Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Colossians
John ChrysostomHom. Col. 7 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
7.0
Μὴ οὖν τις ὑµᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει, ἢ ἐν µέρει ἑορτῆς ἢ νουµηνίας ἢ σαβ βάτων, ἅ ἐστι σκιὰ τῶν µελλόντων, τὸ δὲ σῶµα Χριστοῦ. Μηδεὶς ὑµᾶς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ µὴ ἑώρακεν ἐµβατεύων, εἰκῆ φυ σιούµενος ὑπὸ τοῦ νοὸς τῆςσαρκὸς αὑτοῦ, καὶ οὐ κρατῶν τὴν κεφαλὴν, ἐξ οὗ πᾶν τὸ σῶµα διὰ τῶν ἁφῶν καὶ συνδέσµων ἐπιχορη γούµενον καὶ συµβιβαζόµενον, αὔξει τὴν αὔξη σιν τοῦ Θεοῦ.
7.1
Πρῶτον αἰνιγµατωδῶς εἰπὼν, Βλέπετε µή τις ὑµᾶς ἔσται ὁ συλαγωγῶν κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, καὶ πάλιν ἀνωτέρω, Τοῦτο δὲ λέγω, ἵνα µήτις ὑµᾶς παραλογίζηται ἐν πιθανολογίᾳ· καὶ προκαταλαβὼν τὴν ψυχὴν καὶ µεµεριµνηµένην ἐργασάµενος, εἶτα παρενθεὶς τὰς εὐεργεσίας, καὶ µειζόνως τοῦτο ποιήσας, τότε ἐπάγει τὸνἔλεγχον ὕστερον, καί φησι· Μὴ οὖν τις ὑµᾶς κρινέτω ἐν βρώσει, ἢ ἐν πόσει, ἢ ἐν µέρει ἑορτῆς ἣ νεοµηνίας ἢ σαββάτων. Ὁρᾷς πῶς αὐτὰ καθαιρεῖ; Εἰ τοιούτων τετυχήκατε, φησὶ, τί τοῖς µικροῖς ὑπευθύνους ἑαυτοὺς ποιεῖτε; Καὶ ἐξευτελίζει λέγων, Ἢ ἐν µέρει ἑορτῆς· οὐ γὰρ δὴ πάντα κατεῖχον τὰ πρότερα. Ἢ νουµηνίας ἢ σαββάτων. Οὐκ εἶπε, Μὴ τοίνυν φυλάττετε, ἀλλὰ, Μή τις ὑµᾶς κρινέτω. Ἔδειξεν αὐτοὺς παραβαίνοντας καὶ λύοντας, ἐφ' ἑτέρους δὲ τὸ ἔγκληµα ἤνεγκε. Μὴ ἀνέχεσθε τῶν κρινόντων, φησίν. Ἀλλ' οὐδὲ τοῦτο· ἀλλ' ἐκείνοις διαλέγεται µόνον, οὐχὶ ἐπιστοµίζων αὐτοὺς, ὅτι Οὐκ ὀφείλετε ἀνακρίνειν. Ἀλλ' οὐκ ἂν τούτων καθήψατο. Οὐκ εἶπεν, Ἐν καθαροῖς καὶ ἀκαθάρτοις, οὐδὲ εἶπεν, Ἐν σκηνοπηγίαις καὶ ἀζύµοις καὶ πεντηκοστῇ· ἀλλ', Ἐν µέρει ἑορτῆς· οὐ γὰρ ἐτόλµων τὸ πᾶν φυλάττειν· καὶ εἰ ἐφύλαττον, οὐχ ὥστε ἑορτάζειν. Ἐν µέρει, φησί· δεικνὺς ὅτι τὸ πλέον λέλυται. Εἰ γὰρ καὶ ἐσαββάτιζον, ἀλλ' οὐκ ἀκριβῶς. Ἅ ἐστι σκιὰ τῶν µελλόντων· τῆς Καινῆς, φησὶ,∆ ιαθήκης. Τὸ δὲ σῶµα Χριστοῦ. Οἱ µὲν οὖν τοῦτο στίζουσι, Τὸ δὲ σῶµα, Χριστοῦ· ἡ δὲ ἀλήθεια ἐπὶ Χριστοῦ γέγονεν· οἱ δὲ, Τὸ σῶµα Χριστοῦ µηδεὶς ὑµᾶς καταβραβευέτω, τουτέστιν, ἐπηρεαζέτω. Καταβραβευθῆναι γάρ ἐστιν ὅταν παρ' ἑτέρῳ µὲν ἡ νίκη ᾖ, παρ' ἑτέρῳ δὲ τὸ βραβεῖον, ὅταν ἐπηρεάζῃ νικήσας. Ἄνωθεν ἕστηκας τοῦ διαβόλου καὶ τῆς ἁµαρτίας· τί πάλιν ὑπάγεις σαυτὸν. 10] τῇ ἁµαρτίᾳ;∆ ιὰ τοῦτο ἔλεγεν, Ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόµον πληρῶσαι· καὶ πάλιν, Εὑρέθη Χριστὸς ἁµαρτίας διάκονος; ὃ ἐν τῇ πρὸς Γαλάτας γράφων ἔλεγεν. Ὅτε τοίνυν αὐτοὺς ἐνέπλησε θυµοῦ διὰ τοῦ εἰπεῖν, Καταβραβευέτω, τότε ἄρχεται· Θέλων, φησὶν, ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ µὴ ἑώρακεν ἐµβατεύων, εἰκῆ φυσιούµενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὑτοῦ. Πῶς, Ἐν ταπεινοφροσύνῃ; ἢ πῶς, Φυσιούµενος;∆ είκνυσι κενοδοξίας ὂν τὸ πᾶν. Τί δὲ ὅλως ἐστὶ τὸ λεγόµενον; Ἦσάν τινες οἱ λέγοντες· Οὐ δεῖ ἡµᾶς διὰ τοῦ Χριστοῦ προσάγεσθαι, ἀλλὰ διὰ τῶν ἀγγέλων· ἐκεῖνο γὰρ µεῖζόν ἐστιν, ἢ καθ' ἡµᾶς.