Homilies on Colossians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
9.0
Ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑµῖν πλουσίως, ἐν πάσῃ σοφίᾳ διδάσκοντες, καὶ νουθετοῦντες ἑαυτοὺς ψαλµοῖς καὶ ὕµνοις, καὶ ᾠδαῖς πνευµατικαῖς, ἐν χάριτι ᾄδοντες ἐν ταῖς καρδίαις ὑµῶν τῷ Κυρίῳ· καὶ πᾶν ὅ τι ἂν ποιῆτε ἐν λόγῳ, ἐν ἔργῳ, πάντα ἐν ὀνόµατι τοῦ Κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ Θεῷ καὶ Πατρὶ δι' αὐτοῦ.
9.1
Παραινέσας εὐχαρίστους εἶναι, καὶ τὴν ὁδὸν δείκνυσι. Ποίαν δὴ ταύτην; Ἣν πρώην ἡµεῖς διελέχθηµεν πρὸς ὑµᾶς. Τί λέγων; Ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑµῖν πλουσίως. Μᾶλλον δὲ οὐ ταύτην µόνον, ἀλλὰ καὶ ἑτέραν. Ἐγὼ µὲν γὰρ εἶπον, ὅτι δεῖ τοὺς τὰ δεινότερα πεπονθότας ἀναλέγειν, καὶ τοὺς τὰ χαλεπώτερα ὧν ἐπάθοµεν ὑποµείναντας ἀναλογίζεσθαι, καὶεὐχαριστεῖν ὑπὲρ τοῦ µὴ συµβῆναι ἐκεῖνα· αὐτὸς δὲ τί φησιν; Ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑµῖν πλουσίως· τουτέστιν, ἡ διδασκαλία, τὰ δόγµατα, ἡ παραίνεσις, ἐν αἷς οὐδὲν τὴν παροῦσαν ζωὴν εἶναί φησιν, οὐδὲ τὰ ταύτης ἀγαθά. Ἐὰν γὰρ ταῦτα ἴδωµεν, οὐδενὶ τῶν δυσχερῶν εἴξοµεν. Ἐνοικείτω, φησὶν, ἐν ὑµῖν πλουσίως, µὴ ἁπλῶς, ἀλλὰ µετὰ πολλῆς τῆς περιουσίας. Ἀκούσατε ὅσοι ἐστὲ κοσµικοὶ, καὶ γυναικὸς καὶ παίδων προΐστασθε, πῶς καὶ ὑµῖν ἐπιτρέπει µάλιστα τὰς Γραφὰς ἀναγινώσκειν· καὶ οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχεν, ἀλλὰ µετὰ πολλῆς τῆς σπουδῆς. Ὥσπερ γὰρ ὁ πλούσιος ἐν χρήµασι ζηµίαν καὶ καταδίκην ἐνεγκεῖν δύναται, οὕτως ὁ πλουτῶν ἐν δόγµασι φιλοσοφίας, οὐχὶ πενίαν µόνον, ἀλλὰ καὶ πάσαςτὰς συµφορὰς εὐκόλως οἴσει, καὶ ἐκείνου εὐκολώτερον. Ἐκεῖ µὲν γὰρ ἐν τῇ διαλύσει τῆς ζηµίας ἀνάγκη τὸν ὄντα πλούσιον ἐλαττοῦσθαι καὶ ἐλέγχεσθαι· κἂν πολλάκις τοῦτο πάθῃ, οὐκέτι δυνήσεται ἐνεγκεῖν· ἐνταῦθα δὲ οὐχ οὕτως· οὐδὲ γὰρ δαπανῶµεν τοὺς ὑγιεῖς λογισµοὺς, ὅταν ἐνεγκεῖν τι δέῃ τῶν ἀβουλήτων, ἀλλὰ µένουσι διαπαντός. Καὶ ὅρα τὴν σύνεσιν τοῦ µακαρίου τούτου· Οὐκ εἶπεν· Ὁ λόγος τοῦ Χριστοῦ ἐν ὑµῖν ἔστω, ἁπλῶς, ἀλλὰ τί; Ἐνοικείτω, καὶ, Πλουσίως. Ἐν πάσῃ σοφίᾳ διδάσκοντες καὶ νουθετοῦντες ἑαυτούς. Τὴν ἀρετήν φησι σοφίαν· εἰκότως· καὶ ἡ ταπεινοφροσύνη γὰρ, καὶ ἡ ἐλεηµοσύνη, καὶ ὅσα τοιαῦτα, σοφία ἐστίν· ὥσπερ οὖν τἀναντία, ἄνοια· καὶ γὰρ ὠµότης ἐξ ἀνοίας. Ὅθεν πολλαχοῦ τὴν πᾶσαν ἁµαρτίαν ἀφροσύνην καλεῖ. Εἶπε, φησὶν, ἄφρων ἐν καρδίᾳ αὑτοῦ· Οὐκ ἔστι Θεός· καὶ πάλιν, Προσώζεσαν καὶ ἐσάπησαν οἱ µώλωπές µου ἀπὸ προσώπου τῆς ἀφροσύνης µου. Τί γὰρ ἀνοητότερον, εἰπέ µοι, τοῦ ἑαυτὸν µὲν ἱµάτια περιβάλλοντος, τοὺς δὲ ἀδελφοὺς τοὺς αὑτοῦ γυµνοὺς παραβλέποντος; τοῦ κύνας µὲν τρέφοντος, τὴν δὲ εἰκόνα τοῦ Θεοῦ περιορῶντος ἐν λιµῷ; τοῦ πεπεισµένου ἁπλῶς, ὅτι οὐδὲν τὰ ἀνθρώπινα πράγµατα, καὶ ὥσπερ ἀθανάτοις αὐτοῖς προστετηκότος; Ὥσπερ οὖν οὐδὲν τοῦ τοιούτου ἀνοητότερον, οὕτως οὐδὲν σοφώτερον τοῦ τὴν ἀρετὴν κατορθοῦντος. Ὅρα γὰρ, πῶς σοφός ἐστι, φησί· µεταδίδωσι τῶν ὄντων, ἐλεήµων ἐστὶ, φιλάνθρωπος· ἐπέγνω τὴν φύσιν ὅτι κοινή· ἐπέγνω τὴν τῶν χρηµάτων χρῆσιν, ὅτι οὐδενὸς ἀξία λόγου· ὅτι τῶν σωµάτων τῶν οἰκείων δεῖ φείδεσθαι µᾶλλον, ἢ τῶν χρηµάτων.∆ ιὸ δόξης καταφρονῶν καὶ φιλόσοφός ἐστιν· οἶδε γὰρ τὰ ἀνθρώπινα πράγµατα. Τῶν θείων καὶ ἀνθρωπίνων πραγµάτων γνῶσις ἡ φιλοσοφία. Οὐκοῦν οἶδε µὲν ποῖα θεῖα, ποῖα δὲ ἀνθρώπινα, καὶ τῶν µὲν ἀπέχεται, ταῦτα δὲ ἐργάζεται· οἶδε, καὶ εὐχαριστεῖ τῷ Θεῷ ἐν πᾶσιν· οὐδὲν εἶναι νοµίζει τὸν παρόντα βίον· διὰ τοῦτο οὐδὲ ἥδεται τοῖς χρηστοῖς, οὔτε λυπεῖται τοῖς ἐναντίοις. Μηδὲ περιµείνῃς ἕτερον διδάσκαλον· ἔχεις τὰ λόγια τοῦ Θεοῦ· οὐδείς σε διδάσκει ὡς ἐκεῖνα. Οὗτος µὲν γὰρ πολλὰ καὶ διὰ κενοδοξίαν καὶ διὰ βασκανίαν ἐπικρύπτει πολλάκις. Ἀκούσατε, παρακαλῶ, πάντες οἱ βιωτικοὶ, καὶ κτᾶσθε βιβλία φάρµακα τῆς ψυχῆς. Εἰ µηδὲν ἕτερον βούλεσθε, τὴν γοῦν Καινὴν κτήσασθε, τῶν ἀποστόλων τὰς Πράξεις, τὰ Εὐαγγέλια, διδασκάλους διηνεκεῖς. Ἂν λύπη συµβῇ, ὥσπερ εἰς ἀποθήκην φαρµάκων ἔγκυψον· λάβε