Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Colossians
John ChrysostomHom. Col. 6 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
6.0
Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν Κύριον, ἐν αὐτῷ περιπατεῖτε, ἐῤῥιζωµένοι καὶ ἐποικοδοµούµενοι ἐν αὐτῷ, καὶ βεβαιούµε νοι ἐν τῇ πίστει, καθὼς ἐδιδάχθητε, περισ σεύοντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ.
6.1
Πάλιν αὐτοὺς τῇ οἰκείᾳ προκαταλαµβάνει µαρτυρίᾳ, λέγων, Ὡς οὖν παρελάβετε. Οὐδὲν ξένον, φησὶν, ἐπεισάγοµεν· οὐκοῦν µηδὲ ὑµεῖς. Ἐν αὐτῷ περιπατεῖτε· αὐτὸς γάρ ἐστιν ἡ ὁδὸς ἡ προσάγουσα εἰς τὸν Πατέρα· µὴ ἐν τοῖς ἀγγέλοις· οὐ φέρει αὕτη ἡ ὁδὸς ἐκεῖ. Ἐῤῥιζωµένοι· τουτέστι, πεπηγότες· µὴ ποτὲ µὲν ταύτην, ποτὲ δὲ ἐκείνην, ἀλλ' ἐῤῥιζωµένοι· τὸ δὲ ἐῤῥιζωµένον οὐκ ἄν ποτε µετασταίη. Ὅρα πῶς κυρίας τὰς λέξεις τίθησι. Καὶ ἐποικοδοµούµενοι, φησί· τουτέστι, τῇ διανοίᾳ φθάνοντες εἰς αὐτόν. Καὶ βεβαιούµενοι ἐν αὐτῷ· τουτέστι, κατέχοντες αὐτὸν, καὶ ὡς ἐπὶ θεµέλιον οἰκοδοµούµενοι.∆ είκνυσιν αὐτοὺς καταπεσόντας· τὸ γὰρ, Οἰκοδοµούµενοι, τοῦτο δηλοῖ. Οἰκοδοµὴ γάρ ἐστιν ὄντως ἡ πίστις, καὶ δεῖ καὶ τοῦ θεµελίου ἰσχυροῦ, καὶ τῆς οἰκοδοµίας ἀσφαλοῦς. Ἄν τε γὰρ µὴ ἐπ' ἀσφαλείᾳ τις οἰκοδοµήσῃ, σαλεύεται· ἄν τε ἐπ' ἀσφαλείας, καὶ µὴ ἑστήκῃ, οὐκέτι ἵσταται. Καθὼς ἐδιδάχθητε. Πάλιν τὸ, Καθὼς, δηλωτικόν ἐστι τοῦ µηδὲν καινόν τι λέγειν. Περισσεύοντες, φησὶν, ἐν αὐτῇ ἐν εὐχαριστίᾳ. Τοῦτο γὰρ εὐγνωµόνων· οὐ λέγω ἁπλῶς εὐχαριστεῖν, ἀλλὰ µετὰ πολλῆς τῆς παρουσίας, πλέον ἢ ἐµάθετε, εἰ οἷόν τε, µετὰ πολλῆς τῆς φιλοτιµίας. Βλέπετε µή τις ὑµᾶς ἔσται ὁ συλαγωγῶν. Ὁρᾷς πῶς ἔδειξε κλέπτην ὄντα, καὶ ἀλλότριον, καὶ ἡρέµα ἐπεισιόντα; ἤδη γὰρ παρέστησεν αὐτὸν εἰσιόντα. Καὶ καλῶς εἶπε, Συλαγωγῶν. Ὥσπερ ἄν τις χῶµα κάτωθεν διορύττων µὴ παρέχῃ αἴσθησιν, τὸ δὲ ὑπονοστεῖ· οὕτω καὶ ἐκεῖνος ποιεῖ. Βλέπετε οὖν· τοῦτο γὰρ ἔργον ἐκείνῳ τὸ µηδὲ αἴσθησιν παρέχειν.