Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Colossians
John ChrysostomHom. Col. 8 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
8.0
Νεκρώσατε τὰ µέλη ὑµῶν τὰ ἐπὶ τῆς γῆς, πορ νείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυµίαν κακὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία, δι' ἃ ἔρχεται ἡὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, ἐν οἷς καὶ ὑµεῖς περιεπατή σατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς.
8.1
Οἶδα πολλοὺς ἀπεχθανοµένους ἐν τῇ πρὸ ταύτης διαλέξει· ἀλλὰ τί πάθω; ἠκούσατε τί ἐπέταξεν ὁ∆ εσπότης. Μὴ γὰρ ἐγὼ αἴτιος; τί ποιήσω; Οὐχ ὁρᾶτε τοὺς ἀπαιτοῦντας, ὅταν ἀγνωµονῶσιν οἱ ὑπεύθυνοι, πῶς κλοιὰ τούτοις περιτιθέασιν; Ἠκούσατε τί σήµερον ὁ Παῦλος ἐβόα; Νεκρώσατε, φησὶ, τὰ µέλη ὑµῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυµίαν κακὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία. Τί τῆς τοιαύτης πλεονεξίας χεῖρον; Τοῦτο βαρύτερον οὗπερ ἔλεγον, ἡ µανία καὶ ἡ βλακεία ἡ περὶ ἄργυρον. Καὶ τὴν πλεονεξίαν, φησὶν, ἥτις ἐστὶν εἰδωλολατρεία· ὁρᾶτε ποῦ τὸ κακὸν τελευτᾷ; Μὴ δὴ δυσχεράνητε· οὐ γὰρ ἑκὼν οὐδὲ ἁπλῶς ἐχθροὺς ἔχειν θέλω, ἀλλ' ἐβουλόµην ὑµᾶς εἰς τοῦτο ἀρετῆς ἥκειν, ὡς ἐµὲ παρ' ὑµῶν ἀκούειν τὰ δέοντα. Ὥστε οὐκ αὐθεντίας ἐστὶν οὐδὲ ἀξιώµατος, ἀλλ' ὀδύνης καὶ ἀλγηδόνος. Σύγγνωτέ µοι, σύγγνωτε· οὐ θέλω ἀσχηµονεῖν ὑπὲρ τοιούτων διαλεγόµενος, ἀλλ' ἀναγκάζοµαι. Οὐχ ὑπὲρ τῆς τῶν πενήτων ὀδύνης ταῦτα λέγω, ἀλλ' ὑπὲρ τῆς ὑµετέρας σωτηρίας· ἀπολοῦνται γὰρ, ἀπολοῦνται οἱ µὴ θρέψαντες τὸν Χριστόν. Τί γὰρ, εἰ τρέφεις πένητα; ἀλλ' ἕως ἂν οὕτω σπαταλᾷς καὶ οὕτω τρυφᾷς, πάντα περιττά. Οὐ γὰρ τὸ δοῦναι ζητεῖται πολλὰ, ἀλλὰ τὸ µὴ ἔλαττον τῆς οἰκείας οὐσίας· τοῦτο γὰρ παίζοντός ἐστι. Νεκρώσατε οὖν τὰ µέλη ὑµῶν, φησὶν, τὰ ἐπὶ τῆς γῆς. Τί λέγεις; οὐ σὺ εἶπας, ὅτι Ἐτάφητε; ὅτι Συνετάφητε; ὅτι Περιετµήθητε; ὅτι Ἀπεξεδυσάµεθα τὸ σῶµα τῶν ἁµαρτιῶν τῆς σαρκός; πῶς οὖν πάλιν λέγεις, Νεκρώσατε; Μὴ παίζῃς· ὡς ὄντων αὐτῶν ἐν ἡµῖν οὕτω διαλέγῃ; Οὐκ ἔστιν ἐναντιολογία· ἀλλ' ὥσπερ εἴ τις ἐῤῥυπωµένον ἀνδριάντα ἀποσµήξας, µᾶλλον δὲ ἀναχαλκεύσας, καὶ λαµπρὸν δείξας ἄνωθεν, λέγοι µὲν ὅτι κατεπόθη ὁ ἰὸς καὶἀπώλετο, παραινοῖ δὲ πάλιν σπουδάζειν ἀποτίθεσθαι τὸν ἰὸν, οὐκ ἐναντιολογεῖ· οὐ γὰρ ὃν ἀπέσµηξεν ἰὸν, ἀλλὰ τὸν ἐπιγινόµενον µετὰ ταῦτα παραινεῖ ἀποθέσθαι· οὕτως οὐ τὴν προτέραν νέκρωσιν λέγει, οὐδὲ τὰς πορνείας ἐκείνας, ἀλλὰ τὰς ἐπιγινοµένας ὕστερον. Ἀλλ' ἰδοὺ, φασὶν αἱρετικοὶ, τὴν δηµιουργίαν Παῦλος διαβάλλει· εἶπε γὰρ ἔµπροσθεν, Τὰ ἄνω φρο νεῖτε, µὴ τὰ ἐπὶ γῆς· πάλιν φησὶ, Νεκρώσατε ὑµῶν τὰ µέλη τὰ ἐπὶ τῆς γῆς. Ἀλλὰ τὸ, ἐπὶ γῆς, ἐνταῦθα δηλωτικόν ἐστιν ἁµαρτίας, οὐ δηµιουργίας διαβολή. Οὕτω γὰρ τὰ ἐπὶ γῆς αὐτὰ καλεῖ τὰ ἁµαρτήµατα, ἢ τῷ ἀπὸ γεώδους λογισµοῦ καὶ ἐπὶ γῆς ἐνεργεῖσθαι, ἢ τῷ γηΐνους δεικνύναι τοὺς ἁµαρτάνοντας. Πορνείαν, ἀκαθαρσίαν, φησί. Παρῆκε τὰ πράγµατα, ἃ οὐδὲ εἰπεῖν καλὸν, καὶ διὰ τῆς ἀκαθαρσίας ἅπαντα ἐνέφηνε. Πάθος, φησὶν, ἐπιθυµίαν κακήν. Ἰδοὺ γενικῶς τὸ πᾶν εἶπε· πάντα γὰρ ἐπιθυµία κακὴ, βασκανία, ὀργὴ, λύπη. Καὶ τὴν πλεονεξίαν, φησὶν, ἥτις ἐστὶν εἰδωλολατρεία.∆ ιὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.