παραµυθίαν ἐκεῖθεν τοῦ δεινοῦ, ἂν ζηµία, ἂν θάνατος, ἂν ἀποβολὴ οἰκείων· µᾶλλον δὲ µὴ ἔγκυπτε, ἀλλὰ ἀνάλαβε πάντα, ἔχε ἐπὶ τῆς διανοίας. Τοῦτο πάντων αἴτιον τῶν κακῶν, τὸ µὴ εἰδέναι τὰς Γραφάς. Χωρὶς ὅπλων εἰς πόλεµον βαδίζοµεν· καὶ πῶς ἔδει σωθῆναι; Ἀγαπητὸν µετὰ τούτων σωθῆναι, µήτι γε χωρὶς τούτων. Μὴ τὰ πάντα ἐφ' ἡµᾶς ῥίπτετε· πρόβατά ἐστε, ἀλλ' οὐκ ἄλογα, ἀλλὰ λογικά· πολλὰ καὶ ὑµῖν ὁ Παῦλος ἐπιτρέπει. Οἱ διδασκόµενοι οὐ διαπαντὸς ἐπὶ τὸ µαθεῖν διατρίβουσιν, ἐπεὶ οὐ διδάσκονται· ἂν ἀεὶ µανθάνῃς, οὐδέποτε µαθήσῃ. Μὴ οὕτως ἔρχου, ὡς ἀεὶ µαθησόµενος· ἐπεὶ οὐδέποτε εἴσῃ, ἀλλ' ὡς καὶ ἀποµαθησόµενος, καὶ διδάξων ἕτερον. Εἰπὲ δέ µοι, οὐχὶ ὡρισµένους καιροὺς παραµένουσιν ἅπαντες ἐν τοῖς µαθήµασι, καὶ ἐν πάσαις ἁπλῶς ταῖς τέχναις; Οὕτως ἅπαντες ὁρίζοµεν φανερὸν καιρόν· ἂν δὲ ἀεὶ µανθάνῃ, τεκµήριόν ἐστι τοῦ µηδὲν µαθεῖν.
9.2
Τοῦτο τὸ ὄνειδος τοῖς Ἰουδαίοις ὁ Θεὸς εἶπεν· Αἰρόµενοι ἐκ κοιλίας, καὶ παιδευόµενοι ἕως γήρως. Εἰ µὴ ἀεὶ τοῦτο προσεδοκᾶτε, οὐκ ἂν οὕτως εἰς τοὐπίσω πάντα ἀπῄει. Εἰ ἐνῆν τοὺς µὲν εἶναι µεµαθηκότας, τοὺς δὲ µέλλοντας, προέκοψεν ἂν τὸ ἔργον ἡµῖν· παρεχωρήσατε ἂν ἑτέροις, καὶ συναντελάβεσθε καὶ ἡµῖν. Εἰπέ µοι, εἰ πρὸς γραµµατιστήν τινες ἀπίοιεν, εἶτα µένοιεν ἀεὶ τὰ στοιχεῖα µανθάνοντες, οὐ πολὺν τῷ διδασκάλῳ πόνον παρέξουσι; Μέχρι τίνος ὑµῖν περὶ βίου διαλεγόµεθα; Ἐπὶ τῶν ἀποστόλων οὕτως οὐκ ἦν, ἀλλὰ συνεχῶς µετεπήδων, τοὺς πρότερον µανθάνοντας διδασκάλους καθιστῶντες ἑτέρων τινῶν µαθητευοµένων. Οὕτως ἠδυνήθησαν τὴν οἰκουµένην περιελθεῖν, τῷ µὴ προσδεσµεῖσθαι τόπῳ ἑνί. Πόσης οἴεσθε διδασκαλίας δεῖσθαι τοὺς ὑµετέρους ἀδελφοὺς τοὺς ἐπὶ τῶν ἀγρῶν, καὶ τοὺς ἐκείνων διδασκάλους; Ἀλλ' ὑµεῖς µε κατέχετε προσηλώσαντες. Πρὶν ἢ γὰρ τὴν κεφαλὴν καλῶς διατεθῆναι, περιττὸν ἐπὶ τὸ λοιπὸν σῶµα ἱέναι. Πάντα ἡµῖν ἐπιῤῥίπτετε. Ὑµᾶς ἐχρῆν παρ' ἡµῶν µανθάνειν µόνον· τὰς δὲ γυναῖκας παρ' ὑµῶν, τὰ παιδία παρ' ὑµῶν· ἀλλὰ πάντα ἡµῖν καταλιµπάνετε.