∆ ιὰ τῆς φιλοσοφίας. Εἶτα, ἐπειδὴ δοκεῖ σεµνὸν εἶναι τὸ τῆς φιλοσοφίας, προσέθηκε, Καὶ κενῆς ἀπάτης. Ἔστι γὰρ καὶ καλὴ ἀπάτη, οἵαν ἠπατήθησαν πολλοὶ, ἣν οὐδὲ ἀπάτην δεῖ καλεῖν· περὶ ἧς φησιν ὁ Ἱερεµίας· Ἠπάτησάς µε, Κύριε, καὶ ἠπατήθην. Τὸ γὰρ τοιοῦτον οὐδὲ ἀπάτην δεῖ καλεῖν· ἐπεὶ καὶ τὸν πατέρα ἠπάτησεν ὁ Ἰακὼβ, ἀλλ' οὐκ ἀπάτη, ἀλλ' οἰκονοµία ἦν.∆ ιὰ τῆς φιλοσοφίας, φησὶ, καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσµου, καὶ οὐ κατὰ Χριστόν. Τέως τοῦ ἐλέγχου ἅπτεται τῆς τῶν ἡµερῶν παρατηρήσεως, στοιχεῖα κόσµου ἥλιον καὶ σελήνην λέγων, καθάπερ καὶ ἐν τῇ πρὸς Γαλάτας ἔλεγε· Πῶς πάλιν ἐπιστρέφετε ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα; Καὶ οὐκ εἶπεν, Ἡµερῶν παρατηρήσεις, ἀλλὰ∆ ι' ὅλου τοῦ κόσµου τοῦ παρόντος, ἵνα τὸ εὐτελὲς δείξῃ· εἰ γὰρ ὁ κόσµος οὐδὲν, πολλῷ µᾶλλον[ καὶ] τὰ στοιχεῖα.∆ είξας οὖν πρῶτον ὅσα εὐεργετήθησαν, ὅσα εὖ ἔπαθον, τότε ἐπάγει τὴν κατηγορίαν, ἵνα µείζονα δείξῃ, καὶ ἕλῃ τοὺς ἀκούοντας. Τοῦτο καὶ οἱ προφῆται ποιοῦσιν ἀεί· πρότερον τὰς εὐεργεσίας δεικνύουσι, καὶ τότε τὰς κατηγορίας αὔξουσι, καθάπερ ὁ Ἡσαΐας φησίν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ µε ἠθέτησαν· καὶ πάλιν, Λαός µου, τί ἐποίησά σοι, ἢ τί ἐλύπησά σε, ἢ τί παρ ηνώχλησά σοι; καὶ ὁ∆ αυῒδ, ὡς ὅταν λέγῃ· Ἐπήκουσά σου ἐν ἀποκρύφῳ καταιγίδος· καὶ πάλιν, Ἄνοιξον τὸ στόµα σου, καὶ πληρώσω αὐτό. Καὶ πανταχοῦ οὕτως εὑρήσεις. Μάλιστα µὲν οὖν οὐδὲ εἴ τι ἔλεγον, πείθεσθαι ἔδει· νῦν δὲ καὶ χωρὶς τῶν εὐεργεσιῶν φεύγειν ἐκεῖνα δεῖ. Καὶ οὐ κατὰ Χριστὸν, φησί. Μάλιστα µὲν γὰρ, εἰ καὶ οὕτως ἦν ἐξ ἡµισείας, ὥστε δύνασθαι καὶ τούτῳ κἀκείνῳ δουλεύειν, οὐδὲ οὕτως ἔδει· νῦν δὲ οὐκ ἀφίησιν ὑµᾶς εἶναι κατὰ Χριστόν. Ἐκεῖθεν αὐτὰ φέρουσι. Πρότερον δὲ διασαλεύσας τὰς Ἑλληνικὰς παρατηρήσεις, τότε καὶ τὰς Ἰουδαϊκὰς ἀναιρεῖ. Καὶ γὰρ Ἕλληνες καὶ Ἰουδαῖοι παρετήρουν πολλὰ, ἀλλ' οἱ µὲν ἀπὸ φιλοσοφίας, οἱ δὲ ἀπὸ νόµου. Πρότερον τοίνυν πρόσεισι τούτοις, ἔνθα µείζων ἡ κατηγορία. Πῶς, Οὐ κατὰ Χριστόν; Ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωµα τῆς θεότητος σωµατικῶς, καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωµένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας.