∆ ιὰ πολλῶν ἀπήγαγεν αὐτούς· διὰ τῶν εὐεργεσιῶν τῶν ὑπαρξασῶν, διὰ τῶν µελλόντων ἐξ ὧν ἀπηλλάγηµεν κακῶν, τίνες ὄντες, καὶ διὰ τί, καὶ ὅλα ἐκεῖνα, οἷον, τίνες ἦµεν καὶ ἐν τίσιν, καὶ ὅτι ἀπηλλάγηµεν αὐτῶν, πῶς καὶ τίνι τρόπῳ καὶ ἐπὶ τίσι. Ταῦτα ἱκανὰ ἀποστρέψαι· ἀλλὰ πάντων σφοδρότερον τοῦτο, ἀηδὲς µὲν εἰπεῖν, οὐ µὴν ἀνωφελὲς, ἀλλὰ καὶ ὠφέλιµον·∆ ι' ἃ ἔρχεται, φησὶν, ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Οὐκ εἶπεν, Ἐφ' ὑµᾶς, ἀλλ', Ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Ἐν οἷς καὶ ὑµεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς. Ἐντρεπτικῶς, Ὅτε ἐζῆτε, φησὶν, ἐν αὐτοῖς, καὶ µετ' ἐγκωµίου, ὡς νῦν οὐ ζώντων· τότε ἐξῆν. Νυνὶ δὲ ἀπόθεσθε καὶ ὑµεῖς τὰ πάντα. Καὶ καθολικῶς ἀεὶ λέγει, καὶ ἰδικῶς· τοῦτο δέ ἐστι διαθέσεως. Ὀργὴν, θυµὸν, κακίαν βλασφηµίαν, αἰσχρολογίαν ἐκ τοῦ στόµατος ὑµῶν. Μὴ ψεύδεσθε εἰς ἀλλήλους. Αἰσχρολογίαν, φησὶν, ἐκ τοῦ στόµατος ὑµῶν, ἐµφαντικῶς, ὅτι αὐτὸ ῥυποῖ. Ἀπεκδυσάµενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσάµενοι τὸν νέον τὸν ἀνακαινούµενον εἰς ἐπίγνωσιν κατ' εἰκόνα τοῦκτίσαντος αὐτόν. Ἄξιον ἐνταῦθα ζητῆσαι, τί δήποτε µέλη καὶ ἄνθρωπον καὶ σῶµα καλεῖ τὸν διεφθαρµένον βίον, καὶ τὸν ἐνάρετον πάλιν τὸ αὐτό. Καὶ εἰ ὁ ἄνθρωπός εἰσιν αἱ ἁµαρτίαι, πῶς φησι, Σὺν ταῖς πράξεσιν αὐτοῦ; Ἅπαξ γὰρ εἶπε παλαιὸν ἄνθρωπον, δείξας ὅτι οὐ τοῦτό ἐστιν ἄνθρωπος, ἀλλ' ἐκεῖνο, Τῆς γὰρ οὐσίας ἡ προαίρεσις κυριωτέρα, καὶ τοῦτο µᾶλλον ἄνθρωπος, ἢ ἐκεῖνο. Οὐ γὰρ ἡ οὐσία ἐµβάλλει εἰς γέενναν, οὐδὲ εἰς βασιλείαν εἰσάγει, ἀλλ' αὐτὴ ἡ προαίρεσις, καὶ οὐδένα οὔτε φιλοῦµεν, οὔτε µισοῦµεν ᾗ ἄνθρωπος, ἀλλ' ᾗ τοιόσδε ἄνθρωπος. Εἰ τοίνυν ἡ µὲν οὐσία τὸ σῶµά ἐστιν, αὕτη δὲ ἀνυπεύθυνος ἐν ἑκατέροις, πῶς αὐτὸ κακὸν εἶναί φησι;
8.2
Τί δέ φησι, Σὺν ταῖς πράξεσι; Τὴν προαίρεσιν µετὰ τῶν ἔργων. Παλαιὸν δὲ αὐτὸν καλεῖ, τὸ αἰσχρὸν αὐτοῦ βουλόµενος δεῖξαι καὶ τὸ δυσειδὲς καὶ τὸ ἠσθενηκός· καὶ νέον, ἀντὶ τοῦ, Μὴ προσδοκήσητε, φησὶν, ὅτι καὶ οὗτος τὸ αὐτὸ πείσεται, ἀλλὰ τοὐναντίον· ὅσῳ γὰρ ἂν προΐῃ, οὐ πρὸς γῆρας ἐπείγεται, ἀλλὰ πρὸς νεότητα µείζονα τῆς προτέρας. Ὅταν γὰρ πλείονα λάβῃ τὴν γνῶσιν, καὶ µειζόνων ἀξιοῦται, καὶ µᾶλλον ἀκµάζει, καὶ µᾶλλον ἰσχύει, οὐκ ἀπὸ τῆς νεότητος µόνον, ἀλλὰ καὶ τοῦ εἴδους πρὸςὅ ἐστιν. Ἰδοὺ κτίσις ἡ ἀρίστη πολιτεία λέγεται. Κατ' εἰκόνα Χριστοῦ· τοῦτο γάρ ἐστι, Κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν· ἐπεὶ καὶ ὁ Χριστὸς οὐ πρὸς γῆρας ἐτελεύτησεν, ἀλλ' οὕτως ἦν καλὸς, ὡς µηδὲ εἶναι εἰπεῖν. Ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτοµὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα, καὶ ἐν πᾶσι Χριστός. Ἰδοὺ τρίτον ἐγκώµιον τοῦ ἀνδρὸς τούτου, ὅταν µήτε ἔθνους, µήτε ἀξιώµατος, µήτε προγόνων διαφορὰ ἐπεισέρχηται, ὅταν ἔχῃ τῶν ἔξωθεν µηδὲν, µηδὲδέηται τούτων· τοιαῦτα γὰρ πάντα τὰ ἔξωθεν. Περιτοµὴ καὶ ἀκροβυστία· δοῦλος, ἐλεύθερος, Ἕλλην, τουτέστι, προσήλυτος· καὶ Ἰουδαῖος, τουτέστιν, ἐκ προγόνων. Ἂν τοῦτον ἔχῃς µόνον, τῶν αὐτῶν ἐπιτεύξῃ τοῖς ἄλλοις, τοῖς ἔχουσιν. Ἀλλὰ τὰ πάντα, καὶ ἐν πᾶσι, φησὶν, Χριστός· τουτέστι, Πάντα ὑµῖν ὁ Χριστὸς ἔσται, καὶ ἀξίωµα καὶ γένος, καὶ ἐν πᾶσιν ὑµῖν αὐτός. Ἢ ἕτερόν τί φησιν, ὅτι Πάντες Χριστὸς εἷς ἐγένεσθε, σῶµα αὐτοῦ ὄντες. Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ Θεοῦ, ἅγιοι καὶ ἠγαπηµένοι. Τὸ εὔκολον δείκνυσι τῆς ἀρετῆς, ὥστε καὶ διηνεκῶς αὐτὴν ἔχειν, καὶ ὥστε ὡς µεγίστῳ κόσµῳ κεχρῆσθαι. Καὶ µετ' ἐγκωµίου ἡ παραίνεσις· τότε γὰρ µάλιστα ἰσχύει. Ἐγένοντο γὰρ ἅγιοι, ἀλλ' οὐκ ἐκλεκτοί· νυνὶ δὲ καὶ ἐκλεκτοὶ καὶ ἅγιοι καὶ ἠγαπηµένοι. Σπλάγχνα οἰκτιρµοῦ. Οὐκ εἶπεν ἔλεον, ἀλλ' ἐµφαντικώτερον διὰ τῶν δύο. Καὶ οὐκ εἶπεν, ὅτι ὡς ἀδελφοῖς οὕτω διατίθεσθαι δεῖ, ἀλλ' ὡς παισὶ πατέρες. Μὴ γάρ µοι εἴπῃς, ὅτι ἥµαρτε· διὰ τοῦτο εἶπε σπλάγχνα. Καὶ οὐκ εἶπεν, οἰκτιρµὸν, ἵνα µὴ ἐκείνους ἐξευτελίσῃ, ἀλλὰ, Σπλάγχνα οἰκτιρµοῦ. Χρηστότητα, ταπεινοφροσύνην, πραότητα, µακροθυµίαν· ἀνεχόµενοι ἀλλήλων, καὶ χαριζόµενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ µοµφήν· καθὼς καὶ ὁ Χριστὸς ἐχαρίσατο ὑµῖν, οὕτω καὶ ὑµεῖς. Πάλιν κατ' εἶδος λέγει· ἀπὸ χρηστότητος γὰρ ταπεινοφροσύνη, καὶ ἀπὸ ταύτης µακροθυµία. Ἀνεχόµενοι, φησὶν, ἀλλήλων, τουτέστι, παραπεµπόµενοι. Καὶ ὅρα πῶς αὐτὸ οὐδὲν ἔδειξε, µοµφὴν καλέσας. Εἶτα ἐπάγει· Καθὼς καὶ ὁ Χριστὸς ἐχαρίσατο ὑµῖν. Μέγα τὸ ὑπόδειγµα· ὅπερ ἀεὶ ποιεῖ, ἀπὸ τοῦ Χριστοῦ προτρέπων αὐτούς. Μοµφὴν, φησί. Ἐκεῖ µὲν µικρὸν αὐτὸ ἔδειξεν· ὅτε δὲ τὸ ὑπόδειγµα παρήγαγεν, ἔπεισεν ὅτι κἂν µεγάλα ἔχωµεν ἐγκα λεῖν, δεῖ χαρίζεσθαι. Τὸ γὰρ, Καθὼς ὁ Χριστὸς, τοῦτο σηµαίνει· καὶ οὐ τοῦτο µόνον, ἀλλ' ὅτι καὶ ἐξ ὅλης καρδίας· καὶ οὐ τοῦτο µόνον, ἀλλ' ὅτι καὶ φιλεῖν δεῖ. Ὁ γὰρ Χριστὸς εἰσαχθεὶς εἰς τὸ µέσον πάντα εἰσάγει ταῦτα· καὶ ὅτι κἂν µεγάλα ᾗ, κἂν µὴ προηδικηκότες τύχωµεν, κἂν ἡµεῖς µὲν µεγάλοι, ἐκεῖνοι δὲ µικροὶ, κἂν µέλλωσιν ὑβρίζειν ἡµᾶς καὶ µετὰ ταῦτα, καὶ ὅτιτὴν ψυχὴν δεῖ ὑπὲρ αὐτῶν θεῖναι· τὸ γὰρ, Καθὼς, ταῦτα ἀπαιτεῖ· καὶ ὅτι οὐδὲ µέχρι θανάτου µόνον στῆναι δεῖ, ἀλλ', εἰ δυνατὸν, καὶ µετὰ ταῦτα. Ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην, ἥτις ἐστὶ σύνδεσµος τῆς τελειότητος. Ὁρᾷς ὅτι τοῦτο λέγει. Ἐπειδὴ γὰρ ἔνι χαριζόµενον µὴ φιλεῖν, Ναὶ, φησὶ, καὶ φιλεῖν, καὶ ὁδὸν δείκνυσι, δι' ἧς δυνατὸν χαρίζεσθαι. Ἔστι γὰρ καὶ χρηστὸν εἶναί τινα καὶ πρᾶον καὶ ταπεινόφρονα καὶ µακρόθυµον, καὶ µὴ ποθεῖν.∆ ιὸ ἀρχόµενος εἶπε, Σπλάγχνα οἰκτιρµοῦ, καὶ ἀγάπην, καὶ ἔλεον. Ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην, ἥτις ἐστὶ σύνδεσµος τῆς τελειότητος. Ὃ δὲ θέλει εἰπεῖν, τοῦτό ἐστιν, ὅτι Οὐδὲν ἐκείνων ὄφελος· διαλύεται γὰρ πάντα ἐκεῖνα, ἂν µὴ µετὰ ἀγάπης γίνηται. Πάντα ἐκεῖνα αὕτη συσφίγγει· ὅπερ ἂν εἴπῃς ἀγαθὸν, ταύτης ἀπούσης, οὐδέν ἐστιν, ἀλλὰ διαῤῥεῖ. Καὶ ὃν τρόπον ἐπὶ πλοίου, κἂν µεγάλα ᾖ τὰ σκεύη, τὰ δὲ ὑποζώµατα µὴ ᾖ, οὐδὲν ὄφελος· καὶ ἐπὶ οἰκίας ἐὰν µὴ ὦσιν αἱ ἱµαντώσεις· καὶ ἐπὶ σώµατος κἂν µεγάλα ᾖ τὰ ὀστᾶ, οἱ δὲ σύνδεσµοι µὴ ὦσιν, οὐδὲν ὄφελος. Οἷα γὰρ ἐάν τις ἔχῃ κατορθώµατα, πάντα φροῦδα, ἀγάπης µὴ οὔσης. Οὐκ εἶπεν, ὅτι κορυφή ἐστιν, ἀλλ' ὃ µεῖζόν ἐστι, σύνδεσµος· ἀναγκαιότερον τοῦτο, ἢ ἐκεῖνο. Κορυφὴ µὲν γὰρ ἐπίτασις τελειότητος, σύνδεσµος δὲ συγκράτησις τῶν τὴν τελειότητα ποιούντων, ὡσανεὶ ἡ ῥίζα. Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑµῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν σώµατι ἑνί· καὶ εὐχάριστοι γίνεσθε.
8.3
Ἡ εἰρήνη τοῦ Θεοῦ ἡ πεπηγυῖα καὶ βεβαία αὕτη ἐστίν. Ἂν µὲν δι' ἄνθρωπον ἔχῃς εἰρήνην, ταχέως διαλύεται· ἐὰν δὲ διὰ τὸν Θεὸν, οὐκέτι. Καίτοι τὸ καθολικὸν εἶπε τὴν ἀγάπην, ἀλλὰ πάλιν ἐπὶ τὸ ἰδικὸν ἔρχεται. Ἔστι γὰρ καὶ ἄµετρος ἀγάπη, οἶον, ὅταν ἀπὸ πολλῆς τις ἀγάπης ἐγκαλῇ εἰκῆ, καὶ µάχας ἔχῃ καὶ ἀποστρέφηται. Οὒ, φησὶν, οὐ τοῦτο βούλοµαι, ἀλλ' ὡς ἐποίησεν εἰρήνην πρὸς ὑµᾶς ὁ Θεὸς, οὕτω καὶ ὑµεῖς ποιεῖτε. Πῶς δὲ ἐποίησεν; Αὐτὸς θελήσας, οὐ παρ' ἡµῶν τι λαβών. Τί ἐστιν; Ἡ εἰρήνη τοῦ Θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑµῶν; Ἐὰν µάχωνται λογισµοὶ δύο, µὴ στήσῃς τὸν θυµὸν, µὴ στήσῃς τὴν ἐπήρειαν κατέχουσαν τὸ βραβεῖον, ἀλλὰ τὴν εἰρήνην· οἷον, ἔστω τις ὑβρισθεὶς ἀδίκως· ἀπὸ τῆς ὕβρεως ἐτέχθησαν λογισµοὶ δύο, ὁ µὲν κελεύων ἀµύνασθαι, ὁ δὲ ἐνεγκεῖν, καὶ παλαίουσιν ἀλλήλοις. Ἐὰν ἡ εἰρήνη τοῦ Θεοῦ ἑστήκῃ βραβεύουσα, τῷ κελεύοντι φέρειν δίδωσι τὸ βραβεῖον, καὶ καταισχύνει ἐκεῖνον. Πῶς; Πείθουσα ὅτι ὁ Θεὸς εἰρήνη ἐστὶν, ὅτι εἰρήνευσεν ἡµῖν. Οὐχ ἁπλῶς δείκνυσι πολὺν τὸν ἀγῶνα τοῦ πράγµατος. Μὴ θυµὸς, φησὶ, βραβευέτω, µὴ φιλονεικία, µὴ ἀνθρωπίνη εἰρήνη· ἡ γὰρ ἀνθρωπίνη εἰρήνη ἐκ τοῦ ἀµύνασθαι γίνεται, ἐκ τοῦ µηδὲν πάσχειν δεινόν. Ἀλλ' οὐ ταύτην βούλοµαι, φησὶν, ἀλλ' ἐκείνην, ἣν ὁ Χριστὸς ἀφῆκεν αὐτός. Στάδιον ἔνδον ἐποίησεν ἐν τοῖς λογισµοῖς, καὶ ἀγῶνα καὶ ἄθλησιν καὶ βραβευτήν. Εἶτα πάλιν προτροπή· Εἰς ἣν ἐκλήθητε, φησί· τουτέστιν, ἐφ' ᾗ ἐκλήθητε. Ἀνέµνησεν ὅσων ἀγαθῶν αἰτία ἡ εἰρήνη.