∆ ιὰ τοῦτο πολὺς ὁ κόπος.∆ ιδάσκοντες, φησὶ, καὶ νουθετοῦντες ἑαυτοὺς ψαλµοῖς καὶ ὕµνοις καὶ ᾠδαῖς πνευµατικαῖς. Ὅρα καὶ τὸ ἀνεπαχθὲς τοῦ Παύλου. Ἐπειδὴ ἡ ἀνάγνωσις ἔχει πόνον, καὶ πολὺ τὸ φορτικὸν, οὐκ ἐφ' ἱστορίας ἤγαγεν, ἀλλ' ἐπὶ ψαλµοὺς, ἵνα ὁµοῦ καὶ τέρπῃς τὴν ψυχὴν ᾄδων, καὶ ὑποκλέπτῃςτὸν πόνον. Ὕµνοις, φησὶ, καὶ ᾠδαῖς πνευµατικαῖς. Νῦν δὲ σατανικὰς µὲν ᾠδὰς καὶ ὀρχήσεις αἱροῦσιν οἱ παῖδες οἱ ὑµέτεροι, καθάπερ οἱ µάγειροι καὶ οἱ ὀψῶναι καὶ οἱ χορευταί· ψαλµὸν δὲ οὐδεὶς οὐδένα οἶδεν, ἀλλὰ καὶ αἰσχύνη τὸ πρᾶγµα δοκεῖ εἶναι καὶ χλευασία καὶ γέλως. Ἐκεῖθεν ἅπαντα τὰ κακὰ σώζεται. Ἐν οἵᾳ γὰρ ἂν ἑστήκῃ γῇ τὸ φυτὸν, τοιοῦτον φέρει τὸν καρπόν· ἂν ἐν ἀµµώδει καὶ ἁλµυρᾷ, τοιοῦτον· ἂν ἐν γλυκείᾳ καὶ λιπαρᾷ, πάλιν ὅµοιον. Οὕτω πηγή τίς ἐστι τὰ διδάγµατα.∆ ίδαξον αὐτὸν ᾄδειν ψαλµοὺς ἐκείνους τοὺς φιλοσοφίας γέµοντας, οἷον περὶ σωφροσύνης εὐθέως, µᾶλλον δὲ πρὸ πάντων περὶ τοῦ µὴ συνεῖναιπονηροῖς, εὐθέως ἀπ' αὐτῆς τῆς ἀρχῆς τοῦ βιβλίου( διὰ γὰρ τοῦτο καὶ ἐντεῦθεν ἤρξατο ὁ Προφήτης, λέγων· Μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν· Καὶ πάλιν, Οὐκ ἐκάθισα µετὰ συνεδρίου µαταιότητος. Καὶ πάλιν· Ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόµενος· τοὺς δὲ φοβουµένους τὸν Κύριον δοξάζει)· περὶ τοῦ συνεῖναι ἀγαθοῖς( καὶ ταῦτα εὑρήσεις ἐκεῖ· καὶ ἄλλα πολλά)· περὶ τοῦ γαστρὸς κρατεῖν, περὶ τοῦ χεῖρας κατέχειν, περὶ τοῦ µὴ πλεονεκτεῖν· ὅτι οὐδὲν τὰ χρήµατα, οὐδὲ ἡ δόξα, καὶ ὅσα τοιαῦτα. Ὅταν τούτοις ἐκ παιδὸς ἐνάξῃς αὐτὸν, κατὰ µικρὸν καὶ ἐπὶ τὰ ὑψηλότερα ἄξεις. Οἱ ψαλµοὶ πάντα ἔχουσιν, οἱ δὲ ὕµνοι πάλιν οὐδὲν ἀνθρώπινον· ὅταν ἐν τοῖς ψαλµοῖς µάθῃ, τότε καὶ ὕµνους εἴσεται, ἅτε θειότερον πρᾶγµα. Αἱ γὰρ ἄνω δυνάµεις ὑµνοῦσιν, οὐ ψάλλουσιν· Οὐ γὰρ ὡραῖος ὕµνος ἐν στόµατι, φησὶν, ἁµαρτωλοῦ· καὶ πάλιν, Οἱ ὀφθαλµοί µου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς µετ' ἐµοῦ· καὶ πάλιν, Οὐ κατῴκει ἐν µέσῳ τῆς οἰκίας µου ποιῶν ὑπερηφανίαν· καὶ πάλιν, Πορευόµενος ἐν ὁδῷ ἀµώµῳ, οὗτός µοι ἐλειτούργει. Ὥστε µὴ µόνον φίλοις, ἀλλὰ µηδὲ οἰκέταις ἀναµιγνύναι ἑαυτοὺς ἀσφαλίζεσθε. Τὰ γὰρ µυρία κακὰ τοῖς ἐλευθέροις, ὅταν δούλους αὐτοῖς ἐπιστήσωµεν διεφθαρµένους. Εἰ γὰρ πατρὸς ἀπολαύοντες καὶ φιλοστοργίας καὶ φιλοσοφίας τοσαύτης, µόλις διασώζονται· ὅταν αὐτοὺς ἐκδῶµεν τῇ ἀφειδείᾳ τῶν οἰκετῶν, τίνες ἔσονται; Καθάπερ ἐχθροῖς αὐτοῖς κέχρηνται, νοµίζοντες αὐτοῖς τὴν δεσποτείαν εἶναι ἡµερωτέραν, ἂν µωροὺς αὐτοὺς ἀπεργάσωνται καὶ φαύλους καὶ οὐδενὸςλόγου ἀξίους. Πρὸ τῶν ἄλλων οὖν ἁπάντων ταῦτα σπουδάζωµεν. Ἠγάπησα, φησὶ, τοὺς ἀγαπῶντας τὸν νόµον σου. Τοῦτον οὖν καὶ ἡµεῖς ζηλώσωµεν, καὶ τούτους ἀγαπῶµεν. Ἵνα δὲ πάλιν σωφρονῶσιν οἱ παῖδες, ἀκουέτωσαν τοῦ Προφήτου λέγοντος, ὅτι Αἱ ψόαι µου ἐπλήσθησαν ἐµπαιγµάτων· καὶ πάλιν, Ἐξολοθρεύσεις πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. Καὶ ὅτι δεῖ κατέχειν γαστρὸς, ἀκουέτωσαν πάλιν· Καὶ ἀπέκτεινε, φησὶν, ἐν τοῖς πλείοσιν αὐτῶν, ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόµατι αὐτῶν. Καὶ ὅτι δεῖ δώρων κρατεῖν, ἐντεῦθεν µαθήσονται· Πλοῦτος, φησὶν, ἐὰν ῥέῃ, προστίθεσθε καρδίαν· καὶ ὅτι δόξης κρατεῖν, καὶ τοῦτο εὑρήσουσιν· Οὐδὲ συγκαταβήσεται αὐτῷ ὀπίσω αὐτοῦ ἡ δόξα αὐτοῦ· τοὺς πονηροὺς µὴ ζηλοῦν· Μὴ παραζήλου ἐν πονηρευοµένοις· τὰς δυναστείας ἡγεῖσθαι οὐδέν· Εἶδον τὸν ἀσεβῆ ὑπερυψούµενον καὶ ἐπαιρόµενον ὡς τὰς κέδρους τοῦ Λιβάνου, καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν· µηδὲν τὰ παρόντα ἡγεῖσθαι· Ἐµακάρισαν τὸν λαὸν, ᾧ ταῦτά ἐστι· µακάριος ὁ λαὸς, οὗ Κύριος ὁ Θεὸς βοηθὸς αὐτοῦ· ὅτι οὐχ ἁπλῶς ἁµαρτάνοµεν, ἀλλ' ἔστιν ἀνταπόδοσις· ὅτι Σὺ ἀποδώσεις, φησὶν, ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.