6.2
Ὅρα πῶς ἐν τῇ τούτων κατηγορίᾳ ἐκεῖνο διορύττει, πρότερον τιθεὶς τὴν λύσιν, καὶ τότε τὴν ἀντίθεσιν. Ἀνύποπτος γὰρ ἡ τοιαύτη λύσις, καὶ µᾶλλον δέχεται ὁ ἀκροατὴς, ὡς οὐ τοῦτο σπουδάζοντος τοῦ λέγοντος. Ἐκεῖ µὲν γὰρ καὶ φιλονεικεῖ µὴ ἡττηθῆναι, ἐνταῦθα δὲ οὔ. Ὅτι ἐν αὐτῷ κατοικεῖ. Τουτέστιν, ὅτι ὁ Θεὸς ἐν αὐτῷ οἰκεῖ. Ἀλλ' ἵνα µὴ νοµίσῃς αὐτὸν συγκεκλεῖσθαι, ὡς ἐν σώµατι, φησί· Πᾶν τὸ πλήρωµα τῆς θεότητος σωµατικῶς, καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωµένοι. Ἄλλοι φασὶν ὅτι τὴν Ἐκκλησίαν λέγει πεπληρωµένην ὑπὸ τῆς θεότητος αὐτοῦ, καθὼς ἀλλαχοῦ φησι· Τοῦ πάντα ἐν πᾶσι πληρουµένου· τὸ δὲ, σωµατικῶς, ἐνταῦθα, ὡς ἐν κεφαλῇ σῶµα. Πῶς οὖν οὐκ ἐπήγαγεν, ἥτις ἐστὶν ἡ Ἐκκλησία; Ἔνιοι δὲ περὶ τοῦ Πατρός φασι λέγειν, ὅτι τῆς θεότητος τὸ πλήρωµα ἐν αὐτῷ οἰκεῖ· ἀλλὰ κακῶς. Πρῶτον µὲν, ὅτι τὸ οἰκεῖν οὐ κυρίως λέγεται ἐπὶ Θεοῦ· δεύτερον, ὅτι τὸ πλήρωµα οὐ τὸ δεχόµενόν ἐστι· Τοῦ γὰρ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωµα αὐτῆς· καὶ πάλιν ὁ Ἀπόστολος, Ἄχρις οὗ τὸ πλήρωµα τῶν ἐθνῶν εἰσέλθῃ. Τὸ ὅλον λέγεται πλήρωµα. Ἔπειτα τὸ, Σωµατικῶς, τί βούλεται δηλοῦν; Ὡς ἐν κεφαλῇ. Τί δὲ πάλιν τὸ αὐτὸ λέγει, Καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωµένοι; Τί οὖν ἐστιν; Ὅτι οὐδὲν ἔλαττον ἔχετε αὐτοῦ· ὥσπερ ἐν ἐκείνῳ ᾤκησεν, οὕτω καὶ ἐν ὑµῖν. Βιάζεται γὰρ ἀεὶ Παῦλος ἐγγὺς ἡµᾶς ἀγαγεῖν τοῦ Χριστοῦ, ὡς ὅταν λέγῃ· Συνήγειρε καὶ συνεκάθισεν ἡµᾶς· καὶ, Εἰ ὑποµένοµεν, καὶ συµβασιλεύσοµεν· καὶ, Πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡµῖν χαρίσεται; καὶ συγκληρονόµους καλεῖ. Εἶτα περὶ τοῦ ἀξιώµατος· Καὶ αὐτός ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας. Ὁ πάντων ἀνώτερος, ἡ αἰτία, οὐχὶ ὁµοούσιος; Εἶτα τὸ τῆς εὐεργεσίας θαυµαστῶς πως ἐπήγαγε, καὶ πολλῷ τῆς πρὸς Ῥωµαίους θαυµαστότερον. Ἐκεῖ µὲν γάρ φησι, Περιτοµὴ καρδίας ἐν πνεύµατι, οὐ γράµµατι· ἐνταῦθα δὲ Ἐν τῷ Χριστῷ. Ἐν ᾧ καὶ περιετµήθητε περιτοµῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώµατος τῶν ἁµαρτιῶν τῆς σαρκὸς, ἐν τῇ περιτοµῇ τοῦ Χριστοῦ. Ὅρα πῶς ἐγγὺς γίνεται τοῦ πράγµατος. Ἐν τῇ ἀπεκδύσει, φησίν. Οὐκ εἶπεν, ἐκδύσει. Τοῦ σώµατος τῶν ἁµαρτιῶν. Τὸν παλαιόν φησι βίον. Συνεχῶς ταῦτα στρέφει καὶ διαφόρως, ὥσπερ καὶ ἄνω ἔλεγεν· Ὃς ἐῤῥύσατο ἡµᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ ἀποκατήλλαξεν ἀπηλλοτριωµένους εἰς τὸ εἶναι ἡµᾶς ἁγίους καὶ ἀµώµους. Οὐκέτι, φησὶν, ἐν µαχαίρᾳ ἡ περιτοµὴ, ἀλλ' ἐν αὐτῷ τῷ Χριστῷ· οὐ γὰρ χεὶρ ἐπάγει, καθὼς ἐκεῖ, τὴν περιτοµὴν ταύτην, ἀλλὰ τὸ πνεῦµα, οὐ µέρος, ἀλλ' ὅλον ἄνθρωπον περιτέµνει. Σῶµα καὶ τοῦτο, σῶµα κἀκεῖνο· ἀλλὰ τὸ µὲν σαρκὶ, τὸ δὲ πνευµατικῶς περιτέµνεται· ἀλλ' οὐχ ὡς Ἰουδαῖοι· οὐ γὰρ σάρκα, ἀλλὰ ἁµαρτήµατα ἀπεξεδύσασθε. Πότε, καὶ ποῦ; Ἐν τῷ βαπτίσµατι. Καὶ ὃ καλεῖ περιτοµὴν, πάλιν τάφον καλεῖ. Ὅρα πῶς πάλιν ἐπὶ τὰ δικαιώµατα διαβαίνει. Τῶν ἁµαρτιῶν, φησὶ, τῶν τῆς σαρκός· τουτέστιν, ἅπερ ἐν τῇ σαρκὶ ἔπραξαν. Μεῖζον τῆς περιτοµῆς λέγει· οὐ γὰρ ἔῤῥιψαν τὸ περιτµηθὲν, ἀλλ' ἀπώλεσαν, ἀλλ' ἔφθειραν. Συνταφέντες αὐτῷ, φησὶν, ἐν τῷ βαπτισµῷ, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν. Ἀλλ' οὐ τάφος µόνον ἐστίν· ὅρα γὰρ τί φησιν· Ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν. Καλῶς εἶπε· πίστεως γὰρ ὅλον ἐστίν. Ἐπιστεύσατε ὅτι δύναται ὁ Θεὸς ἐγεῖραι, καὶ οὕτως ἠγέρθητε. Εἶτα καὶ τὸ ἀξιόπιστον, Τοῦ ἐγείραντος αὐτὸν, φησὶν, ἐκ νεκρῶν. Ἤδη δείκνυσι τὴν ἀνάστασιν· Καὶ ὑµᾶς ποτε ὄντας νεκροὺς τοῖς παραπτώµασι καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑµῶν, συνεζωοποίησε σὺν αὐτῷ. Ὑπὸ γὰρ τὴν δίκην ἔκεισθε ἀποθανεῖν. Εἰ δὲ καὶ ἀπεθάνετε, ἀλλ' οὐχ ἁπλῶς, ἀλλὰ θάνατον χρήσιµον. Ὅρα πῶς πάλιν δείκνυσι τίνων ἦσαν ἄξιοι, δι' ὧν ἐπήγαγε· Χαρισάµενος ἡµῖν πάντα τὰ παραπτώµατα. Ἐξαλείψας τὸ καθ' ἡµῶν χειρόγραφον τοῖς δόγµασιν, ὃ ἦν ὑπεναντίον ἡµῖν, καὶ αὐτὸ ἦρκεν ἐκ τοῦ µέσου, προσηλώσας αὐτὸ τῷ σταυρῷ, ἀπεκδυσάµενοςτὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγµάτισεν ἐν παῤῥησίᾳ, θριαµβεύσας αὐτοὺς ἐν αὐτῷ. Χαρισάµενος ἡµῖν, φησὶ, πάντα τὰ παραπτώµατα. Ποῖα; Ἃ τὴν νεκρότητα ἐποίει. Καὶ τί; ἆρα ἀφῆκε µεῖναι; Οὐχὶ, ἀλλὰ καὶ ἐξήλειψεν· οὐκ ἐχάραξε µόνον, ἀλλ' ἐξήλειψεν, ὥστε µηδὲ φαίνεσθαι. Τοῖς δόγµασι, φησί. Ποίοις δόγµασι; Τῇ πίστει. Οὐκοῦν ἀρκεῖ πιστεῦσαι. Οὐχὶ ἔργοις ἔργα, ἀλλὰ πίστει ἔργα παρέθηκε. Καὶ τί µετὰ ταῦτα; Ἐπίτασις τοῦ ἀφιέναι τὸ ἐξαλεῖψαι πάλιν. Καὶ αὐτὸ ἦρκε, φησὶν, ἐκ τοῦ µέσου. Καὶ οὐδὲ οὕτως ἐφύλαξεν, ἀλλὰ καὶ διέῤῥηξεν αὐτὸ, Προσηλώσας τῷ σταυρῷ. Ἀπεκδυσάµενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγµάτισεν ἐν παῤῥησίᾳ, θριαµβεύσας αὐτοὺς ἐν αὐτῷ. Οὐδαµοῦ οὕτω µεγαλοφώνως ἐφθέγξατο.
