν ὅτι τοῦ Θεοῦ τοῦτο ἔργον ἐστίν. Ὁ τοίνυν ἰσχυρόν µε ποιῶν εἰς τοῦτο, δῆλον ὅτι τοῦτο βούλεται· διὸ καὶ ἀρχόµενός φησι,∆ ιὰ θελήµατος Θεοῦ. Ὥστε οὐ µόνον µετριάζων αὐτὸ τέθεικεν, ἀλλὰ καὶ ἐπαληθεύων τῷ λόγῳ, καὶ ἀγωνιζόµενος. Τοῦτο εἰπὼν, δείκνυσιν ὅτι πολλοὶ µάχονται πρὸς αὐτόν. Εἶτα ἡ φιλοστοργία πολλή· Θέλω γὰρ ὑµᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω περὶ ὑµῶν, καὶ τῶν ἐν Λαοδικείᾳ. Εἶτα ἵνα µὴ δόξῃ τῆς αὐτῶν ἀσθενείας εἶναι τοῦτο, συνῆψε καὶ ἑτέρους, καὶ οὐδέπω κατέγνω. Καὶ ὅσοι οὐχ ἑωράκασι τὸ πρόσωπόν µου ἐν σαρκί. Θείως δείκνυσιν ἐνταῦθα, ὅτι ἑώρων συνεχῶς ἐν πνεύµατι. Μαρτυρεῖ δὲ αὐ τοῖς ἀγάπην πολλήν· διὸ καὶ ἐπήγαγεν· Ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν, συµβιβασθέντων ἐν ἀγάπῃ, καὶ εἰς πάντα πλοῦτον τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ µυστηρίουτοῦ Θεοῦ Πατρὸς καὶ τοῦ Χριστοῦ· ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. Ἤδη λοιπὸν σπεύδει καὶ ὠδίνει ἐµβαλεῖν εἰς τὸ δόγµα, οὔτε κατηγορῶν, οὔτε ἀπαλλάττων αὐτοὺς τῆς κατηγορίας. Ἀγῶνα, φησὶν, ἔχω. Ἵνα τί γένηται; Ἵνασυµβιβασθῶµεν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· ἵνα στῶσι βέβαιοι ἐν τῇ πίστει. Ἀλλ' οὐ τίθησιν οὕτως, ἀλλ' ὑποτέµνεται τὰ τῆς κατηγορίας. Τουτέστιν, ἵνα ἑνωθῶσι µετὰ ἀγάπης, οὐδὲ µετὰ ἀνάγκης, οὐδὲ µετὰ βίας. Ὅπερ γὰρ εἶπον, Ἀνεπαχθής ἐστιν ἀεὶ αὐτοῖς ἐπιτρέπων, καὶ διὰ τοῦτό φησιν· Ἀγωνιῶ, ἐπειδὴ µετὰ ἀγάπης, καὶ ἑκόντας βούλοµαι. Οὐ γὰρ ἁπλῶς τὴν συναγωγὴν βούλοµαι γίνεσθαι, οὐχ ἁπλῶς τῷ στόµατι, ἀλλ' ἵνα αἱ καρδίαι αὐτῶν παρακληθῶσι. Συµβιβασθέντων ἐν ἀγάπῃ εἰς πάντα πλοῦτον τῆς πληροφορίας τῆς συνέσεως. Τουτέστιν, ἵνα ὑπὲρ µηδενὸς ἀµφιβάλλωσιν, ἵν' ὑπὲρ πάντων πεπληροφορηµένοι ὦσι. Πληροφορίαν δὲ εἶπε τὴν διὰ πίστεως· ἔστι γὰρ πληροφορία