∆ ιὰ τοῦτο ἄνω καὶ κάτω στρέφει τὰ ὑπὲρ τοῦ Χριστοῦ λεχθέντα αὐτῷ,∆ ιὰ τοῦ αἵµατος τοῦ σταυροῦ αὐτοῦ κατηλλάγηµεν, Ὅτι ὑπὲρ ἡµῶν ἔπαθεν, Ὅτι ἠγάπησεν ἡµᾶς. Καὶ ἐν αὐτῷ δὲ τούτῳ ἐπείροντο πάλιν. Καὶ οὐκ εἶπε προσαγωγὴν, ἀλλὰ θρησκείαν. Ἃ µὴ ἑώρακεν ἐµβατεύων. Οὐ γὰρ εἶδεν ἀγγέλους, καὶ οὕτω διάκειται ὡς ἰδών.∆ ιὰ τοῦτό φησι, Φυσιούµενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὑτοῦ εἰκῆ. Οὐδὲ γὰρ ἐπί τινι ἀληθεῖ πράγµατι, ἐπὶ τῷ δόγµατι πεφύσηται. Καὶ προβάλλεται ταπεινοφροσύνης σχῆµα· ὡσεὶ ἔλεγε· Σαρκικῆς διανοίας, οὐ πνευµατικῆς, ἀνθρώπινος ὁ λογισµός. Καὶ οὐ κρατῶν τὴν κεφαλὴν, φησὶν, ἐξ οὗ πᾶν τὸ σῶµα. Τουτέστιν, ἐκεῖθεν ἔχει τὸ εἶναι, καὶ τὸ καλῶς εἶναι. Τί τοίνυν τὴν κεφαλὴν ἀφεὶς, ἔχῃ τῶν µελῶν; ἐὰν ἐκεῖθεν ἐκπέσῃς, ἀπόλωλας. Ἐξ οὗ πᾶν τὸ σῶµα. Ὅστις ἂν ᾖ, φησὶν, οὐ τὸ ζῇν, ἀλλὰ καὶ τὸ συντίθεσθαι ἐκεῖθεν αὐτῷ. Πᾶσα ἡ Ἐκκλησία, ἕως ἂν ἔχῃ τὴν κεφαλὴν, αὔξει· ἐπεὶ οὐκέτι ἀπονοίας καὶ κενοδοξίας τὸ πάθος, ἀνθρωπίνης ἐννοίας τὸ εὕρεµα. Ἰδοὺ τὸ, Ἐξ οὗ, ἐπὶ τοῦ Υἱοῦ.∆ ιὰ τῶν ἁφῶν καὶ συνδέσµων, φησὶν, ἐπιχορηγούµενον καὶ συµβιβαζόµενον, αὔξει τὴν αὔξησιν τοῦ Θεοῦ· τὴν κατὰ Θεὸν, φησὶ, τὴν ἀπὸ τῆς πολιτείας τῆς ἀρίστης. Εἰ οὖν ἀπεθάνετε σὺν Χριστῷ. Μέσον ἐκεῖνο τίθησι, καὶ τὸ σφοδρότερον ἑκατέρωθεν. Εἰ ἀπεθάνετε σὺν Χριστῷ ἀπὸ τῶν τοῦ κόσµου στοιχείων, φησὶ, τί ὡς ζῶντες ἐν κόσµῳ δογµατίζεσθε; Οὐκ ἔχει ἀκολουθίαν· ἔδει γὰρ εἰπεῖν. Πῶς ὡς ζῶντες ὑπόκεισθε τοῖς στοιχείοις· Ἀλλὰ τοῦτο ἀφεὶς, τί φησι; Μὴ ἅψῃ µηδὲ γεύσῃ µηδὲ θίγῃς· ἅ ἐστι πάντα εἰς φθορὰν τῇ ἀποχρήσει, κατὰ τὰ ἐντάλµατα καὶ διδασκαλίας τῶν ἀνθρώπων.
7.2
Οὐκ ἔστε ἐν τῷ κόσµῳ, φησί· καὶ πῶς τοῖς στοιχείοις ὑπόκεισθε; πῶς ταῖς τοῦ κόσµου παρατηρήσεσι; Καὶ ὅρα πῶς αὐτοὺς κωµῳδεῖ, Μὴ θίγῃς, µὴ ἅψῃ, µὴ γεύσῃ, ὡς µεγάλων τινῶν ἀπεχοµένους. Ἅ ἐστι πάντα εἰς φθορὰν τῇ ἀποχρήσει. Καθεῖλε τῶν πολλῶν τὴν φυσίωσιν, καὶ ἐπήγαγε· Κατὰ τὰ ἐντάλµατα καὶ διδασκαλίας τῶν ἀνθρώπων. Τί λέγεις; κἂν τὸν νόµον εἴπῃς, λοιπὸν διδασκαλία ἐστὶν ἀνθρώπου µετὰ τὸν καιρόν. Ἢ ὅτι παρεποίουν αὐτὸν οὕτως εἶπεν, ἢ τὰ τῶν Ἑλλήνων αἰνίττεται. Ὅλον ἀνθρώπινον τὸ δόγµα ἐστὶ, φησίν. Ἅτινά ἐστι λόγον µὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκείᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδίᾳ σώµατος, οὐκ ἐν τιµῇ τινι πρὸς πλησµονὴν τῆς σαρκός. Λόγον, φησὶν, οὐ δύναµιν· ἄρα οὐκ ἀλήθειαν. Ὥστε κἂν λόγον ἔχῃ σοφίας, ἀποστρεφώµεθα.∆ οκεῖ γὰρ εὐλαβής τις εἶναι καὶ µέτριος καὶ τοῦ σώµατος καταφρονεῖν· οὐκ ἔστι δέ. Οὐκ ἐν τιµῇ τινι πρὸς πλησµονὴν τῆς σαρκός. Ὁ Θεὸς γὰρ τιµὴν ἔδωκεν, αὐτοὶ δὲ οὐκ ἐν τιµῇ κέχρηνται. Οὕτως, ὅταν δόγµα ᾖ, οἶδεν αὐτὸ τιµὴν καλεῖν. Ἀτιµάζουσι τὴν σάρκα, φησὶν, ἀποστεροῦντες αὐτὴν, καὶ τὴν ἐξουσίαν ἀφαιρούµενοι, οὐχ ἑκόντος κρατεῖν συγχωροῦντες· ὁ Θεὸς τὴν σάρκα ἐτίµησεν. Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ. Συνάγει αὐτοὺς λοιπὸν ἄνω κατασκευάσας ὅτι ἀπέθανε.∆ ιὰ τοῦτό φησιν, Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε. Οὐκ ἔστιν ἐκεῖ παρατήρησις. Τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήµενος. Βαβαί! ποῦ τὸν νοῦν ἀνήγαγε τὸν ἡµέτερον; πῶς φρονήµατος αὐτοὺς ἐπλήρωσε µεγάλου; Οὐκ ἤρκει τὰ ἄνω εἰπεῖν, οὐδὲ, οὗ ὁ Χριστός ἐστιν, ἀλλὰ προστίθησιν, Ἐν δεξιᾷ τοῦ Θεοῦ καθήµενος. Ἐκεῖθεν λοιπὸν οὐ τὴν γῆν ὁρᾷν παρεσκεύαζε. Τὰ ἄνω φρονεῖτε, µὴ τὰ ἐπὶ τῆς γῆς. Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑµῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑµῶν, τότε καὶ ὑµεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. Οὐκ ἔστιν αὕτη, φησὶν, ἡ ζωὴ ὑµῶν· ἡ ὑµετέρα ζωὴ ἑτέρα τίς ἐστιν. Ἤδη βιάζεται µεταστῆσαι αὐτοὺς, καὶ φιλονεικεῖ δεῖξαι καθηµένους ἄνω, καὶ νεκροὺς ὄντας, ἐξ ἑκατέρων κατασκευάζων µὴ ζητεῖν τὰ ἐνταῦθα. Εἴτε γὰρ νεκροί ἐστε, οὐκ ὀφείλετε ζητεῖν· εἴτε ἄνω ἐστὲ, οὐκ ὀφείλετε ζητεῖν. Μὴ φαίνεται ὁ Χριστός; οὐκοῦν οὐδὲ ἡ ζωὴ ὑµῶν. Ἐν τῷ Θεῷ ἄνω ἐστί. Τί οὖν; πότε ζησόµεθα; Ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑµῶν, τότε τὴν δόξαν ζητεῖτε, τότε τὴν ζωὴν, τότε τὴν τρυφήν. Ταῦτα προκατασκευαστικὰ τοῦ τῆς τρυφῆς αὐτοὺς ἀπαγαγεῖν καὶ τῆς ἀνέσεως. Τοιοῦτον ἔθος αὐτῷ ἄλλα κατασκευάζοντι εἰς ἄλλα µεταπηδᾷν· οἷον, ὥσπερ περὶ τῶν προλαµβανόντων εἰς τὰ δεῖπνα διαλεγόµενος, ἐνέπεσεν ἀθρόον εἰς τὴν τῶν µυστηρίων παρατήρησιν. Μέγα γὰρ ἔχει ἔλεγχος, ὅταν ἀνυπόπτως γένηται. Κέκρυπται, φησὶν, ἀφ' ὑµῶν. Τότε καὶ ὑµεῖς σὺν αὐτῷ φανερωθήσεσθε. Ὥστε νῦν οὐ φαίνεσθε. Ὅρα πῶς αὐτοὺς εἰς αὐτὸν τὸν οὐρανὸν µετέστησεν. Ὅπερ γὰρ ἔφην, ἀεὶ φιλονεικεῖ δεῖξαι τὰ αὐτὰ ἔχοντας ἅπερ καὶ ὁ Χριστός· καὶ διὰ πασῶν αὐτοῦ τῶν ἐπιστολῶν οὗτος ὁ λόγος ἐν πᾶσι κοινωνοῦντας αὐτῷ δεῖξαι.∆ ιὰ τοῦτο καὶ κεφαλὴν, καὶ σῶµα λέγει, καὶ πάντα ποιεῖ, ἵνα τοῦτο παραστήσῃ. Εἰ τοίνυν τότε φανερούµεθα, µὴ ἀλγῶµεν, ὅταν τιµῆς µὴ ἀπολαύωµεν· εἰ µή ἐστιν αὕτη ἡ ζωὴ ζωὴ, ἀλλὰ κέκρυπται, ὡς νεκροὶ ζῇν ὀφείλοµεν ταύτην τὴν ζωήν. Τότε καὶ ὑµεῖς, φησὶ, σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. Ἐν δόξῃ, εἶπεν, οὐχ ἁπλῶς· ἐπεὶ καὶ ὁ µαργαρίτης κέκρυπται, ἕως ἂν ᾖ ἐν τῷ ὀστρέῳ. Ἄν τε οὖν ὑβριζώµεθα, µὴ ἀλγῶµεν, ἄν τε ὁτιοῦν πάσχωµεν· οὐ γάρ ἐστιν ἡµῶν ζωὴ αὕτη ἡ ζωή· ξένοι γὰρ καὶ παρεπίδηµοί ἐσµεν. Ἀπεθάνετε γὰρ, φησί. Τίς ἐστιν οὕτως ἀνόητος, ὡς τῷ νεκρῷ σώµατι τῷ ταφέντι ἢ οἰκέτας ἀγοράζειν, ἢ οἰκίας οἰκοδοµεῖν, ἢ ἱµάτια κατασκευάζειν πολυτελῆ; Οὐδείς. Μὴ τοίνυν µηδὲ ἡµεῖς· ἀλλ' ὥσπερ ἓν µόνον ζητοῦµεν, ὥστε µὴ γεγυµνῶσθαι, οὕτω καὶ ἐνταῦθα ἓν µόνον ζητῶµεν. Ἐτάφη ἡµῶν ὁ πρῶτος ἄνθρωπος· ἐτάφη οὐκ ἐν γῇ, ἀλλ' ἐν ὕδατι, οὐ τοῦ θανάτου αὐτὸν καταλύοντος, ἀλλὰ τοῦ τὸν θάνατον καταλύσαντος θάψαντος αὐτὸν οὐ φύσεως νόµῳ, ἀλλὰ τῷτῆς φύσεως ἰσχυροτέρῳ προστάγµατι τῆς δεσποτείας. Τὰ µὲν γὰρ ὑπὸ φύσεως γενόµενα κἂν ἀναλύσειέ τις, τὰ δὲ ὑπὸ τοῦ προστάγµατος αὐτοῦ, οὐκέτι. Οὐδὲν ταύτης µακαριώτερον τῆς ταφῆς, ἐφ' ᾗ πάντες χαίρουσι, καὶ ἄγγελοι καὶ ἄνθρωποι καὶ ὁ τῶν ἀγγέλων∆ εσπότης· ταύτῃ τῇ ταφῇ οὐχ ἱµατίων, οὐ λάρνακος, οὐκ ἄλλου τῶν τοιούτων οὐδενὸς χρεία. Βούλει τὸ σύµβολον ἰδεῖν;∆ είξω σοι κολυµβήθραν, ἐν ᾗ ὁ µὲν ἐτάφη, ὁ δὲ ἀνέστη· ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ κατεποντίσθησαν Αἰγύπτιοι, ἀνῆλθον δὲ Ἰσραηλῖται· καὶ τὸ αὐτὸ πρᾶγµα τὸν µὲν θάπτει, τὸν δὲ γεννᾷ.