6.3
Ὁρᾷς σπουδὴν τοῦ ἀφανισθῆναι τὸ χειρόγραφον ὅσην ἐποιήσατο; Οἷον, πάντες ἦµεν ὑφ' ἁµαρτίαν καὶ κόλασιν· αὐτὸς κολασθεὶς ἔλυσε καὶ τὴν ἁµαρτίαν καὶ τὴν κόλασιν· ἐκολάσθη δὲ ἐν τῷ σταυρῷ. Ἐκεῖ οὖν αὐτὸ προσέπειρεν· εἶτα ὡς ἐξουσίαν ἔχων, λοιπὸν διέῤῥηξε. Ποῖον χειρόγραφον; Ἢ τοῦτό φησιν, ὃ ἔλεγον πρὸς τὸν Μωϋσέα, ὅτι Πάντα ὅσα εἶπεν ὁ Θεὸς ποιήσοµεν, καὶ ἀκουσόµεθα· ἢ εἰ µὴ τοῦτο, ὅτι ὀφείλοµεν τῷ Θεῷ ὑπακοήν· ἢ εἰ µὴ τοῦτο, ὅτι κατεῖχεν ὁ διάβολος τὸ χειρόγραφον ὃ ἐποίησε πρὸς τὸν Ἀδὰµ ὁ Θεὸς, εἰπών· Ἧ ἂν ἡµέρᾳ φάγῃς ἀπὸ τοῦ ξύλου, ἀποθανῇ. Κατεῖχεν οὖν τὸ χειρόγραφον τοῦτο ὁ διάβολος. Καὶ οὐκ ἔδωκεν ἡµῖν αὐτὸ ὁ Χριστὸς, ἀλλ' αὐτὸς αὐτὸ ἔσχισεν, ὅπερ τοῦ µετὰ χαρᾶς ἀφιέντος ἐστίν. Ἀπεκδυσάµενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας. Τὰς διαβολικὰς δυνάµεις λέγει· ἢ ἐπεὶ αὐτὰς ἡ ἀνθρωπίνη φύσις ἐνδέδυτο, ἢ ἐπειδὴ αὐτὰς ὥσπερ λαβὴν εἶχον, ἄνθρωπος γενόµενος ἀπεδύσατο τὴν λαβήν. Τοῦτό ἐστιν, Ἐδειγµάτισε. Καὶ καλῶς εἶπε τοῦτο· οὐδέποτε γὰρ οὕτως ὁ διάβολος ἠσχηµόνησε. Προσδοκῶν γὰρ αὐτὸν ἔχειν, καὶ ὅσους εἶχεν ἀπώλεσε, καὶ τοῦ σώµατος προσηλουµένου, οἱ νεκροὶ ἀνίσταντο. Ἐκεῖ τὴν πληγὴν ἔλαβεν ὁ διάβολος, ὑπὸ σώµατος νεκροῦ τὴν καιρίαν λαβών. Καὶ καθάπερ ἀθλητὴς νοµίζων τὸν ἀντίπαλον βεβληκέναι, καιρίαν αὐτὸς ὑπ' αὐτοῦ λαµβάνει πληγήν· οὕτω δὴ καὶ οὗτος δείκνυσιν, ὅτι τὸ µετὰ παῤῥησίας ἀποθανεῖν, ἀσχηµοσύνη ἐστὶ τοῦ διαβόλου. Πάντα γὰρ ἂν ἐποίησεν ἐκεῖνος, εἴ γε ἠδύνατο, ὥστε πεῖσαι τοὺς ἀνθρώπους, ὅτι οὐκ ἀπέθανεν. Ἐπειδὴ γὰρ τῆς µὲν ἀναστάσεως ὁ µετὰ ταῦτα πᾶς καιρὸς τεκµήριον ἦν, τοῦ δὲ θανάτου, εἰ µὴ ἐκεῖνος ἐγένετο, οὐκ ἂν ἐγένετο ἕτερος καιρὸς, διὰτοῦτο ἀπέθανε µὲν δηµοσίᾳ πάντων ὁρώντων, οὐκ ἀνέστη δὲ δηµοσίᾳ, εἰδὼς τὸν µετὰ ταῦτα χρόνον µαρτυρήσοντα τῇ ἀληθείᾳ. Τὸ γὰρ τοῦ κόσµου