∆ ιὰ τί δὲ οὐ καθ' ἡµέραν ἀποδίδωσιν; Ὁ Θεὸς κριτὴς, φησὶν, δίκαιος καὶ ἰσχυρὸς καὶ µακρόθυµος· ὅτι ἡ ταπεινοφροσύνη καλόν· Κύριε, φησὶν, οὐχ ὑψώθη ἡ καρδία µου· ὅτι ὑπερηφανία κακόν·∆ ιὰ τοῦτο, φησὶν, ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία εἰς τέλος· καὶ πάλιν, Κύριος ὑπερηφάνοις ἀντιτάσσεται· καὶ πάλιν, Ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν. Ὅτι ἡ ἐλεηµοσύνη καλόν· Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ µένει εἰς τὸν αἰῶνα· ὅτι τὸ ἐλεεῖν ἐπαινετόν· Χρηστὸς ἀνὴρ ὁ οἰκτείρων, καὶ κιχρῶν. Καὶ πολλὰ τούτων πλείονα εὑρήσεις ἐκεῖ ἐµφιλόσοφα δόγµατα· οἷον ὅτι κακῶς λέγειν οὐ δεῖ· Τὸν καταλαλοῦντα, φησὶ, λάθρα τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Τίς ὁ ὕµνος τῶν ἄνω, τί λέγει τὰ Χερουβὶµ, ἴσασιν οἱ πιστοί. Τί ἔλεγον οἱ ἄγγελοι κάτω;∆ όξα ἐν ὑψίστοις Θεῷ.∆ ιὰ τοῦτο µετὰ τὰς ψαλµῳδίας ὕµνοι, ἅτε τελειότερόν τι πρᾶ γµα· Ψαλµοῖς, φησὶν, ὕµνοις, ᾠδαῖς πνευµατικαῖς ἐν τῇ χάριτι ᾄδοντες ἐν ταῖς καρδίαις ὑµῶν τῷ Θεῷ. Ἢ τοῦτό φησιν, ὅτι διὰ χάριν ἡµῖν ταῦτα ἔδωκεν ὁ Θεὸς, ἢ ταῖς ἐν τῇ χάριτι ᾠδαῖς, ἢ νουθετοῦντες ἑαυτοὺς καὶ διδάσκοντες ἐν χάριτι, ἢ ὅτι ἐν χάριτιεἶχον ταῦτα τὰ χαρίσµατα, ἢ ἐπεξήγησίς ἐστιν. Ἀπὸ τῆς χάριτος τοῦ Πνεύµατος, φησίν. Ἄδοντες ἐν ταῖς καρδίαις ὑµῶν τῷ Θεῷ. Μὴ ἁπλῶς, φησὶ, τῷ στόµατι, ἀλλὰ µετὰ προσοχῆς. Τοῦτο γάρ ἐστι τῷ Θεῷ ᾄδειν, ἐκεῖνο δὲ τῷ ἀέρι· διαχεῖται γὰρ ἁπλῶς ἡ φωνή. Μὴ πρὸς ἐπίδειξιν, φησίν. Κἂν ἐν ἀγορᾷ ᾖς, δύνασαι συστρέψαι σαυτὸν καὶ ᾄδειν τῷ Θεῷ, µηδενὸς ἀκούοντος. Ἐπεὶ καὶ Μωϋσῆς οὕτως ηὔχετο, καὶ ἠκούσθη· φησὶ γάρ· Τί βοᾷς πρός µε; Καίτοι γε οὐδὲν εἶπεν ἀλλ' ἐβόα κατὰ διάνοιαν µετὰ καρδίας συντετριµµένης· διὸ καὶ ὁ Θεὸς ἤκουσε µόνος. Οὐ κεκώλυται γὰρ καὶ περιπατοῦντα εὔχεσθαι κατὰ καρδίαν, καὶ ἄνω εἶναι. Καὶ πᾶν ὅ τι ἂν ποιῆτε, φησὶν, ἐν λόγῳ, ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόµατι τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, εὐχαριστοῦντες τῷ Θεῷ καὶ Πατρὶ δι' αὐτοῦ. Ἐὰν γὰρ οὕτω ποιῶµεν, οὐδὲν ἔσται µιαρὸν, οὐδὲν ἀκάθαρτον, ἔνθα ἂν ὁ Χριστὸς καλῆται. Ἐὰν ἐσθίῃς, ἐὰν πίνῃς, ἐὰν γαµῇς, ἐὰν ἀποδηµῇς, πάντα ἐν ὀνόµατι τοῦ Θεοῦ πρᾶττε· τουτέστιν, αὐτὸν καλῶν βοηθόν· ἐπὶ πάντων πρότερον αὐτῷ εὐχόµενος, ἅπτου τῶν πραγµάτων. Βούλει τι φθέγξασθαι; τοῦτο πρότασσε.