καὶ ἡ διὰ λογισµῶν, ἀλλ' οὐδενὸς λόγου ἐκείνη ἀξία. Οἶδα, φησὶν, ὅτι πιστεύετε, ἀλλὰ πληροφορηθῆναι ὑµᾶς βούλοµαι, οὐκ εἰς τὸν πλοῦτον µόνον, ἀλλ' Εἰς πάντα τὸν πλοῦτον, ἵνα καὶ ἐν πᾶσι καὶἐπιτεταµένως πεπληροφορηµένοι ἦτε. Καὶ θέα τὴν σύνεσιν τοῦ µακαρίου τούτου. Οὐκ εἶπεν, ὅτι Κακῶς ποιεῖτε, ὅτι Οὐ πεπληροφόρησθε, καὶ κατηγόρησεν· ἀλλ', Οὐκ ἴστε πῶς σπουδάζω, ἵνα πληροφορηθῆτε µετὰ συνέσεως, καὶ οὐχ ἁπλῶς. Ἐπειδὴ γὰρ εἶπε πίστιν, Μὴ νοµίσητε, φησὶν, ὅτι ἁπλῶς καὶ ἀνονήτως εἶπον, ἀλλὰ µετὰ συνέσεως, µετὰ ἀγάπης. Εἰς ἐπίγνωσιν τοῦ µυστηρίου τοῦ Θεοῦ Πατρὸς, καὶ τοῦ Χριστοῦ. Ὥστε τοῦ Θεοῦ τοῦτό ἐστι τὸ µυστήριον, τὸ διὰ τοῦ Υἱοῦ προσάγεσθαι. Καὶ τοῦ Χριστοῦ, ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. Εἰ δὲ ἐν αὐτῷ εἰσιν, ἄρα σοφῶς καὶ νῦν ἦλθε. Τίνος οὖν ἕνεκεν ἐγκαλοῦσί τινες τῶν ἀνοήτων; Ὅρα πῶς τοῖς ἁπλουστέροις διαλέγεται· Ἐν ᾧ εἰσι πάντες οἱ θησαυροί. Αὐτὸς πάντα οἶδεν. Ἀπόκρυφοι. Μὴ γὰρ δὴ νοµίσητε ἤδη τὸ πᾶν ἔχειν· ἀπόκρυφοί εἰσι καὶ ἀπὸ ἀγγέλων, οὐκ ἀφ' ὑµῶν µόνον· ὥστε παρ' αὐτοῦ δεῖ πάντα αἰτεῖν· αὐτὸς δίδωσι σοφίαν καὶ γνῶσιν. Τῷ µὲν οὖν, Θησαυροὶ, εἰπεῖν, τὸ πολὺ δείκνυσι· τῷ δὲ, Πάντες, τὸ µηδὲ ἀγνοεῖν· τῷ δὲ, Ἀπόκρυφοι, τὸ µόνος εἰδέναι. Τοῦτο δὲ λέγω, ἵνα µή τις ὑµᾶς παραλογίζηται ἐν πιθανολογίᾳ.
5.3
Ὁρᾷς ὅτι διὰ τοῦτο εἶπον, φησὶ, ταῦτα, ἵνα µὴ παρὰ ἀνθρώπων ζητῆτε. Παραλογίζηται, φησὶν, ἐν πιθανολογίᾳ. Τί γὰρ, εἰ πιθανῶς λέγει; Εἰ γὰρ τῇ σαρκὶ ἄπειµι, ἀλλὰ τῷ πνεύµατι σὺν ὑµῖν εἰµι. Τὸ ἀκόλουθον τοῦτο ἦν εἰπεῖν· Εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειµι, ἀλλ' ὅµως οἶδα τοὺς ἀπατεῶνας· νῦν δὲ εἰς ἐγκώµιον κατέληξε. Χαίρων καὶ βλέπων ὑµῶν τὴν τάξιν καὶ τὸ στερέωµα τῆς εἰς Χριστὸν πίστεως ὑµῶν. Τὴν τάξιν, τὴν εὐταξίαν, φησί. Καὶ στερέωµα τῆς εἰς Χριστὸν