ὁρῶντος ἄνω ἐν τῷ ξύλῳ τὸν ὄφιν σφαγιασθῆναι, τοῦτό ἐστι τὸ θαυµαστόν. Καὶ τί γὰρ οὐκ ἐποίησεν ὁ διάβολος, ὥστε λαθόντα αὐτὸν ἀποθανεῖν; Ἄκουε τοῦ Πιλάτου λέγοντος· Ἄρατε αὐτὸν ὑµεῖς, καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐδεµίαν αἰτίαν ἐν αὐτῷ εὑρίσκω. Καὶ πάλιν Ἰουδαῖοι ἔλεγον αὐτῷ, Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. Λοιπὸν οὖν ἐπειδὴ καιρίαν ἔλαβε, καὶ οὐ κατέβη, διὰ τοῦτο καὶ ταφῇ παρεδόθη· ἐπεὶ δυνατὸν ἦν εὐθέως ἀναστῆναι, ἀλλ' ἵνα πιστευθῇ τὸ πρᾶγµα. Καίτοι ἐν µὲν ταῖς ἰδιωτικαῖς τελευταῖς ἔνεστιν ὀλιγοψυχίαν αἰτιάσασθαι· ἐνταῦθα δὲ οὐδὲ τοῦτο. Καὶ γὰρ καὶ οἱ στρατιῶται οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη, καθάπερ τῶν ἄλλων, ἵνα φανερωθῇ ὅτι τέθνηκε. Καὶ φανεροί εἰσιν οἱ τὸ σῶµα θάψαντες· διὰ τοῦτο καὶ αὐτοὶ σφραγίζονται οἱ Ἰουδαῖοι τὸν λίθον µετὰ τῶν στρατιωτῶν. Τὸ γὰρ µάλιστα πάντων σπουδαζόµενον τοῦτο ἦν, τὸ µὴ συσκιασθῆναι. Καὶ οἱ µάρτυρες, παρὰ τῶν ἐχθρῶν, παρὰ τῶν Ἰουδαίων. Ἄκουε αὐτῶν λεγόντων τῷ Πιλάτῳ· Εἶπεν ὁ πλάνος ἐκεῖνος ἔτι ζῶν· Μετὰ τρεῖς ἡµέρας ἐγείροµαι. Κέλευσον οὖν παρὰ τῶν στρατιωτῶν φυλαχθῆναι τὸν τάφον. Κἀκείνων σφραγιζοµένων τοῦτο ἐγένετο. Ἄκουε δὲ αὐτῶν τοῦτο καὶ µετὰ ταῦτα λεγόντων τοῖς ἀποστόλοις· Βούλεσθε ἐπαγαγεῖν ἐφ' ἡµᾶς τὸ αἷµα τοῦ ἀνθρώπου τούτου. Τὸν τρόπον αὐτοῦ τοῦ σταυροῦ οὐκ ἀφῆκεν αἰσχύνεσθαι. Ἐπειδὴ γὰρ οἱ ἄγγελοι οὐδὲν τοιοῦτον πεπόνθασι, διὰ τοῦτο ὑπὲρ τούτου πάντα ποιεῖ, δεικνὺς ὅτι µέγα κατώρθωσεν ὁ θάνατος· ὥσπερ γὰρ µονοµαχεῖον γέγονεν. Ἔπληξε τὸν Χριστὸν ὁ θάνατος, ἀλλ' ὁ Χριστὸς πληγεὶς, ὕστερον αὐτὸν ἀνεῖλε· νεκρῷ σώµατι κατελύετο ὁ δοκῶν ἀθάνατος εἶναι· καὶ τοῦτο ἡ οἰκουµένη ἑώρα. Καὶ τὸ δὴ θαυµαστὸν, οὐκ ἐπέτρεψεν ἑτέρῳ τοῦτο· ἀλλὰ γέγονεν ἕτερον χειρόγραφον πάλιν, οὐ τοιοῦτον, οἷον τὸ πρότερον.