7.3
Μὴ θαυµάσῃς, εἰ γένεσις καὶ φθορὰ γίνεται ἐν τῷ βαπτίσµατι· ἐπεὶ, εἰπέ µοι, τὸ λύειν τῷ συγκολλᾷν οὐκ ἐναντίον; Παντί που δῆλον. Τοῦτο τὸ πῦρ ποιεῖ· κηρὸν µὲν γὰρ διαλύει καὶ ἀπόλλυσι, γῆν δὲ µεταλλικὴν συγκολλᾷ καὶ χρυσὸν ἐργάζεται. Οὕτω δὴ καὶ ἐνταῦθα, τὸν κήρινον ἀνδριάντα ἀφανίσασα ἡ τοῦ πυρὸς δύναµις, ἔδειξε χρυσοῦν ἀντ' ἐκείνου· πήλινοι γὰρ ὄντως ἦµεν πρὸ τοῦ λουτροῦ, χρυσοῖ δὲ µετὰ τοῦτο. Πόθεν δῆλον; Ἄκουσον αὐτοῦ λέγοντος· Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκὸς, ὁ δεύτερος ἄνθρωπος οὐράνιος ἐξ οὐρανοῦ. Ἐγὼ µὲν ὅσον πηλίνου πρὸς χρυσὸν τὸ µέσον εἶπον, εὗρον δὲ µείζονα διαφορὰν οὐρανίου καὶ γηΐνου· οὐ τοσοῦτον δὲ πηλίνου καὶ χρυσοῦ τὸ µέσον, ὅσον τῶν γηίνων καὶ τῶν οὐρανίων. Κήρινοι ἦµεν, καὶ πήλινοι· καὶ γὰρ ἡ τῆς ἐπιθυµίας ἡµᾶς ἔτηξε φλὸξ πολλῷ µᾶλλον ἢ τὸν κηρὸν τὸ πῦρ· καὶ ὁ τυχὼν ἡµᾶς συνέκλα πειρασµὸς πολλῷ µᾶλλον ἢ τοὺς πηλίνους ὁ λίθος. Καὶ, εἰ βούλεσθε, ὑπογράψωµεν τὸν πρότερον βίον, εἰ µὴ πάντα ἦν γῆ καὶ ὕδωρ, καὶ τὸ εὐρίπιστον ἔχοντα καὶ τὸν κονιορτὸν καὶ τὸ ἄστατον καὶ διαῤῥέον. Καὶ, εἰ βούλεσθε, µὴ τὰ πρότερα, ἀλλὰ τὰ παρόντα ἐξετάσωµεν, εἰ µὴ κονιορτὸν καὶ ὕδωρ εὑρήσοµεν πάντα τὰ ὄντα. Τί γὰρ βούλει εἰπεῖν; τὰς ἀρχὰς καὶ τὰς δυναστείας; τούτου γὰρ οὐδὲν δοκεῖ ζηλωτότερον εἶναι ἐν τῷ παρόντι βίῳ. Ἀλλὰ τὸν κονιορτὸν εὕροι τις ἂν µᾶλλον ἐπὶ τοῦ ἀέρος ἱστάµενον, ἢ ταῦτα, µάλιστα νῦν. Τίνι γὰρ οὐχ ὑπόκεινται; Τοῖς ἐρῶσιν αὐτῶν, τοῖς εὐνούχοις, τοῖς τῶν χρηµάτων ἕνεκεν ἅπαντα πράττουσι, θυµῷ δήµου, ὀργαῖς τῶν δυνατωτέρων. Ὁ χθὲς ἐπὶ τοῦ βήµατος ὑψηλὸς, ὁ κήρυκας ἔχων λαµπρᾷ τῇ φωνῇ βοῶντας, καὶ πολλοὺς τοὺς προτρέχοντας καὶ σοβοῦντας κατὰ τὴν ἀγορὰν, σήµερον εὐτελὴς καὶ ταπεινὸς καὶ πάντων ἐκείνων ἔρηµος καὶ γυµνὸς, καθάπερ κονιορτὸς ἀναῤῥιπισθεὶς, καθάπερ ῥεῦµα παρελθόν. Καθάπερ δὲ ἡ κόνις ἀπὸ τῶν ποδῶν ἐγείρεται τῶν ἡµετέρων· οὕτω δὴ καὶ αἱ ἀρχαὶ ἀπὸ τούτων τίκτονται τῶν περὶ τὰ χρήµατα στρεφοµένων, καὶ ποδῶν τάξιν ἐχόντων ἐν παντὶ τῷ βίῳ· καὶ καθάπερ ἡ κόνις, ὅταν µὲν αἴρηται, πολὺ µέρος κατέχει τοῦ ἀέρος, αὐτὴ δέ ἐστιν ὀλίγη, οὕτω καὶ ἡ ἀρχή· καὶ καθάπερ ἡ κόνις τυφλοῖ τοὺς ὀφθαλµοὺς, οὕτω καὶ τῆς ἀρχῆς ὁ τῦφος πηροῖ τοὺς ὀφθαλµοὺς τῆς διανοίας. Ἀλλὰ τί; βούλει τὸ πολύευκτον πρᾶγµα ἐξετάσωµεν, τὸν πλοῦτον; Φέρε καταµέρος αὐτὸν ἐξετάσωµεν. Ἔχει τρυφὴν, ἔχει τιµὰς, ἔχει τὸ δύνασθαι. Πρῶτον οὖν, εἰ βούλει, τὴν τρυφὴν ἐξετάσωµεν, οὐχὶ κονιορτός ἐστι; µᾶλλον δὲ καὶ τούτου ταχύτερον παρατρέχει· µέχρι γὰρ τῆς γλώττης ἡ ἡδονὴ τῆς τρυφῆς· ὅταν δὲ ἐµπλησθῇ ἡ γαστὴρ, οὐδὲ µέχρι τῆς γλώττης. Ἀλλ' αὐταὶ αἱ τιµαὶ πρᾶγµα ἡδὺ, φησί. Καὶ τί τῆς τιµῆς ἐκείνης ἀηδέστερον, ὅταν διὰ χρείαν γίνεται χρηµάτων; Ὅταν µὴ ἐκ προαιρέσεως, µηδὲ ἀπὸ προθυµίας τινὸς, οὐ σὺ καρποῦσαι τὴν τιµὴν, ἀλλ' ὁ πλοῦτος. Ὥστε µάλιστα πάντων ἄτιµον ποιεῖ τὸν πλουτοῦντα τοῦτο αὐτό. Εἰπὲ γάρ µοι, εἴ σε φίλον ἔχοντα πάντες ἐτίµων, ὡµολόγουν δὲ σὲ µὲν οὐδενὸς ἄξιον εἶναι, ἀναγκάζεσθαι δὲ δι' ἐκεῖνον τιµᾷν, ἦν ὅπως ἄν σεἑτέρως ἠτίµασαν; Ὥστε ἀτιµίας αἴτιος ὁ πλοῦτος ἡµῖν, αὐτῶν τῶν κεκτηµένων τιµιώτερος ὢν, καὶ ἀσθενείας, ἢ δυναστείας τεκµήριον. Πῶς οὖν οὐκ ἄτοπον γῆς καὶ σποδοῦ( τοῦτο γὰρ ὁ χρυσὸς) µὴ νοµίζεσθαι ἡµᾶς ἀξίους εἶναι, ἀλλ' ἡµᾶς δι' ἐκεῖνον τιµᾶσθαι; Εἰκότως· ἀλλ' οὐχ ὁ τοῦ πλούτου καταφρονῶν, οὕτω· κρεῖττον γὰρ µὴ τιµᾶσθαι ἢ οὕτω τιµᾶσθαι. Εἰπὲ γάρ µοι, εἴ τις εἶπέ σοι, ὅτι Σὲ οὐδεµιᾶς ἡγοῦµαι ἄξιον τιµῆς, διὰ δὲ τοὺς οἰκέτας σου τιµῶ σε, ἆρα τί ταύτης τῆς ἀτιµίας γένοιτο ἂν χεῖρον; Εἰ δὲ τὸ δι' οἰκέτας τιµᾶσθαι αἰσχρὸν τοὺς τῆς αὐτῆς ψυχῆς ἡµῖν κοινωνοῦντας καὶ φύσεως, πολλῷ µᾶλλον, διὰ τούτων, ἅπερ ἐστὶν εὐτελέστερα, τοίχουςλέγω οἰκιῶν καὶ αὐλὰς καὶ σκεύη χρυσᾶ καὶ ἱµάτια. Γέλως ὄντως καὶ αἰσχύνη ταῦτα· βέλτιον ἀποθανεῖν, ἢ οὕτω τιµηθῆναι. Εἰπὲ γάρ µοι, εἴ τίς σε κινδυνεύοντα ἐν τῷ τύφῳ τούτῳ εὐτελὴς καὶ κατάπτυστος ἐξελέσθαι ἠθέλησε τοῦ κινδύνου, τί ἂν τούτου χεῖρον ἦν; Ὅπερ δὲ περὶ τῆς πόλεως πρὸς ἀλλήλους λέγετε, βούλοµαι πρὸς ὑµᾶς εἰπεῖν. Προσέκρουσέ ποτε τῷ κρατοῦντι ἡ πόλις ἡ ἡµετέρα, καὶ πᾶσαν αὐτὴν ἐκέλευσεν ἄρδην ἀπολέσθαι µετὰ ἀνδρῶν καὶ παίδων καὶ οἰκηµάτων. Τοιοῦτοι γὰρ οἱ θυµοὶ οἱ βασιλικοί· τῇ ἐξουσίᾳ ὅσον ἂν θέλωσι, χαρίζονται· το σοῦτον ἡ ἐξουσία κακόν. Ἦν οὖν ἐν κινδύνοις τοῖς ἐσχάτοις. Ἡ δὲ γείτων πόλις, αὕτη ἡ ἐπιθαλάσσιος, ἐλθοῦσα παρεκάλεσε τὸν βασιλέα ὑπὲρ ἡµῶν· οἱ δὲ τὴν πόλιν οἰκοῦντες τὴν ἡµετέραν ἔλεγον τοῦτο χεῖρον εἶναι τοῦ κατασκαφῆναι τὴν πόλιν. Οὕτω τοῦ ἀτιµασθῆναι τὸ οὕτω τιµᾶσθαι χεῖρόν ἐστι. Ὅρα γὰρ πόθεν ἔχει τὴν ῥίζαν ἡ τιµή. Μαγείρων χεῖρες ποιοῦσιν ἡµᾶς τιµᾶσθαι, ὥστε ἐκείνοις ὀφείλοµεν χάριν ἔχειν· καὶ συβῶται παρέχοντες πλουσίαν τὴν τράπεζαν, καὶ ὑφάνται καὶ ἔριθοι καὶ οἱ µέταλλα ἐργαζόµενοι καὶ πλακουντοποιοὶ καὶ τραπεζοποιοί.