πίστεως. Ταῦτα ἐγκωµίων µᾶλλόν ἐστι. Καὶ οὐκ εἶπε, τὴν πίστιν, ἀλλὰ, Τὸ στερέωµα, καθάπερ πρὸς στρατιώτας εὐτάκτως ἑστῶτας καὶ βεβαίως. Τὸ στεῤῥὸν οὐκ ἀπάτη, οὐ πειρασµὸς δια σαλεύει. Οὐ µόνον, φησὶν, οὐ πεπτώκατε, ἀλλ' οὐδὲ τὴν τάξιν ὑµῶν συνέχεέ τις. Ἐπέστησεν ἑαυτὸν αὐτοῖς, ἵνα ὡς παρόντα φοβῶνται· ἡ γὰρ τάξις οὕτω φυλάττεται. Ἀπὸ τοῦ στερεώµατος τὸ πεπυκνωµένον· οὕτω γὰρ γίνεται στερέωµα, ὅτε πολλὰ συναγαγὼν συγκολλήσεις πυκνῶς καὶ ἀδιασπάστως· τότε στερέωµα γίνεται, οἷον ἐπὶ τοίχου. Τοῦτο δὲ τῆς ἀγάπης ἔργον ἐστί· τοὺς γὰρ καθ' ἑαυτοὺς ὄντας, ὅταν ἀκριβῶς συγκολλήσῃ καὶ συνάψῃ, στεῤῥοὺς ἐργάζεται. Καὶ ἡ πίστις πάλιν τὸ αὐτὸ ποιεῖ, ὅταν µὴ ἀφῇ λογισµοὺς ἐπεισελθεῖν. Ὥσπερ γὰρ οἱ λογισµοὶ διαιροῦσι καὶ σαλεύουσι, οὕτως ἡ πίστις στερεοῖ καὶ παγῆναι ποιεῖ. Ἐπειδὴ γὰρ µείζονα ἢ κατὰ ἀνθρώπινον λογισµὸν εὐηργέτησεν ἡµᾶς ὁ Θεὸς, εἰκότως τὴν πίστιν ἐπεισήγαγεν. Οὐκ ἔστι γὰρ εἶναι στεῤῥὸν τὸν λογισµοὺς ἀπαιτοῦντα. Ἰδοὺ γὰρ τὰ σεµνὰ ἡµῶν πάντα πῶς ἔρηµα λογισµῶν, καὶ πίστεως ἔχεται µόνης. Οὐκ ἔστιν οὐδαµοῦ ὁ Θεὸς, καὶ πανταχοῦ ἐστι. Τί τούτου ἀλογώτερον; Ἕκαστον καθ' ἑαυτὸ ἀπορίας γέµει. Οὐ γὰρ δὴ ἐν τόπῳ ἐστὶν, οὐδὲ τόπος ἐστί τις ἐν ᾧ ἐστιν. Οὐκ ἐγένετο, οὐχ ἑαυτὸν ἐποίησεν, οὐκ ἤρξατο τοῦ εἶναι. Ποῖος ταῦτα λογισµὸς καταδέξεται, ἂν µὴ πίστις ᾖ; ἢ οὐχὶ κατάγελως εἶναι δοκεῖ, καὶ αἰνίγµατος µᾶλλον οὐκ ἔχει τέλος; Τὸ µὲν οὖν ἄναρχον αὐτοῦ καὶ ἀγέννητον καὶ ἀπερίγραφον καὶ ἄπειρον, οὕτως ἄπορον· τὸ δὲ ἀσώµατον ἴδωµεν, µήποτε λογισµῷ ἐξετάσαι δυνώµεθα. Ἀσώµατός ἐστιν ὁ Θεός. Τί ἐστιν ἀσώµατος; Ῥῆµα ψιλὸν µόνον· ἡ γὰρ ἔννοια οὐδὲν ἐδέξατο, οὐδὲ ἐνετύπωσεν ἑαυτῇ· κἂν γὰρ ἀνατυπώσῃ, εἰς φύσιν ἔρχεται, καὶ τὰ τοῦ σώµατος ποιητικά. Ὥστε λέγει µὲν τὸ στόµα, οὐκ οἶδε δὲ ἡ διάνοια τί λέγει, ἢ ἓν µόνον, ὅτι οὐκ ἔστι