∆ ιὰ ταύτην σε ἐκάλεσεν, ἐπὶ ταύτῃ ἐκάλεσεν, ὥστε ἀξιόπιστον ἀναδέξασθαι τὸ βραβεῖον.∆ ιὰ τί γὰρ ἓν σῶµα ἐποίησεν; οὐχ ἵνα αὕτη κρατῇ; οὐχ ἵνα ἀφορµὴν ἔχωµεν τοῦ εἰρηνεύειν;∆ ιὰ τί πάντες ἓν σῶµά ἐσµεν; πῶς δὲ ἓν σῶµά ἐσµεν;∆ ιὰ τὴν εἰρήνην σῶµα ἕν ἐσµεν, καὶ διὰ τὸ σῶµα ἓν εἶναι, εἰρηνεύοµεν.∆ ιὰ τί δὲ οὐκ εἶπεν, Ἡ εἰρήνη τοῦ Θεοῦ νικάτω, ἀλλὰ, Βραβευέτω; Ἀξιοπιστοτέραν αὐτὴν ἐποίησε. Τὸν πονηρὸν λογισµὸν οὐκ ἀφῆκεν αὐτῇ προσπαλαίειν, ἀλλὰ κατώτερον ἑστάναι. Καὶ τὸ τοῦ βραβείου ὄνοµα ἐπῆρε τὸν ἀκροατήν. Ἂν γὰρ δῷ βραβεῖον τῷ ἀγαθῷ λογισµῷ, ὅσα ἂν ἀναισχυντῇ ἐκεῖνος, οὐδὲν ὄφελος λοιπόν. Ἄλλως δὲ ἐκεῖνος εἰδὼς ἦν, ὅτι ὅσα ἂν ἐργάσηται, οὐ λήψεται τὸ βραβεῖον· ὅσα ἂν πνεύσῃ καὶ ἐπιχειρήσῃ σφοδρότερον προσβαλεῖν, ἅτε ἀνόητα πονῶν ἀποστήσεται. Καὶ καλῶς προσέθηκε, Καὶ εὐχάριστοι γίνεσθε. Τοῦτο γάρ ἐστιν εὐχάριστον εἶναι, καὶ σφόδρα ἐντρεπτικῶς, τὸ ὁµοίως κεχρῆσθαι τοῖς ὁµοδούλοις, ὥσπερ αὐτῷ ὁ Θεὸς, τὸ εἴκειν τῷ δεσπότῃ, τὸ πείθεσθαι, τὸ ὑπὲρ πάντων χάριν ὁµολογεῖν, κἂν ὑβρίσῃ τις, κἂν πλήξῃ. Οὐ γὰρ δὴ ὁ τῷ Θεῷ χάριν ὁµολογῶν, ὑπὲρ ὧν ἔπαθε, τὸν ποιήσαντα ἀµυνεῖται· ὡς ὅγε ἀµυνόµενος οὐχ ὁµολογεῖ χάριν. Ἀλλὰ µὴ κατ' ἐκεῖνον τὸν τὰ ἑκατὸν δηνάρια γενώµεθα, ἵνα µὴ ἀκούσωµεν, Πονηρὲ δοῦλε· οὐδὲν γὰρ τῆς ἀχαριστίας ταύτης χεῖρον. Ὥστε ἀχάριστοι οἱ ἀµυνόµενοι.∆ ιὰ τί δὲ ἐπὶ τὴν πορνείαν πρώτην ἦλθεν; εἰπὼν γὰρ, Νεκρώσατε ὑµῶν τὰ µέλη τὰ ἐπὶ τῆς γῆς, εὐθύς φησι, Πορνείαν, καὶ τοῦτο σχεδὸν πανταχοῦ ποιεῖ. Ὅτι µάλιστα τοῦτο κρατεῖ τὸ πάθος· καὶ γὰρ καὶ ἐν τῇ πρὸς Θεσσαλονικεῖς γράφων, τοῦτο ἐποίησε. Καὶ τί θαυµαστόν; ὅπου γε καὶ Τιµοθέῳ φησὶ, Σεαυτὸν ἁγνὸν τήρει· καὶ πάλιν ἀλλαχοῦ, Εἰρήνην διώκετε µετὰ πάντων, καὶ τὸν ἁγιασµὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Νεκρώσατε, φησὶ, τὰ µέλη ὑµῶν. Τὸ νεκρὸν ἴστε οἷόν ἐστι, µισητὸν, βδελυκτὸν, διαῤῥέον. Ἂν νεκρώσῃς, οὐ µένει νεκρὸν, ἀλλὰ φθείρεται εὐθέως, καθάπερ τὸ σῶµα. Σβέσον οὖν τὴν θερµότητα, καὶ οὐδὲν νεκρὸν µένει.∆ είκνυσιν αὐτὸν τοῦτο ἐργαζόµενον, ὅπερ ὁ Χριστὸς ἐπὶ τοῦ λουτροῦ· διὰ τοῦτο καὶ µέλη καλεῖ· καθάπερ ἀριστέα τινὰ εἰσάγων, καὶ εἰς µείζονα ἄγων ἔµφασιν. Καὶ καλῶς εἶπε, Τὰ ἐπὶ τῆς γῆς· ἐνταῦθα γὰρ µένει, καὶ ἐνταῦθα φθείρεται, πολλῷ µᾶλλον τῶν µελῶν τούτων. Ὥστε οὐχ οὕτω τὸ σῶµά ἐστιν ἀπὸ γῆς, ὡς ἡ ἁµαρτία γηΐνη· τοῦτο µὲν γὰρ καὶ καλὸν φαίνεταί ποτε, ἐκεῖνα δὲ οὐδέποτε. Καὶ πάντων τῶν ἐπὶ γῆς ἐπιθυµεῖ ταῦτα τὰ µέλη. Ἂν ὀφθαλµὸς ᾖ τοιοῦτος, οὐχ ὁρᾷ τὰ ἐν οὐρανοῖς· ἂν ἀκοὴ, ἂν χεὶρ, ἂν ὁτιοῦν εἴπῃς µέλος. Ὀφθαλµὸς σώµατα ὁρᾷ καὶ κάλλη καὶ χρήµατα· ταῦτα τὰ ἀπὸ γῆς, τούτοις τέρπεται· ἡ ἀκοὴ µέλε. µαλθακῷ, κιθάρᾳ καὶ σύριγγι καὶ αἰσχρολογίᾳ· ταῦτα δὲ περὶ γῆν. Ἐπειδὴ οὖν ἔστησεν αὐτοὺς ἄνω παρὰ τὸν θρόνον, τότε φησὶ, Νεκρώσατε τὰ µέλη ὑµῶν τὰ ἐπὶ τῆς γῆς. Οὐ γὰρ ἔνι στῆναι ἄνω µετὰ τούτων τῶν µελῶν· οὐκ ἔνι γὰρ ἐκεῖ, εἰς ὃ ἐνεργεῖν δεῖ. Καὶ οὗτος ὁ πηλὸς χείρων ἐκείνου· ἐκεῖνος µὲν γὰρ ὁ πηλὸς γίνεται χρυσός·∆ εῖ γὰρ, φησὶ, τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν· οὗτος δὲ ὁ πηλὸς οὐκέτι ἀναχωνευθῆναι δύναται. Ὥστε ταῦτα µᾶλλον ἐπὶ τῆς γῆς, ἢ ἐκεῖνα.∆ ιὰ τοῦτο οὐκ εἶπεν Ἀπὸ γῆς, ἀλλὰ, Τὰ ἐπὶ τῆς γῆς· ἔνι γὰρ ταῦτα µὴ εἶναι ἀπὸ γῆς. Ταῦτα µὲν γὰρ ἀνάγκη ἐπὶ γῆς εἶναι, ἐκεῖνα δὲ οὐκέτι ἀνάγκη. Ὅταν γὰρ ἀκοὴ µηδὲν ἀκούῃ τῶν ἐνταῦθα, ἀλλὰ τῶν ἐν οὐρανοῖς λαλουµένων, ὅταν ὀφθαλµὸς µηδὲν ὁρᾷ τῶν ἐνταῦθα, ἀλλὰ τῶν ἄνω, οὐκ ἐπὶ γῆς ἐστιν· ὅταν τὸ στόµα µηδὲν φθέγγηται τῶν ἐνταῦθα, οὐκ ἐπὶ γῆς ἐστιν· ὅταν ἡ χεὶρ µηδὲν πράττῃ τῶν πονηρῶν, οὐκ ἔστι τῶν ἐπὶ γῆς, ἀλλὰ τῶν ἐν τοῖς οὐρανοῖς.