7.4
Τοῦ τοίνυν τούτοις εἰδέναι χάριν τῆς τιµῆς οὐ βέλτιον τὸ µὴ τιµᾶσθαι; Καὶ χωρὶς δὲ τούτου, ὅτι ἀτιµίας γέµει τὸ πλουτεῖν, ἐγὼ σαφῶς ἀποδεῖξαι πειράσοµαι. Τὴν ψυχὴν αἰσχρὰν ἐργάζεται· τί δὲ τούτου ἀτιµότερον; Εἰπὲ γάρ µοι, εἰ τὸ σῶµα ὡραῖον ἦν, καὶ πάντας νικῶν τῷ κάλλει, ὁ δὲ πλοῦτος προσελθὼν ἐπηγγέλλετο ποιήσειν αἰσχρὸν, καὶ ἀντὶ µὲν ὑγιοῦς νοσῶδες, ἀντὶ δὲ κατεσταλµένου φλεγµαῖνον, καὶ πάντα τὰ µέλη ὑδέρου πληρώσας ἐξώγκωσε µὲν τὴν ὄψιν, καὶ πάντοθεν ἐποίησεν οἰδαίνειν, ἐξώγκωσε δὲ πόδας καὶτῶν δοκῶν βαρυτέρους ἐποίησεν, ἐξώγκωσε δὲ γαστέρα καὶ παντὸς πίθου µείζονα εἰργάσατο, καὶ µετὰ τοῦτο οὐδὲ τοῖς βουλοµένοις θεραπεύεινἐπηγγέλλετο συγχωρήσειν( τοῦτο γὰρ ἡ ἐξουσία), ἀλλὰ τοσαύτην δώσειν ἐλευθερίαν, ὥστε ἄν τις προσείη ἀπάγων τῶν βλαπτόντων κολάσειν αὐτόν· ἆρα ἦν ἄν τι τούτου ὠµότερον, εἰπέ µοι; Οὐκοῦν τὸ πλουτεῖν, ὅταν τὴν ψυχὴν ταῦτα ἐργάζηται, πῶς ἂν εἴη καλόν; Ἀλλ' ἡ ἐξουσία αὐτῆς τῆς νόσου χαλεπωτέρα· τὸ γὰρ νοσοῦντα µηδὲ νόµοις ἰατρῶν πείθεσθαι, τοῦ νοσεῖν χαλεπώτερον· ὅπερ ὁ πλοῦτος ἔχει, πανταχόθεν φλεγµαίνειν ποιῶν τὴν ψυχὴν, καὶ τοὺς ἰατροὺς προσιέναι κωλύων. Ὥστε διὰ τὴν ἐξουσίαν µὴ µακαρίζωµεν τούτους, ἀλλ' ἐλεῶµεν. Οὐδὲ γὰρ ὑδερικὸν ἰδὼν κατακείµενον, καὶ µηδένα κωλύοντα ἐµφορεῖσθαι ποµάτων, ὅσωνπερ ἤθελε, καὶ κρεῶν τῶν βλαπτόντων, ἐµακάρισα ἂν αὐτὸνδιὰ τὴν ἐξουσίαν. Οὐ γὰρ πανταχοῦ ἡ ἐξουσία καλὸν, ὥσπερ οὖν οὐδὲ αἱ τιµαί· καὶ γὰρ καὶ αὗται φρονήµατος πληροῦσι πολλοῦ. Εἰ δὲ τὸ σῶµα οὐκ ἂν εἴλου µετὰ πλούτου ταύτην δέξασθαι τὴν νόσον, πῶς τὴν ψυχὴν περιορᾷς, οὐχὶ τοῦτο µόνον, ἀλλὰ καὶ ἑτέραν κόλασιν δεχοµένην; Καὶ γὰρ πυρετοῖς πάντοθεν φλέγεται καὶ φλεγµοναῖς, καὶ τὸν πυρετὸν ἐκεῖνον οὐδεὶς σβέσαι δύναται· οὐ γὰρ ἀφίησιν ὁ πλοῦτος, ἅπερ ἐστὶν ἐλαττώµατα, ταῦτα πείσας εἶναι πλεονεκτήµατα· οἷον, τὸ µηδενὸς ἀνέχεσθαι, καὶ ἐξουσίᾳ πάντα ποιεῖν. Οὐ γὰρ εὑρήσει τις ἄλλην ψυχὴν τοσούτων γέµουσαν ἐπιθυµιῶν καὶ οὕτως ἀτόπων, ὡς τὰς τῶν βουλοµένων πλουτεῖν. Πόσας γὰρ ληρωδίας οὐχ ὑπογράφουσιν ἑαυτοῖς; Μᾶλλον τῶν τοὺς ἱπποκενταύρους ἀναπλαττόντων καὶ τὰς χιµαίρας καὶ τοὺς δρακοντόποδας καὶ τὰς Σκύλλας καὶ τὰ τέρατα, ἴδοι τις ἂναὐτοὺς ἀναπλάττοντας. Κἂν θελήσῃς αὐτῶν µίαν ἐπιθυµίαν ἀναπλάσαι, οὐδὲν οὔτε σκύλλα οὔτε χίµαιρα οὔτε ἱπποκένταυρος φανήσονται πρὸς τὴν τερατωδίαν ἐκείνην, ἀλλ' εὑρήσεις πάντα ὁµοῦ ἔχουσαν τὰ θηρία. Καὶ τάχα µέ τις οἰήσεται ἐν πλούτῳ γεγενῆσθαι πολλῷ οὕτως ἐπαληθεύοντα τοῖς γινοµένοις. Λέγεταί τις· πρότερον γὰρ ἀπὸ τῶν παρὰ τοῖς Ἕλλησιν ᾀδοµένων τὸν λόγον πιστώσοµαι· λέγεταί τις παρ' αὐτοῖς βασιλεὺς τοσοῦτον ἐνυβρίσαι τῇ τρυφῇ, ὥστε πλάτανον ποιῆσαι χρυσῆν, καὶ οὐρανὸν ἄνωθεν, καὶ οὕτω καθίσαι, καὶταῦτα ἐπιστρατεύων ἀνθρώποις πολεµεῖν µεµαθηκόσιν. Ἆρα οὐχ ἱπποκενταύρων αὕτη ἡ ἐπιθυµία; ἆρα οὐ Σκύλλης; Ἕτερος πάλιν εἰς βοῦν ξύλινον ἐνέβαλε τοὺς ἀνθρώπους. Ἆρα οὐ Σκύλλα τοῦτο; Τέως δὲ τῶν πρότερον ἐξ ἀνδρὸς γυναῖκα ἐποίησε τὸν βασιλέα, τὸν στρατιώτην· ἀπὸ γυναικὸς, τί εἴπω; θηρίον ἄλογον, καὶ ἔτι τούτου χεῖρον. Τὰ γὰρ θηρία ὑπὸ δένδρων ἂν ᾖ, ἀνέχονται τῆς φύσεως, καὶ πλέον οὐδὲν ἐπιζητοῦσιν· οὗτος δὲ καὶ τῶν θηρίων τὴν φύσιν