σῶµα· τοῦτο µόνον οἶδε. Καὶ τί λέγω ἐπὶ Θεοῦ; ἐπὶ γὰρ ψυχῆς τί ἐστι τὸ ἀσώµατον, τῆς γενοµένης, τῆς ἐγκεκλεισµένης, τῆς περιγραφοµένης; εἰπὲ, δεῖξον. Ἀλλ' οὐκ ἂν ἔχοις. Ἀήρ ἐστιν; Ἀλλ' ὁ ἀὴρ σῶµα, εἰ καὶ µὴ ναστὸν, καὶ πολλαχόθεν δῆλον ὅτι σῶµά ἐστι χαῦνον. Πῦρ δέ; Ἀλλὰ τὸ πῦρ σῶµά ἐστιν, ἡ δὲ ἐνέργεια. τῆς ψυχῆς ἀσώµατον.∆ ιὰ τί; Ὅτι πανταχοῦ διήκει. Εἰ δὲ αὐτὴ σῶµά ἐστιν, ἐν τόπῳ τὸ ἀσώµατον· οὐκοῦν καὶ περιγράφεται· τὸ δὲ περιγραφόµενον, ἐν σχήµατί ἐστι, τὰ δὲ σχήµατα ἀπὸ γραµµῆς, αἱ δὲ γραµµαὶ σωµάτων. Πάλιν τὸ ἀσχηµάτιστον ποίαν ἔννοιαν ἔχει; Οὐ σχῆµα ἔχει, οὐκ εἶδος, οὐ τύπον. Ὁρᾷς πῶς ἰλιγγιᾷ ἡ διάνοια; Πάλιν ἄδεκτος ἡ φύσις κακῶν ἐκείνη· ἀλλὰ καὶ ἑκών ἐστιν ἀγαθός· οὐκοῦν δεκτική. Ἀλλ' οὐκ ἔστιν εἰπεῖν· µὴ γένοιτο. Πάλιν θέλων εἰς τὸ εἶναι παρήχθη, ἢ µὴ θέλων; Ἀλλ' οὐδὲ τοῦτο ἔστιν εἰπεῖν. Πάλιν περιγράφει τὴν οἰκουµένην, ἢ οὔ; Εἰ µὲν γὰρ µὴ περιγράφει, αὐτὸς περιγράφεται· εἰ δὲ περιγράφει, ἄπειρός ἐστι τῇ φύσει. Πάλιν ἑαυτὸν περιγράφει; Ἀλλ' εἰ περιγράφει ἑαυτὸν, ἄρα οὐκ ἄναρχος ἑαυτῷ, ἀλλ' ἡµῖν· οὐκοῦν οὐ φύσει ἄναρχος. Πανταχοῦ τὰ ἐναντία δεῖ δοῦναι. Ὁρᾷς τὸν ζόφον ὅσος, καὶ ὅτι πανταχοῦ πίστεως δεῖ; Αὕτη ἐστὶν ἡ στεῤῥά. Ἀλλ', εἰ βούλεσθε, ἐπὶ τὰ τούτων ἐλάττω ἔλθωµεν. Ἔχει ἐνέργειαν ἐκείνη ἡ οὐσία. Καὶ τί ἐστιν ἐνέργεια ἐπ' αὐτοῦ; ἆρα κίνησίς τις; Οὐκοῦν οὐκ ἄτρεπτος· τὸ γὰρ κινούµενον οὐκ ἄτρεπτον· ἐξ ἀκινησίας γὰρ κινεῖται. Ἀλλ' ὅµως κινεῖται, καὶ οὐδέποτε ἵσταται. Ποίαν δὲ κίνησιν, εἰπέ µοι; παρὰ γὰρ ἡµῖν ἑπτά τινές εἰσιν, ἡ κάτω, ἡ ἄνω, ἡ ἐντὸς, ἡ ἐκτὸς, ἡ δεξιὰ, ἡ ἀριστερὰ, ἡ κυκλοφορικῶς· ἢ εἰ µὴ τοῦτο, αὔξησις, µείωσις, γένεσις, φθορὰ, ἀλλοίωσις. Ἀλλ' οὐδεµίαν τούτων κινεῖται, ἀλλ' οἵαν ὁ νοῦς κίνησιν κινεῖται; Ἀλλ' οὐδὲ τοῦτο· µὴ γένοιτο· πολλὰ γὰρ καὶ ἀτόπως ὁ νοῦς κινεῖται. Τὸ θέλειν ἐστὶ τὸ ἐνεργεῖν; πάντας δὲ ἀνθρώπους θέλει ἀγαθοὺς εἶναι καὶ σωθῆναι· πῶς οὐ γίνεται; Ἀλλ' ἕτερον τὸ θέλειν, ἄλλο δὲ τὸ ἐνεργεῖν; Οὐκοῦν οὐκ ἀρκεῖ πρὸς ἐνέργειαν τὸ θέλειν· πῶς οὖν λέγει ἡ Γραφὴ, Πάντα, ὅσα ἠθέλησεν, ἐποίησε; καὶ πάλιν ὁ λεπρός φησι τῷ Χριστῷ· Ἐὰν θέλῃς, δύνασαί µε καθαρίσαι; Βούλεσθε καὶ ἄλλο εἴπω; πῶς ἐξ οὐκ ὄντων τὰ ὄντα γέγονε; πῶς εἰς τὸ µηδὲν ἀναλύεται; τί ἀνώτερον τοῦ οὐρανοῦ; κἀκείνου δὲ πάλιν τί; κἀκείνου τί; καὶ µετ' ἐκεῖνο τί; καὶ τοῦτο ἐπ' ἄπειρον. Τί κατώτερον τῆς γῆς; θάλαττα· καὶ µετὰ ταύτην τί; καὶ µετ' ἐκεῖνο πάλιν τί; Ἀλλ' εἰς τὰ δεξιὰ, εἰς τὰ ἀριστερὰ, οὐχ ἡ αὐτὴ ἀπορία;
5.4
Ἀλλὰ ταῦτα µὲν ἀόρατα. Βούλεσθε ἐπὶ τῶν ὁρωµένων ἀγάγω τὸν λόγον; ἐπὶ τῶν ἤδη συµβάντων; Εἰπέ µοι, πῶς τὸ θηρίον τὸν Ἰωνᾶν εἶχε ἐν τῇ γαστρὶ, καὶ οὐκ ἀπώλλυτο; οὐχὶ ἄλογόν ἐστιν; οὐχὶ ἁπλῶς κινεῖται; πῶς ἐφείσατο τοῦ δικαίου; πῶς αὐτὸν οὐκ ἀπέπνιξεν ἡ θέρµη; πῶς οὐκ ἔσηψεν; Εἰ γὰρ τὸ ἐν βυθῷ εἶναι µόνον ἄπορον, τὸ καὶ ἐν σπλάγχνοις καὶ τῇ θέρµῃ ἐκείνῃ, πολλῷ µᾶλλον ἀπορώτερον. Πῶς γὰρ τὸν ἐκεῖθεν ἀέρα ἀνέπνει; πῶς ἤρκει δύο ζώοις ἡ ἀναπνοή; πῶς δὲ αὐτὸν καὶ ἤµεσεν ἀσινῆ; πῶς δὲ καὶ ἐφθέγγετο; πῶς δὲ καὶ ἐν ἑαυτῷ ἦν, καὶ προσηύχετο; ἆρα ταῦτα οὐκ ἄπιστα; Ἂν λογισµῷ ἐξετάζωµεν, ἄπιστα· ἂν δὲ πίστει, σφόδρα πιστά. Εἴπω τι τούτου πλέον; Ὁ σῖτος ἐν τῷ κόλπῳ τῆς γῆς φθείρεται, καὶ ἀνίσταται. Ὅρα τὰ θαύµατα ἐναντία, καὶ ἄλληλα νικῶντα· θαυµαστὸν τὸ µὴ σαπῆναι, θαυµαστὸν τὸ σαπέντα ἀναστῆναι. Ποῦ εἰσιν οἱ τῇ ἀναστάσει διαπιστοῦντες καὶ λέγοντες, Τόδε τὸ ὀστοῦν πῶς τῷδε συγκολλᾶται; καὶ µυθώδη τοιαῦτα εἰσάγοντες; Εἰπέ µοι, πῶς ὁ Ἠλίας ἀνῆλθεν ἐν πυρὸς ἅρµατι; Τὸ πῦρ καίειν εἴωθεν, οὐκ ἀνάγειν. Πῶς τοσοῦτον ζῇ χρόνον; ἐν τίνι τόπῳ ἐστί; διὰ τί τοῦτο γέγονε; Ποῦ δὲ Ἐνὼχ µετετέθη; τροφῆς ἀπολαύει