8.4
Τοῦτο καὶ ὁ Χριστός φησιν, Ἐὰν ὁ ὀφθαλµός σου ὁ δεξιὸς σκανδαλίζῃ σε, τουτέστιν, Ἐὰν ἀκολάστως ὁρᾷς, ἔκκοψον αὐτόν· τουτέστι, τὸν λογισµὸν τὸν πονηρόν. Ἐµοὶ δὲ δοκεῖ πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυµίαν, ταυτὸ λέγειν, τὴν πορνείαν, διὰ πάντων τούτων ἀπάγων ἡµᾶς τοῦ πράγµατος. Πάθος γὰρ ὄντως τοῦτό ἐστι· καὶ καθάπερ τὸ σῶµα πάσχει, ἢ πυρέττει ἢ τραυµατίζεται, οὕτω καὶ τοῦτο. Καὶ οὐκ εἶπεν, Ἐπίσχετε, ἀλλὰ, Νεκρώσατε, ὥστε µηδὲ ἀναστῆναι λοιπόν· καὶ ἀπόθεσθε. Τὸ νεκρούµενον ἀποτιθέµεθα· οἷον, τύλοι ἂν ὦσιν ἐν τῷ σώµατι, τὸ σῶµα νεκρόν ἐστι, καὶ ἀποτιθέµεθα αὐτό. Ἀλλὰ ἐὰν µὲν ζῶν κόψῃς, ἀλγηδόνα παρέχει· ἂν δὲ νενεκρωµένον, οὐδὲ αἰσθανόµεθα. Οὕτω δὴ καὶ ἐπὶ τῶν παθῶν· ἀκάθαρτον ποιεῖ τὴν ψυχὴν, παθητὴν ποιεῖ τὴν ψυχὴν τὴν ἀθάνατον. Πῶς εἰδωλολατρεία εἴρηται ἡ πλεονεξία, πολλάκις εἰρήκαµεν. Τὰ τυραννοῦντα γὰρ µάλιστα τὸ τῶν ἀνθρώπων γένος, ταῦτά ἐστι, πλεονεξία καὶ ἀκολασία καὶ ἐπιθυµία κακή.∆ ι' ἃ ἔρχεται, φησὶν, ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Υἱοὺς ἀπειθείας λέγει, ἀποστερῶν αὐτοὺς συγγνώµης, καὶ δεικνὺς ὅτι παρὰ τὸ µὴ πεισθῆναι ἐν τούτοις εἰσίν. Ἐν οἷς καὶ ὑµεῖς, φησὶ, περιεπατήσατέ ποτε, καὶ ἐπείσθητε.∆ είκνυσιν αὐτοὺς ἔτι ἐν αὐτοῖς, καὶ ἐγκωµιάζει οὕτω λέγων· Νυνὶ δὲ καὶ ὑµεῖς ἀπόθεσθε τὰ πάντα, ὀργὴν, θυµὸν, κακίαν. βλασφηµίαν, αἰσχρολογίαν. Οὐκ ἐπ' αὐτοὺς, ἀλλ' ἐφ' ἑτέρους προάγει τὸν λόγον, ὥστε µὴ πλῆξαι. Καὶ βλασφηµίας δὲ τὰς λοιδορίας λέγει, καθάπερ θυµὸν τὴν πονηρίαν καλεῖ. Ἀλλαχοῦ δὲ ἐντρεπτικῶς, ὅτι Ἀλλήλων ἐσµὲν µέλη. Ὥσπερ δηµιουργοὺς αὐτοὺς κατασκευάζει τῶν ἀνθρώπων, τὸν µὲν ῥιπτούντων, τὸν δὲ δεχοµένων. Εἶπεν ἐκεῖ, Τὰ µέλη, ἐνταῦθα, Πάντα, φησὶ, τὴν καρδίαν, τὸν θυµὸν, τὸ στόµα, τὴν βλασφηµίαν, τοὺς ὀφθαλµοὺς, τὴν πορνείαν, τὴν πλεονεξίαν, χεῖρας καὶ πόδας, ψεῦδος, τὴν διάνοιαν αὐτὴν, καὶ τὸν νοῦν τὸν παλαιόν. Μίαν ἔχει µορφὴν βασιλικὴν τὴν τοῦ Χριστοῦ.∆ οκοῦσί µοι ἐξ ἐθνῶν εἶναι µᾶλλον οὗτοι, πρὸς οὓς καὶ ἀποτείνεται, δεικνὺς ὅτι µίαν ἔχει µορφὴν βασιλικὴν τὰ µέλη, κἂν ὁ µὲν µείζων ᾗ, ὁ δὲ ἐλάττων. Καθάπερ γὰρ ἡ γῆ ψάµµος οὖσα τὴν οἰκείαν ἀπολλῦσα πρότερον µορφὴν, ὕστερον χρυσῆ γίνεται· καὶ καθάπερ τὰ ἔρια, οἷα ἂν ᾖ, ἑτέραν δέχεται ὄψιν, καὶ τὴν προτέραν ἔκρυψεν· οὕτω δὴ καὶ ὁ πιστός. Ἀνεχόµενοι, φησὶν, ἀλλήλων. Ἔδειξε τὸ δίκαιον· ἀνέχου σὺ ἐκείνου, καὶ ἐκεῖνός σου· ὅπερ ἐν τῇ πρὸς Γαλάτας φησὶν, Ἀλλήλων τὰ βάρη βαστάζετε. Καὶ εὐχάριστοι, φησὶ, γίνεσθε. Μάλιστα µὲν πανταχοῦ τοῦτο ζητεῖ· τὸ κεφάλαιον τῶν ἀγαθῶν γὰρ τοῦτό ἐστιν.