ὑπερηκόντισεν. Ἆρα τί γένοιτ' ἂν τῶν πλουτούντων ἀνοητότερον; Τοῦτο δὲ ἀπὸ τῆς πλεονεξίας τῶν ἐπιθυµιῶν γίνεται. Ἆρα οὐχὶ πολλοὶ θαυµάζουσιν αὐτόν; Τοιγάρτοι τοῦ γέλωτος κοινωνοῦσιν αὐτῷ. Τοῦτο οὐ τὸν πλοῦτον ἐδείκνυ, ἀλλὰ τὴν ἄνοιαν. Πόσῳ τῆς χρυσῆς ἐκείνης πλατάνου ἡ τῆς γῆς βελτίων; τὰ γὰρ κατὰ φύσιν τῶν παρὰ φύσιν ἡδίω. Τί δέ σοι ὁ χρυσοῦς οὐρανὸς ἐβούλετο, ἀνόητε; Ὁρᾷς πῶς µαινοµένους ὁ πλοῦτος ποιεῖ ὁ πολύς; πῶς φλεγµαίνει; Οἶµαι αὐτὸν καὶ τὴν θάλατταν ἀγνοεῖν, καὶ τάχα βαδίζειν βούλεσθαι ἐπ' αὐτῆς. Ἆρα οὐ χίµαιρα ταῦτα; ἆρα οὐχ ἱπποκένταυρος; Ἀλλ' εἰσὶ καὶ νῦν τινες οἳ οὐδὲ ἐκείνου ἀποδέουσιν, ἀλλὰ πολλῷ ἀνοητότεροι τυγχάνουσιν ὄντες. Τί γὰρ, εἰπέ µοι, τῆς χρυσῆς πλατάνου διαφέρουσι κατὰ ἄνοιαν οἱ κεράµια ποιοῦντες χρυσᾶ καὶ χύτρας καὶ ἀλάβαστρα; Τί δὲ αἱ γυναῖκες( αἰσχύνοµαι µὲν οὖν, πλὴν ἀναγκαῖον εἰπεῖν), ἀµίδας ἀργυρᾶς ποιοῦσαι; Ὑµᾶς αἰσχύνεσθαι τὰς ταῦτα ποιούσας ἔδει. Τοῦ Χριστοῦ λιµώττοντος, σὺ οὕτω τρυφᾷς; µᾶλλον δὲ ἀνοηταίνεις; ποίαν αὗται κόλασιν οὐ τίσουσιν; Ἔτι οὖν ἐρωτᾷς, διὰ τί λῃσταὶ, διὰ τί ἀνδροφόνοι, διὰ τί τὰ κακὰ, οὕτως ὑµᾶς τοῦ διαβόλου παρασύραντος; Τὸ µὲν γὰρ πινάκια ἔχειν ἀργυρᾶ, οὐδὲ τοῦτο µὲν κατὰ φιλόσοφον ψυχὴν, ἀλλὰ τρυφῆς τὸ πᾶν· τὸ δὲ καὶ σκεύη ἀκάθαρτα ποιεῖν ἐξ ἀργύρου, ἆρα τρυφῆς; ἀλλ' οὐκ ἂν εἴποιµι τρυφῆς, ἀλλ' ἀνοίας· ἀλλ' οὐδὲ τοῦτο, ἀλλὰ µανίας, µᾶλλον δὲ καὶ µανίας χεῖρον.
7.5
Οἶδα ὅτι πολλοί µε κωµῳδοῦσιν ἐπὶ τούτῳ, ἀλλ' οὐκ ἐπιστρέφοµαι, µόνον γενέσθω τι πλέον. Ὄντως ἀνοήτους ποιεῖ τὸ πλουτεῖν καὶ µαινοµένους. Εἰ τοσαύτη ἦν ἡ περιουσία, ἐβουλήθησαν ἂν καὶ τὴν γῆν εἶναι χρυσῆν, καὶ τοίχους χρυσοῦς, τάχα καὶ τὸν οὐρανὸν καὶ τὸν ἀέρα ἀπὸ χρυσοῦ. Τίς ἡ µανία, τίς ἡ παρανοµία; τίς ὁ πυρετός; Ἕτερος τῷ κρυµῷ διαφθείρεται ὁ κατ' εἰκόνα Θεοῦ, σὺ δὲ τοιαῦτα κατασκευάζεις; Ὢ τοῦ τύφου· τί ἂν πλέον µαινόµενος ἐποίησε; τὰ ἀποπατήµατα οὕτω τιµᾷς, ὥστε ἀργύρῳ ὑποδέχεσθαι; Οἶδα ὅτι ναρκᾶτε ἀκούοντες, ἀλλ' αἱ ποιοῦσαι ναρκᾷν ὀφείλουσι, καὶ οἱ τοῖς τοιούτοις νοσήµασιν ἄνδρες ὑπηρετούµενοι! ἀκολασία γάρ ἐστι καὶ ὠµότηςκαὶ ἀπανθρωπία καὶ θηριωδία καὶ ἀσέλγεια τοῦτο. Ποία Σκύλλα, ποία χίµαιρα, ποῖος δράκων, µᾶλλον δὲ ποῖος δαίµων, ποῖος διάβολος ταῦτα ἂν ἐποίησε· Τί τοῦ Χριστοῦ ὄφελος; τί δὲ τῆς πίστεως, ὅταν ἀνθρώπων ἀνέχηταί τις Ἑλλήνων, µᾶλ λον δὲ οὐχ Ἑλλήνων, ἀλλὰ δαιµόνων; Εἰ χρυσῷ καὶ µαργαρίταις τὴν κεφαλὴν κοσµεῖν οὐ δεῖ, ὁ τῷ ἀργύρῳ εἰς ἀκάθαρτον οὕτως ὑπηρεσίαν κεχρηµένος, ποίας συγγνώµης τεύξεται; οὐκ ἀρκεῖ τὰ λοιπὰ, καίτοι γε οὐδὲ ἐκεῖνα ἀνεκτὰ, καθέδραι καὶ ὑποπόδια ἐξ ἀργύρου πάντα; καίτοι καὶ ταῦτα ἀνοίας. Ἀλλὰ πανταχοῦ ὁ τῦφος ὁ περισσὸς, πανταχοῦ ἡ κενοδοξία· οὐδαµοῦ τῆς χρείας, ἀλλὰ πανταχοῦ τῶν περιττῶν. Ἐγὼ δέδοικα µὴ ὑπὸ τῆς µανίας ταύτης προβαῖνον τὸ γυναικεῖον γένος τεράτων ἀναλάβῃ µορφήν· εἰκὸς γὰρ αὐτὰς ἐπιθυµῆσαι καὶ τρίχας ἔχειν χρυσᾶς. Ἢ ὁµολογήσατε ὅτι οὐκ ἐπάθετέ τι πρὸς τὸ λεχθὲν καὶ διανέστητε καὶ εἰς ἐπιθυµίαν ἐνεπέσετε, καὶ εἰ µή γε ἡ αἰσχύνη κατεῖχεν, οὐκ ἂν παρῃτήσασθε. Εἰ γὰρ καὶ τὰ τούτων ἀτοπώτερα τολµᾶτε, πολλῷ µᾶλλον καὶ τρίχας ἔχειν οἶµαι ταύτας ἐπιθυµῆσαι χρυσᾶς, καὶ τὰ χείλη, καὶ τὰς ὀφρῦς, καὶ πάνταχρυσὸν κατατηκούσας οὕτω περιχρίειν. Εἰ δὲ ἀπιστεῖτε καὶ νοµίζετε γελῶντά µε λέγειν, ἐγὼ διηγήσοµαι ὅπερ ἤκουσα, µᾶλλον δὲ καὶ ἔστι νῦν. Ὁ τῶν Περσῶν βασιλεὺς χρυσοῦν ἔχει τὸ γένειον, τῶν περὶ ταῦτα δεινῶν, καθάπερ τῇ κρόκῃ, οὕτω καὶ ταῖς ἐκείνου θριξὶν ἐνελισσόντων τὰ πέταλατοῦ χρυσοῦ· καὶ ἀνάκειται καθάπερ τέρας.∆ όξα σοι, Χριστὲ, πόσων ἐνέπλησας ἀγαθῶν ἡµᾶς, πῶς ἡµᾶς ὑγιαίνειν παρεσκεύασας; πόσης τερατωδίας, πόσης ἀλογίας ἡµᾶς ἀπήλλαξας; Ἰδοὺ προλέγω· οὐκέτι παραινῶ, ἀλλ' ἐπιτάττω καὶ παραγγέλλω· ὁ βουλόµενος ἀκουέτω, ὁ δὲ µὴ βουλόµενος ἀπειθείτω· ὅτι ἂν ἐπιµένητε ταῦτα ποιοῦσαι, οὐκ ἀνέξοµαι οὐδὲ δέξοµαι ὑµᾶς οὐδὲ ἀφήσω τῶν οὐδῶν ὑπερβῆναι τούτων. Τί γάρ µοι δεῖ πλήθους νοσούντων; τί δὲ, εἰ παιδοτριβῶν ὑµᾶς οὐ κωλύω τὰ µὴ περιττά; Καίτοι γε ὁ Παῦλος ἐκώλυσε, καὶ χρυσὸν καὶ µαργαρίτας. Γελώµεθα παρὰ τῶν Ἑλλήνων, µῦθος εἶναι δοκεῖ τὰ ἡµέτερα. Καὶ τοῖς ἀνδράσι παραινῶ ταῦτα· εἰς διδασκαλεῖον παραγίνῃ, παιδευόµενος φιλοσοφίαν πνευµατικήν; περίελε τὸν τῦφον ἐκεῖνον. Τοῦτο καὶ ἀνδράσι παραινῶ καὶ γυναιξί· κἂν ἑτέρως τις ποιῇ, λοιπὸν οὐκ ἀνέχοµαι.∆ ώδεκα ἦσαν οἱ µαθηταὶ, καὶ ἄκουσον τί φησιν ὁ Χριστὸς πρὸς αὐτούς· Μὴ καὶ ὑµεῖς θέλετε ὑπάγειν; Ἂν γὰρ διόλου κολακεύωµεν, πότε ἀνακτησόµεθα; πότε ὠφελήσοµεν; Ἀλλ' εἰσὶ, φησὶν, αἱρέσεις ἕτεραι, καὶ µετατίθενται. Ψυχρὸς οὗτος ὁ λόγος· Κρεῖσσον εἷς ποιῶν τὸ θέληµα Κυρίου, ἢ µυρίοι παράνοµοι. Ἐπεὶ καὶ σὺ τί βούλει, εἰπέ µοι; µυρίους δραπέτας ἔχειν καὶ κλέπτας οἰκέτας, ἢ ἕνα εὔνουν; Ἰδοὺ παραινῶ καὶ παρεγγυῶ καὶ τὸν καλλωπισµὸν τὸν περὶ τὴν ὄψιν, καὶ τὰ σκεύη τὰ τοιαῦτα συντρίβειν, καὶ πένησι διδόναι, καὶ µὴ οὕτω µεµηνέναι. Ὁ βουλόµενος ἀποπηδάτω, ὁ βουλόµενος ἐγκαλείτω· οὐκ ἀνέχοµαι οὐδενός. Ὅταν µέλλω κρίνεσθαι ἐπὶ τοῦ βήµατος τοῦ Χριστοῦ, µακρὰν ὑµεῖς ἑστήκατε, καὶ ἡ παρ' ὑµῶν χάρις εἰς οὐδὲν, ἐµοῦ τὰς εὐθύνας παρέχοντος. Ταῦτα τὰ ῥήµατα τὰ πάντα διέφθειρεν· ἵνα ἀπέλθῃ, φησὶν, καὶ µετατεθῇ πρὸς ἑτέραν αἵρεσιν· ἀσθενής ἐστι, συγκατάβηθι. Μέχρι τίνος; µέχρι πότε; ἅπαξ, καὶ δὶς, καὶ τρὶς, µὴ διαπαντός. Ἰδοὺ παρεγγυῶ πάλιν, καὶ διαµαρτύροµαι κατὰ τὸν µακάριον Παῦλον, ὅτι ἂν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσοµαι· ὅταν δὲ κατορθώσητε, τότε εἴσεσθε ὅσον τὸ κέρδος, ὅση ἡ ὠφέλεια. Ναὶ, παρακαλῶ καὶ ἀντιβολῶ, καὶ τῶν γονάτων οὐκ ἂν παραιτησαίµην ἅψασθαι, καὶ ἱκετηρίαν θεῖναι ὑπὲρ τούτου. Τίς ἡ βλακεία; τίς ἡ τρυφή; τίς ἡ ὕβρις; οὐ τρυφὴ τοῦτο, ἀλλ' ὕβρις. Τίς ἡ ἄνοια; τίς ἡ µανία; Πένητες τοσοῦτοι τὴν ἐκκλησίαν περιεστήκασι, καὶ τέκνα ἔχουσα τοσαῦτα ἡ Ἐκκλησία, οὕτω πλουτοῦντα, οὐδενὶ πένητι ἐπαµῦναι δύναται· ἀλλ' ὁ µὲν πεινᾷ, ὁ δὲ µεθύει· ὁ µὲν καὶ ἐν ἀργύρῳ ἀποπατεῖ, ὁ δὲ οὐδὲ ἄρτου µετέχει. Τίς ἡ µανία; τίς ἡ θηριωδία ἡ τοσαύτη; Γένοιτο µὴ ἐλθεῖν ἡµᾶς εἰς τὴν πεῖραν τοῦ ἐπεξελθεῖν τοῖς ἀπειθοῦσι, µηδὲ εἰς ἀγανάκτησιν τοῦ ταῦτα ἐπιτρέψαι, ἀλλ' ἑκόντας καὶ ἀνεχοµένους ταῦταπάντα περιστεῖλαι· ἵνα εἰς δόξαν τοῦ Θεοῦ ζήσωµεν, καὶ τῆς ἐκεῖ κολάσεως ἀπαλλαγῶµεν, καὶ τῶν ἐπηγγελµένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτύχωµεν, χάριτικαὶ φιλανθρωπίᾳ.

Intertext edge

Open linked passage

Note