οἵας καὶ ἡµεῖς; καὶ τί τὸ κωλύον ἐνταῦθα αὐτὸν εἶναι; Ἀλλ' οὐκ ἀπολαύει· καὶ διὰ τί µετετέθη; Ὅρα τὸν Θεὸν κατὰ µικρὸν ἡµᾶς παιδαγωγοῦντα. Μετέθηκε τὸν Ἐνώχ· οὐ πάνυ µέγα τοῦτο. Ἐπαίδευσεν ἡµᾶς τοῦτο εἰς τὴν ἀναγωγὴν τοῦ Ἠλία. Πάλιν ἐναπέκλεισε τὸν Νῶε τῇ κιβωτῷ· οὐ πάνυ µέγα οὐδὲ τοῦτο. Ἐπαίδευσεν ἡµᾶς τοῦτο εἰς τὴν ἀπόκλεισιν τοῦ προφήτου τὴν ἐν τῷ κήτει. Οὕτω καὶ τὰ παλαιὰ προδρόµων ἐδεήθη καὶ τύπων. Καθάπερ γὰρ ἐπὶ κλίµακος ὁ πρῶτος βαθµὸς παραπέµπει τῷ δευτέρῳ, ἀπὸ δὲ τοῦ πρώτου οὐκ ἔνι ἐπὶ τὸν τέταρτον ἐλθεῖν, καὶ οὗτος ἐκείνῳ, ἵναἐκεῖνος τούτῳ γένηται ὁδός· οὐδὲ πρὸ τοῦ πρώτου δυνατὸν ἐπὶ τὸν δεύτερον ἐλθεῖν· οὕτω καὶ ἐνταῦθα. Καὶ θέα σηµεῖα σηµείων· καὶ ὄψει τοῦτο ἐπὶ τῆς κλίµακος, ἣν εἶδεν Ἰακώβ· Ἄνω, φησὶν, ὁ Κύριος ἐπεστήρικτο, κάτω δὲ ἄγγελοι ἀνέβαινον καὶ κατέβαινον. Προεφητεύετο ὅτι Υἱὸν ἔχει ὁ Πατήρ· ἔδει τοῦτο πιστευθῆναι. Πόθεν θέλεις αὐτοῦ τὰ σηµεῖα δείξω; ἄνωθεν κάτω, ἢ κάτωθεν ἄνω; Ἔδει γνωσθῆναι ὅτι ἀπαθῶς γεννᾷ· διὰ τοῦτο ἐγέννησε πρῶτον στεῖρα. Μᾶλλον δὲ ἀνω τέρω ἀγάγωµεν τὸν λόγον· ἔδει πιστευθῆναι, ὅτι ἐξ αὐτοῦ· τί οὖν; Γίνεται τοῦτο, ἀµυδρῶς µὲν, ἅτε ἐν τύπῳ καὶ σκιᾷ, πλὴν γίνεται· καὶ προϊὸν σαφέστερόν πως γίνεται. Ἐξ ἀνθρώπου µόνου γυνὴ, καὶ µένει ἐκεῖνος ὁλόκληρος. Πάλιν τῆς ἐκ Παρθένου κυήσεως ἔδει γενέσθαι τι τεκµήριον. Τίκτει στεῖρα οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον καὶ τρίτον καὶ πολλάκις. Τῆς µὲν οὖν ἐκ Παρθένου γεννήσεως τύπος ἡ στεῖρα· καὶ αὕτη παραπέµπει τῇ πίστει τὴν διάνοιαν. Πάλιν τοῦτο τύπος ἐγένετο τοῦ µόνον δύνασθαι γεννῆσαι τὸν Θεόν. Εἰ γὰρ κυριώτερον ἄνθρωπος, καὶ χωρὶς τούτου τίκτεται, πολλῷ µᾶλλον ἐκ τοῦ κυριωτέρου γεννᾶται. Ἔστι καὶ ἄλλη γέννησις τῆς ἀληθείας τύπος, ἡ ἡµετέρα ἡ ἐκ Πνεύµατος. Ταύτης πάλιν ἡ στεῖρα τύπος, ὅτι οὐκ ἐξ αἱµάτων· αὕτη τῆς ἄνω γεννήσεως. Ἡ µὲν οὖν αὐτῆς τὸ ἀπαθὲς δείκνυσιν, ἡ δὲ τὸ ἐκ µόνου δύνασθαι γεννᾶσθαι. Ἔστι Χριστὸς ἄνω πάντων κρατῶν· ἔδει πιστευθῆναι τοῦτο. Γίνεται τοῦτο ἐν τῇ γῇ ἐπὶ τοῦ ἀνθρώπου. Ποιήσωµεν γὰρ, φησὶν, ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁµοίωσιν ἡµετέραν, καὶ καθίσταται ἐπὶ τῆς ἀρχῆς τῶν ἀλόγων πάντων. Οὕτως οὐ διὰ ῥηµάτων, ἀλλὰ διὰ πραγµάτων ὑµᾶς ἐπαίδευσε. Τὸ ἀνακεχωρηκὸς τῆς φύσεως ὁ παράδεισος ἐδήλου, καὶ τὸ πάντων εἶναι βελτιώτατον τὸν ἄνθρωπον. Ἔµελλεν ἀνίστασθαι ὁ Χριστός· ὅρα λοιπὸν πόσα τοιούτου τεκµήρια· ὁ Ἐνὼχ, ὁ Ἠλίας, ὁ Ἰωνᾶς, τὰ ἐν τῇ καµίνῳ, τὸ ἐπὶ τοῦ Νῶε τὸ βάπτισµα, τὰ σπέρµατα, τὰ φυτὰ, ἡ γέννησις ἡ ἡµετέρα, ἡ τῶν ζώων πάντων. Ἐπειδὴ γὰρ ἐν τούτῳ πάντα ἐκινδυνεύετο, τοῦτο µάλιστα πάντων πολλοὺς ἔσχε τοὺς τύπους. Ὅτι οὐκ ἀπρονόητα τὰ πάντα ἐστὶν, ἀπὸ τῶν παρ' ἡµῖν δυνατὸν στοχάσασθαι· οὐδὲν γὰρ ἀπρονόητον µένει, ἀλλὰ καὶ ἀγέλαι καὶ τὰ ἄλλα πάντα ἀρχῆς δεῖται. Καὶ ὅτι οὐκ αὐτόµατα γέγονε τὰ πάντα, δείκνυσιν ἡ γέεννα, ἔδειξε δὲ ὁ κατακλυσµὸς ὁ ἐπὶ Νῶε, τὸ πῦρ, ὁ καταποντισµὸς ὁ τῶν Αἰγυπτίων, τὰ ἐν τῇ ἐρήµῳ. Ἔδει καὶ τοῦ βαπτίσµατος πολλὰ προηγήσασθαι· γέγονεν, ὅσα ἐν ὕδατι, καὶ µυρία ἄλλα, οἷον τὰ ἐν τῇ Παλαιᾷ, τὰ ἐν τῇ κολυµβήθρᾳ, τὸ τὸν µὴ ὑγιαίνοντα καθαίρεσθαι, αὐτὸς ὁ κατακλυσµὸς, τὸβάπτισµα Ἰωάννου. Ἔδει πιστευθῆναι ὅτι τὸν Υἱὸν αὑτοῦ ἐκδίδωσιν ὁ Θεός· προλαβὼν ἐποίησε τοῦτο ἄνθρωπος. Τίς οὗτος; Ἀβραὰµ ὁ πατριάρχης. Πάντων οὖν τούτων τύπους, ἂν θέλωµεν, εὑρήσοµεν, ἂν ζητῶµεν ἐν τῇ Γραφῇ. Ἀλλὰ µὴ ἀποκάµωµεν, ἀλλ' ἐν τούτοις ῥυθµίζωµεν ἑαυτούς· στεῤῥὰν ἔχωµεν τὴν πίστιν, καὶ ἀκρίβειαν πολιτείας ἐπιδειξώµεθα, ἵνα διὰ πάντων εὐχαριστήσαντες τῷ Θεῷ, καταξιωθῶµεν τῶν ἐπηγγελµένωνἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note