8.5
Εὐχαριστῶµεν τοίνυν ἐν πᾶσιν, ὅπερ ἂν γένηται· τοῦτο γὰρ εὐχαριστία. Τὸ µὲν γὰρ ἐν τῇ εὐπραγίᾳ τοῦτο ποιεῖν, οὐ µέγα· αὐτὴ γὰρ τῶν πραγµάτων ἡ φύσις ἐπὶ τοῦτο ὠθεῖ· ὅταν δὲ ἐν τοῖς ἐσχάτοις ὄντες εὐχαριστῶµεν, τότε ἐστὶ θαυµαστόν. Ὅταν γὰρ ἐφ' οἷς ἕτεροι βλασφηµοῦσι καὶ ἀποδυσπετοῦσιν, ἡµεῖς εὐχαριστῶµεν, ὅρα πόση ἡ φιλοσοφία. Πρῶτον, τὸν Θεὸν ηὔφρανας· δεύτερον, τὸν διάβολον κατῄσχυνας· τρίτον, καὶ τὸ γενόµενον οὐδὲν ἀπέφηνας· ὁµοῦ γὰρ σύ τε εὐχαριστεῖς, καὶ ὁ Θεὸς τὴν ὀδύνην ὑποτέµνεται, καὶ ὁ διάβολος ἀφίσταται. Ἂν µὲν γὰρ ἀποδυσπετήσῃς, ἅτε ἀνύσας ὅπερ ἤθελεν, ἐφέστηκε, καὶ ὁ Θεὸς ἅτε βλασφηµηθεὶς, ἐγκαταλιµπάνει, καὶ ἐπιτείνεται τὸ δεινόν· ἐὰν δὲ εὐχαριστήσῃς, ἅτε µηδὲν ὠφελῶν, ἀφίσταται, καὶ ὁ Θεὸς ἅτε τιµηθεὶς, ἀντιτιµᾷ µειζόνως· καὶ οὐκ ἔστιν ἄνθρωπον εὐχαριστοῦντα ἐπὶ τοῖς κακοῖς αἰσθέσθαι τῶν κακῶν. Χαίρει γὰρ ἡ ψυχὴ ἅτε κατορθοῦσα, εὐθέως φαιδρὸν ἔχει τὸ συνειδὸς, γάννυται τοῖς ἐγκωµίοις τοῖς ἑαυτῆς· τὴν δὲ φαιδρὰν οὐκ ἔνι σκυθρωπὴν εἶναι. Ἐκεῖ δὲ µετὰ τῆς συµφορᾶς καὶ τὸ συνειδὸς ἐπίκειται µαστίζον· ἐνταῦθα δὲ στεφανοῖ καὶ ἀνακηρύττει. Οὐδὲν τῆς γλώττης ἐκείνης ἁγιώτερον τῆς ἐν τοῖς κακοῖς εὐχαριστούσης τῷ Θεῷ· ὄντως τῆς τῶν µαρτύρων οὐδὲν ἀποδεῖ· ὁµοίως καὶ αὕτη, κἀκεῖνος στεφανοῦται. Καὶ γὰρ καὶ ταύτῃ ἐφέστηκε δήµιος ἀναγκάζων ἀρνήσασθαι τὸν Θεὸν διὰ τῆς βλασφηµίας, ἐφέστηκεν ὁ διάβολος δηµίοις λογισµοῖς καταξαίνων, ἀθυµίαις σκοτῶν. Ἂν τοίνυν ἐνέγκῃ τὰς ἀλγηδόνας τις, καὶ εὐχαριστήσῃ, µαρτυρίου στέφανον ἔλαχεν. Οἷον, τὸ παιδίον νοσεῖ, καὶ εὐχαριστεῖ τῷ Θεῷ· τοῦτο αὐτῇ στέφανος. Πόσης βασάνου οὐ χείρων ἡ ἀθυµία; ἀλλ' οὐκ ἀναγκάζει ῥῆµα ἐκβαλεῖν πικρόν. Ἀποθνήσκει· πάλιν ηὐχαρίστησε; Γέγονε θυγάτηρ τοῦ Ἀβραάµ. Εἰ γὰρ µὴ τῇ ἰδίᾳ ἔσφαξε χειρὶ, ἀλλ' ἐπὶ τῇ θυσίᾳ ἥσθη, ὅπερ ἴσον ἐστίν· οὐ γὰρ ἠγανάκτησε λαµβανοµένου τοῦ δώρου. Πάλιν ἐνόσησεν· οὐκ ἐποίησε περίαπτα; Μαρτύριον αὐτῇ λογίζεται· κατέθυσε γὰρ τὸν υἱὸν τῇ γνώµῃ. Τί γὰρ, εἰ καὶ µηδὲν ὠφελεῖ ἐκεῖνα, ἀλλ' ἀπάτης ἐστὶ καὶ χλεύης; ἀλλ' ὅµως ἦσαν οἱ πείθοντες ὅτι ὠφελεῖ· καὶ εἵλετο µᾶλλον νεκρὸν τὸ παιδίον ἰδεῖν, ἢ εἰδωλολατρείας ἀνασχέσθαι. Ὥσπερ οὖν αὕτη µάρτυς, ἄν τε ἐφ' ἑαυτῆς, ἄν τε ἐπὶ τοῦ παιδὸς ἐργά ζηται τοῦτο, ἄν τε ἐπὶ τοῦ ἀνδρὸς, ἢ ἑτέρου τινὸς τῶν φιλτάτων· οὕτως ἡ ἑτέρα εἰδωλολάτρις.∆ ῆλον γὰρ ὅτι ἔθυσεν ἂν, εἰ ἦν θῦσαι· µᾶλλον δὲ ἤδη ἐποίησε τὸ τῆς θυσίας. Τὰ γὰρ περίαπτα, κἂν µυρία φιλοσοφῶσιν οἱ ἐκ τούτων χρηµατιζόµενοι, λέγοντες ὅτι τὸν Θεὸν καλοῦµεν, καὶ οὐδὲν πλέον ποιοῦµεν, καὶ ὅσα τοιαῦτα, καὶ Χριστιανή ἐστιν ἡ γραῦς καὶ πιστὴ, εἰδωλολατρεία τὸ πρᾶγµά ἐστι. Πιστὴ εἶ; σφράγισον, εἰπέ. Τοῦτο ἔχω τὸ ὅπλον µόνον, τοῦτο τὸ φάρµακον· ἄλλο δὲ οὐκ οἶδα. Εἰπέ µοι, ἐὰν προσελθὼν ἰατρὸς, καὶ τὰ τῆς ἰατρικῆς φάρµακα ἀφεὶς, ἐπᾴδῃ, τοῦτον ἰατρὸν ἐροῦµεν; Οὐδαµῶς· τὰ γὰρ τῆς ἰατρικῆς οὐχ ὁρῶµεν φάρµακα. Οὕτως οὐδὲ ἐνταῦθα τὰ τοῦ Χριστιανισµοῦ. Ἕτεραι δὲ πάλιν ποταµῶν ὀνόµατα περιάπτουσι, καὶ µυρία τοιαῦτα τολµῶσιν. Ἰδοὺ λέγω, καὶ προλέγω πᾶσιν ὑµῖν, ὅτι ἐάν τις ἁλῷ, οὐ φείσοµαι πάλιν, ἄν τε περίαπτον, ἄν τε ἐπῳδὴν, ἄν τε ἄλλο τι τῆς τέχνης τῆς τοιαύτης ποιῇ. Τί οὖν, ἀποθάνῃ, φησὶ, τὸ παιδίον; Ἂν οὕτω ζήσῃ, τότε ἀπέθανεν· ἂν δὲ ἄνευ ἐκείνων ἀποθάνῃ, τότε ἔζησε. Νῦν δὲ ἂν µὲν πόρναις ἴδῃς προσέχοντα, εὔχῃ κατορυγῆναι, καὶ λέγεις. Τί γὰρ ὄφελος τοῦ ζῇν; ὑπὲρ δὲ σωτηρίας ὁρῶσα κινδυνεύοντα, βούλει ζῶντα ὁρᾷν; Οὐκ ἤκουσας τοῦ Χριστοῦ λέγοντος, ὅτι Ὁ ἀπολέσας τὴν ψυχὴν αὑτοῦ, εὑρήσει αὐτήν· ὁ δὲ εὑρὼν, ἀπολέσει αὐτήν; πιστεύεις τοῖς εἰρηµένοις, ἢ µῦθοί σοι δοκοῦσιν εἶναι; Εἰπὲ δή µοι, ἐὰν εἴπῃ τις, ὅτι Ἀπάγαγε εἰς εἰδωλεῖον, καὶ ζήσεται, ἀνέξῃ; Οὒ, φησί.∆ ιὰ τίς Ὅτι εἰδωλολατρεῖν ἀναγκάζει· ἐνταῦθα δὲ οὐκ ἔστιν εἰδωλολατρεία, ἀλλ' ἁπλῶς ἐπῳδὴ, φησίν. Αὕτη γὰρ ἡ σατανικὴ ἔννοια, αὕτη ἡ µεθοδεία ἡ διαβολικὴ, συγκαλύπτειν τὴν πλάνην, καὶ ἐν µέλιτι τὸ δηλητήριον διδόναι φάρµακον. Ἐπειδὴ οἶδεν ἐκεῖθέν σε οὐ πείθων, ταύτην ἐβάδισε τὴν ὁδὸν εἰς περιάµµατα καὶ γραώδεις µύθους· καὶ ὁ µὲν σταυρὸς ἠτίµωται, τὰ δὲ γράµµατα προτετίµηται· ὁ Χριστὸς ἐκβέβληται, καὶ εἰσάγεται µεθύουσα γραῦς καὶ ληροῦσα· τὸ µυστήριον πεπάτηται τὸ ἡµέτερον, καὶ πλάνη χορεύει τοῦ διαβόλου. Τίνος οὖν ἕνεκεν οὐκ ἐλέγχει, φησὶν, ὁ Θεός; Τὴν ἀπὸ τῶν τοιούτων βοήθειαν πολλαχοῦ ἤλεγξε, καὶ οὐκ ἔπεισέ σε· λοιπὸν ἀφίησι τῇ πλάνῃ· Παρέδωκε γὰρ αὐτοὺς, φησὶν, ὁ Θεὸς εἰς ἀδόκιµον νοῦν. Ταῦτα δὲ οὐδ' ἂν Ἕλλην νοῦν ἔχων ἀνάσχοιτο. Λέγεταί τις δηµαγωγός ποτε ἐν Ἀθήναις ταῦτα περιτεθῆναι· εἶτα φιλόσοφός τις ἐκείνου διδάσκαλος ἰδὼν, ἐπετίµησεν, ἐµέµψατο, ἔδακεν, ἐκωµῴδησεν· ἡµεῖς δὲ οὕτως ἀθλίως διακείµεθα, ὡς καὶ τούτοις πιστεύειν. Καὶ διὰ τί µή εἰσι νῦν οἱ ἀνιστῶντες, φησὶ, νεκροὺς καὶ ἰάσεις ἐπιτελοῦντες;∆ ιὰ τί, τέως οὐ λέγω· διὰ τί δὲ µή εἰσι νῦν οἱ τῆς παρούσης καταφρονοῦντες ζωῆς; διὰ τί ἐπὶ µισθῷ δουλεύοµεν τῷ Θεῷ; Ὅτε ἀσθενέστερον διέκειτο ἡ φύσις ἡ ἀνθρωπίνη, ὅτε φυτευθῆναι τὴν πίστιν ἔδει, ἦσαν καὶ τοιοῦτοι πολλοί· νῦν δὲ οὐ βούλεται ἡµᾶς τούτων ἠρτῆσθαι τῶν σηµείων, ἀλλ' ἑτοίµους εἶναι πρὸς θάνατον. Τί τοίνυν τῆς παρούσης ἔχῃ ζωῆς; τί τὰ µέλλοντα οὐχ ὁρᾷς; καὶ ὑπὲρ µὲν ταύτης καὶ εἰδωλολατρεῖν ἀνέχῃ, ὑπὲρ δὲ ἐκείνης οὐδὲ ἀθυµίας κατασχεῖν;∆ ιὰ ταῦτα οὐκ εἰσὶ νῦν τοιοῦτοι, ὅτι ἄτιµος ἡµῖν ἐφάνη ἐκείνη ἡ ζωὴ, εἴ γε ὑπὲρ µὲν ἐκείνης οὐδὲν πράττοµεν, ὑπὲρ δὲ ταύτης οὐδὲνπαραιτούµεθα ὑποµένειν. Τί δὲ καὶ ὁ ἄλλος γέλως, σποδὸς καὶ ἀσβόλη καὶ ἅλες; καὶ πάλιν τὸ γραΐδιον εἰς τὸ µέσον. Γέλως ὄντως, καὶ αἰσχύνη. Καὶ ὀφθαλµὸς, φησὶν, ἥρπασε τὸ παιδίον. Μέχρι τίνος ταῦτα τὰ σατανικά; πῶς οὐ γελάσονται Ἕλληνες; πῶς οὐ χλευάσουσιν, ὅταν αὐτοῖς λέγωµεν, Μεγάλη ἡ δύναµις τοῦ σταυροῦ; πῶς πεισθήσονται, ὅταν ὁρῶσι τούτων δεοµένους, ὧν αὐτοὶ καταγελῶσι; διὰ ταῦτα ὁ Θεὸς ἰατροὺς ἔδωκε καὶ φάρµακα; Τί οὖν, ἂν µὴ θεραπεύωσιν ἐκεῖνοι, ἀλλὰ ἀπέρχηται τὸ παιδίον; Ποῦ ἄπεισιν, εἰπέ µοι, ἄθλιε καὶ ταλαίπωρε; πρὸς τοὺς δαίµονας ἄπεισι; πρός τινα τύραννον ἄπεισιν; οὐχὶ πρὸς τὸν οὐρανὸν ἄπεισιν; οὐχὶ πρὸς τὸν οἰκεῖον∆ εσπότην; τί οὖν ἀλγεῖς; τί κλαίεις; τί πενθεῖς; τί τοῦ∆ εσπότου σου πλέον τὸ παιδίον φιλεῖς; οὐχὶ δι' ἐκείνου ἔχεις καὶ τοῦτο; διὰ τί ἀχάριστος εἶ, τὸ δῶρον τοῦ δωρησαµένου πλέον ἀγαπῶν; Ἀλλ' ἀσθενής εἰµι, φησὶ, καὶ οὐ φέρω τοῦ Θεοῦ τὸν φόβον. Εἰ γὰρ ἐν τοῖς σωµατικοῖς κακοῖς τὸ µεῖζον τὸ ἔλαττον κρύπτει, πολλῷ µᾶλλον ἐν τῇ ψυχῇ φόβος εἰ προσῆν, φόβος φόβον ἂν ἔλυσε, καὶ λύπη λύπην. Καλὸν ἦν τὸ παιδίον; Ἀλλ' οἷον ἂν ᾖ, οὐκ ἔστιν ὡραιότερον τοῦ Ἰσαάκ· µονογενὴς ἦν κἀκεῖνος. Ἐν γήρᾳ σοι