6.4
Ὁρᾶτε οὖν µὴ τούτῳ ἁλῶµεν µετὰ τὸ εἰπεῖν· Ἀποτάσσοµαι τῷ Σατανᾷ, καὶ συντάσσοµαι σοὶ, Χριστέ. Μᾶλλον δὲ οὐκ ἂν κληθῇ τοῦτο χειρόγραφον, ἀλλὰ συνθήκη. Χειρόγραφον γάρ ἐστιν, ὅταν τις ὀφληµάτων ὑπεύθυνος κατέχηται· τοῦτο δὲ συνθήκη ἐστίν· οὐκ ἔχει τιµωρίαν, οὐδὲ λέγει· Ἐὰν τόδε, ἢ µὴ τόδε. Ὁ τὸ αἷµα τῆς διαθήκης ῥαντίζων Μωϋσῆς εἶπεν οὕτω, καὶ ὁ Θεὸς ζωὴν αἰώνιον ἐπηγγείλατο. Ταῦτα πάντα συνθήκη ἐστίν. Ἐκεῖ δοῦλος πρὸς δεσπότην, ἐνταῦθα φίλος πρὸς φίλον· ἐκεῖ, Ἧ ἂν ἡµέρᾳ φάγῃ, φησὶν, ἀποθανῇ· εὐθέως ἀπειλή· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον. Ἐνταῦθα γυµνότης, κἀκεῖ γυµνότης· ἀλλ' ἐκεῖ µὲν ἁµαρτήσας ἐγυµνώθη, ἐπειδὴ ἥµαρτεν· ἐνταῦθα δὲ, ἵνα ἀπαλλαγῇ, γυµνοῦται. Ἀπεδύσατο τότε τὴν δόξαν, ἣν εἶχεν ἐκεῖνος· ἀποδύεται νῦν τὸν παλαιὸν ἄνθρωπον οὗτος, καὶ πρὶν ἢ ἐπιβῆναι, οὕτως εὐκόλως ἀποδύεται, ὥσπερ τὰ ἱµάτια. Ἀλείφεται, ὥσπερ οἱ ἀθληταὶ εἰς στάδιον ἐµβησόµενοι. Ἅµα γὰρ τίκτεται, καὶ οὐ καθάπερ ἐκεῖνος ὁ πρῶτος κατὰ µικρὸν, ἀλλ' εὐθέως· οὐ καθάπερ οἱ ἱερεῖς τὸ παλαιὸν τὴν κεφαλὴν µόνον, µᾶλλον δὲ µειζόνως. Ἐκεῖνος µὲν γὰρ τὴν κεφαλὴν, τὸ οὖς τὸ δεξιὸν, τὴν χεῖρα, ἵνα καὶ πρὸς ὑπακοὴν καὶ ἔργα ἀγαθὰ αὐτὸν διεγείρῃ· οὗτος δὲ τὸ πᾶν. Οὐ γὰρ διδαχθησόµενος ἔρχεται µόνον, ἀλλὰ καὶ ἀθλήσων καὶ γυµνασθησόµενος εἰς ἑτέραν ἀνάγεται κτίσιν. Ὅταν γὰρ ὁµολογῇ εἰς ζωὴν αἰώνιον, ὡµολόγησεν ἑτέραν κτίσιν. Ἔλαβε χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον· λοιπὸν δὲ οὐκέτι χοῦν, ἀλλὰ Πνεῦµα ἅγιον· τούτῳ πλάττεται, τούτῳ ῥυθµίζεται, καθάπερ καὶ αὐτὸς ἐν τῇ µήτρᾳ τῆς Παρθένου. Οὐκ εἶπεν, ἐν παραδείσῳ, ἀλλ', ἐν οὐρανῷ. Μὴ γὰρ, ἐπειδὴ γῆ ὑπόκειται, νοµίσῃς εἶναι ἐν γῇ· µετέστη ἐκεῖ πρὸς τὸν οὐρανόν· ἐκεῖ ταῦτα γίνεται µεταξὺ ἀγγέλων· ἄνω σου λαµβάνει τὴν ψυχὴν ὁ Θεὸς, ἄνω µεταῤῥυθµίζει, παρὰ τὸν θρόνον ἱστᾷ σε τὸν βασιλικόν. Πλάττεται ἐν τῷ ὕδατι, λαµβάνει δὲ ἀντίψυχον πνεῦµα. Μετὰ δὲ τὸ πλασθῆναι οὐκ ἄγει πρὸς αὐτὸν θηρία, ἀλλὰ δαίµονας καὶ τὸν ἀρχηγὸν αὐτῶν, καὶ λέγει, Πατεῖτε ἐπάνω