γέγονε; Κἀκεῖνος. Ἀλλ' ἀστεῖόν ἐστιν; Ἀλλ' οἷον ἂν ᾖ, οὐκ ἔστιν ὡραιότερον τοῦ Μωϋσέως, ὃς καὶ βαρβαρικὴν ὄψιν ἐπεσπάσατο πρὸς πόθον, καὶ ταῦτα ἐν ἐκείνῳ τῆς ἡλικίας τῷ καιρῷ, ἔνθαοὐδέπω φαίνεται ἡ ὥρα· ἀλλ' ὅµως τὸ φιληθὲν τοῦτο ἔῤῥιπτον εἰς ποταµὸν οἱ γονεῖς. Σὺ µὲν καὶ ὁρᾷς κείµενον, καὶ ταφῇ παραδίδως, καὶ εἰς τὸ σῆµα ἄπει· ἐκεῖνοι δὲ οὐδὲ ᾔδεσαν πότερον ἰχθύσιν ἔσται βορὰ, πότερον κυσὶ, πότερον ἑτέρῳ θηρίῳ τῶν κατὰ τὴν θάλατταν βοσκοµένων· καὶ ταῦτα ἐποίουν, οὐδέπω περὶ βασιλείας οὐδὲν εἰδότες, οὐδὲ περὶ ἀναστάσεως. Ἀλλ' οὐκ ἔστι µονογενὲς, ἀλλὰ µετὰ πολλοὺς καὶ αὐτὸ ἀπῆλθεν; Ἀλλ' οὐχ οὕτως ὡς ἐπὶ τοῦ Ἰὼβ ἀθρόα ἡ συµφορὰ, καὶ σκυθρωποτέρα· οὐ στέγης κατενεχθείσης, οὐκ ἀριστώντων µεταξὺ, οὐ τῶν συµφορῶν προαγγελθεισῶν. Ἀλλ' ἐφιλεῖτο παρὰ σοῦ; Ἀλλ' οὐχὶ µᾶλλον τοῦ Ἰωσὴφ τοῦ θηριοβρώτου γενοµένου· ἀλλ' ὅµως ἔνεγκε τὴν συµφορὰν, καὶ τὴν µετ' ἐκείνην, καὶ τὴν µετὰ ταύτην. Ὁ πατὴρ ἔκλαυσεν, ἀλλ' οὐκ ἠσέβησεν· ἐπένθησεν, ἀλλ' οὐκ ἀπεδυσπέτησεν, ἀλλὰ µέχρι τούτων ἔστη τῶν ῥηµάτων, λέγων· Ἰωσὴφ οὐκ ἔστι, Συµεὼν οὐκ ἔστι, καὶ τὸν Βενιαµὶµ λήψεσθε; ἐπ' ἐµὲ ἐγένετο ταῦτα πάντα. Ὁρᾷς πῶς ἐκεῖνον λιµοῦ τυραννὶς ἔπεισε καταφρονῆσαι τῶν παίδων· παρὰ δὲ σοὶ οὐκ ἰσχύει ὁ τοῦ Θεοῦ φόβος ὅσον ὁ λιµός; Κλαῦσον, οὐ κωλύω, ἀλλὰ µηδὲν βλάσφηµον µήτε εἴπῃς, µήτε πράξῃς. Οἷος ἐὰν ᾖ ὁ παῖς, οὐκ ἔστι κατὰ τὸν Ἄβελ· ἀλλ' οὐδὲν τοιοῦτον εἶπεν ὁ Ἀδάµ. Καίτοι χαλεπὴ ἐκείνη ἡ συµφορά· τί γὰρ χαλεπώτερον τοῦ τὸν ἀδελφὸν ἀνῃρηκέναι; Ἀλλὰ γὰρ καὶ ἀδελφοκτόνων εὐκαίρως ἄλλων ἀνεµνήσθην· οἷον ὅτε Ἀβεσσαλὼµ τὸν Ἀµνὼν ἀνεῖλε τὸν πρωτότοκον· καὶ∆ αυῒδ ὁ βασιλεὺς ἠγάπα τὸ παιδίον, καὶ ἐν σάκκῳ µὲν ἐκάθητο καὶ σποδῷ. Οὔτε δὲ µάντεις ἤγαγεν, οὔτε ἐπῳδοὺς, καίτοι ἦσαν τότε· καὶ δηλοῖ ὁ Σαούλ· ἀλλὰ τὸν Θεὸν ἱκέτευε. Τοῦτο καὶ σὺ ποίει· ὅπερ ὁ δίκαιος ἐποίησε, ποίησον καὶ σύ· τὰ αὐτὰ εἰπὲ ῥήµατα, ὅταν ἀποθάνῃ τὸ παιδίον· Ἐγὼ µὲν ἀπελεύσοµαι πρὸς αὐτὸ, αὐτὸ δὲ οὐχ ἥξει πρός µε. Τοῦτο φιλοσοφίας, τοῦτο φιλοστοργίας. Ὡς ἂν φιλῇς τὸ παιδίον, οὐ φιλεῖς τοσοῦτον ὅσον ἐκεῖνος τότε· τῷ µακαρίῳ ἐκείνῳ ἤκµαζεν ὁ περὶ τὴν µητέρα πόθος, εἰ καὶ ἐκ µοιχειῶν ἦν. Ἴστε δὲ ὅτι κοινωνεῖ τὰ τικτόµενα τοῦ φίλτρου τῶν τικτόντων. Καὶ τοσοῦτος ὁ ἔρως ἦν, ὡς καὶ κατήγορον αὐτῷ ὃν βούλεσθαι ζῇν· ἀλλ' ὅµως ηὐχαρίστησε τῷ Θεῷ. Τί οἴει πάσχειν τὴν Ῥεβέκκαν, ὅτε ἀδελφὸς ἠπείλησε τῷ Ἰακώβ; οὐκ ἐλύπησε τὸν ἄνδρα, ἀλλ' ἐκέλευσεν ἀποπέµψαι. Ἐννόησον τὰ τούτων χείρω, ὅταν τι δεινὸν πάθῃς, καὶ ἱκανὴν ἕξεις παραµυθίαν· καὶ λογίζου, τί δὲ, εἰ ἐν πολέµῳ τεθνήκοι; τί δὲ, εἰ ἐν πυρί; Καὶ ὧν ἐὰν πάθωµεν, τὰ δεινότερα ἐννοῶµεν, καὶ ἕξοµεν ἀρκοῦσαν παραµυθίαν· καὶ τοὺς τὰ δεινότερα πεπονθότας ἀεὶ περισκοπῶµεν, καὶ εἰ αὐτοὶ βαρύτερα ἐπάθοµέν ποτε. Οὕτω καὶ Παῦλος προτρέπει, ὡς ὅταν λέγῃ· Οὔπω µέχρις αἵµατος ἀντικατέστητε πρὸς τὴν ἁµαρτίαν ἀνταγωνιζόµενοι, καὶ πάλιν, Πειρασµὸς ὑµᾶς οὐκ εἴληφεν, εἰ µὴ ἀνθρώπινος. Ὧν οὖν ἂν πάθωµεν, τὰ χείρω περισκοπῶµεν· εὑρήσοµεν γὰρ, καὶ οὕτως ἐσόµεθα εὐχάριστοι. Πρὸ δὲ πάντων εὐχαριστῶµεν ἐπὶ πᾶσι διηνεκῶς· οὕτω γὰρ καὶ ταῦτα παύσεται, καὶ ἡµεῖς εἰς δόξαν Θεοῦ ζήσοµεν, καὶ τῶν ἐπηγγελµένων ἀγαθῶν ἐπιτευξόµεθα· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ.

Intertext edge

Open linked passage

Note