ὄφεων καὶ σκορπίων. Οὐ λέγει, Ποιήσωµεν ἄνθρωπον κατ' εἰκόνα ἡµετέραν καὶ καθ' ὁµοίωσιν· ἀλλὰ τί;∆ ίδωσιν αὐτοῖς υἱοῖς Θεοῦ γενέσθαι, οἳ οὐκ ἐξ αἱµάτων, ἀλλ' ἐκ Θεοῦ, φησὶν, ἐγεννήθησαν. Εἶτα ἵνα µὴ τοῦ ὄφεως ἀκούσῃς, εὐθέως διδάσκῃ λέγειν· Ἀποτάσσοµαί σοι· ἀντὶ τοῦ, Ὅπερ ἂν εἴπῃς, οὐκ ἀκούσοµαί σου. Εἶτα ἵνα µὴ δι' ἑτέρων σε ἕλῃ, φησὶ, καὶ τῇ ποµπῇ σου καὶ τῇ λατρείᾳ σου καὶ τοῖς ἀγγέλοις σου. Ἔθετο αὐτὸν οὐκέτι φυλάσσειν τὸν παράδεισον, ἀλλὰ πολιτεύεσθαι ἐν οὐρανῷ. Εὐθέως γὰρ ἀνελθὼν, ταῦτα φθέγγεται τὰ ῥήµατα· Πάτερ ἡµῶν ὁ ἐν τοῖς οὐρανοῖς, γενηθήτω τὸ θέληµά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Οὐκ ἐπ' ὄψιν πίπτει τὸ παιδίον, οὐ ξύλον ὁρᾷς οὐδὲ πηγὴν, ἀλλ' αὐτὸν εὐθέως περιλαµβάνεις τὸν∆ εσπότην, ἀνακεράννυσαι τῷ σώµατι, ἀναφύρῃ τῷσώµατι τῷ ἄνω κειµένῳ, ἔνθα προσελθεῖν οὐκ ἔνι τῷ διαβόλῳ. Οὐκ ἔστι γυνὴ, ἵνα προσέλθῃ, καὶ ὡς ἀσθενεστέραν ἀπατήσῃ· Οὐκ ἔστι γὰρ, φησὶ, θῆλυ, οὐδὲ ἄρσεν. Ἂν µὴ σὺ κατέλθῃς πρὸς αὐτὸν, οὐ δυνήσεται ἐπιβῆναι ἔνθα εἶ· ἐν γὰρ τῷ οὐρανῷ εἶ, ὁ δὲ οὐρανὸς ἄβατος τῷ διαβόλῳ. Οὐκ ἔχει ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ, ἀλλὰ τὸ ξύλον τῆς ζωῆς µόνον. Οὐκέτι ἀπὸ τῆς πλευρᾶς σου γυνὴ, ἀλλὰ πάντες ἕν ἐσµεν ἀπὸ τῆς πλευρᾶς τοῦ Χριστοῦ. Εἰ γὰρ οἱ ἠλειµµένοι ὑπὸ ἀνθρώπων, οὐδὲν πάσχουσιν ὑπὸ ὄφεων, οὐδὲ σὺ πείσῃ τι, ἕως ἂν ᾖς ἠλειµµένος, ἵνα δυνηθῇς κατέχειν τὸν ὄφινκαὶ ἀποπνίγειν, πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων. Ἀλλ' ὥσπερ µεγάλα τὰ δῶρα, οὕτω µεγάλη ἡµῖν καὶ ἡ τιµωρία· οὐκ ἔνι ἐκπεσόντα τοῦ παραδείσου ἀπέναντι οἰκῆσαι τοῦ παραδείσου, οὐδὲ ἐπανελθεῖν ὅθεν ἐξεπέσοµεν. Ἀλλὰ τί µετὰ ταῦτα; Γέεννα, καὶ σκώληξ ἀτελεύτητος. Ἀλλὰ µὴ γένοιτό τινα ἡµῶν ὑπεύθυνον γενέσθαι ταύτῃ τῇ τιµωρίᾳ· ἀλλ' ἐναρέτως ζῶντες, σπουδάσωµεν τὰ αὐτῷ δοκοῦντα διαπράττεσθαι· εὐαρεστήσωµεν τῷ Θεῷ, ἵνα δυνηθῶµεν καὶ τῆς κολάσεως ἀπαλλαγῆναι, καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίουἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note