∆ ιὰ τοῦτο καὶ ἡµεῖς τῶν ἐπιστολῶν προτάσσοµεν τὸ ὄνοµα Κυρίου. Ἔνθα ἂν ᾖ τὸ ὄνοµα Κυρίου, πάντα αἴσια. Εἰ γὰρ ὑπάτων ὀνόµατα ἀσφαλῆ τὰ γραµµατεῖα ποιεῖ, πολλῷ µᾶλλον τοῦ Χριστοῦ τὸ ὄνοµα. Ἢ τοῦτό φησι· Κατὰ Θεὸν πάντα καὶ λέγετε, καὶ πράττετε· µὴ τοὺς ἀγγέλους ἐπεισάγετε. Ἐσθίεις; εὐχαρίστησον τῷ Θεῷ, καὶ µέλλων, καὶ µετὰ ταῦτα. Καθεύδεις; εὐχαρίστησον τῷ Θεῷ, καὶ µέλλων, καὶ µετὰ ταῦτα. Εἰς ἀγορὰν ἐµβάλλεις; ταυτὸν ποίει· µηδὲν κοσµικὸν, µηδὲν βιωτικόν. Πάντα ἐν ὀνόµατι Κυρίου ποίει, καὶ πάντα σοι εὐοδωθήσεται. Ὅπου ἂν ἐπιτεθῇ τὸ ὄνοµα τοῦ Θεοῦ, πάντα αἴσια. Εἰ δαίµονας ἐκβάλλει, εἰ νόσους ἀπελαύνει, πολλῷ µᾶλλον εὐκολίαν πραγµάτων ποιήσει. Καὶ τί ἐστι ποιῆσαι ἐν λόγῳ, ἢ ἐν ἔργῳ; Ἢ ἀξιοῦντα, ἢ ὁτιοῦν ποιοῦντα. Ἄκουσον πῶς ὁ Ἀβραὰµ ἐν ὀνόµατι Θεοῦ τὸν οἰκέτην ἀπέστειλεν, ὁ∆ αυῒδ ἐν ὀνόµατι Θεοῦ τὸν Γολιὰθ καθεῖλε. Θαυµαστὸν τὸ ὄνοµα αὐτοῦ καὶ µέγα. Πάλιν ὁ Ἰακὼβ τοὺς υἱοὺς πέµπων, φησίν· Ὁ δὲ Θεός µου δῴη ὑµῖν χάριν ἐνώπιον τοῦ ἀνθρώπου. Ὁ γὰρ τοῦτο ποιῶν, ἔχει σύµµαχον τὸν Θεὸν, οὗ χωρὶς οὐδὲν ἐτόλµησε ποιῆσαι. Ἅτε οὖν τιµηθεὶς τῷ κληθῆναι, ἀντιτιµήσει τῷ ἐξευµαρίσαι τὰ πράγµατα. Κάλει τὸν Υἱὸν, εὐχαρίστει τῷ Πατρί. Καὶ γὰρ τοῦ Υἱοῦ καλουµένου ὁ Πατὴρ καλεῖται, καὶ αὐτοῦ εὐχαριστουµένου ὁ Υἱὸς εὐχαριστεῖται. Ταῦτα µανθάνωµεν µὴ µέχρι ῥηµάτων, ἀλλὰ καὶ διὰ τῶν ἔργων πληροῦν. Οὐδὲν τοῦ ὀνόµατος τούτου ἴσον· τοῦτο πανταχοῦ θαυµάσιον· Μύρον, φησὶν, ἐκκενωθὲν ὄνοµά σου. Ὁ τοῦτο εἰπὼν εὐθέως εὐωδίας ἐνεπλήσθη. Οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, φησὶν, εἰ µὴ ἐν Πνεύµατι ἁγίῳ. Τοῦτο τὸ ὄνοµα τοσαῦτα ἐργάζεται. Ἐὰν εἴπῃς· Ἐν ὀνόµατι Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύµατος, µετὰ πίστεως, πάντα ἤνυσας. Ὅρα πόσα ἐποίησας· ἐδηµιούργησας ἄνθρωπον, καὶ τἄλλα πάντα ἀπὸ τοῦ βαπτίσµατος εἰργάσω. Οὕτω ταῖς νόσοις ἐπιτασσόµενον φοβερὸν τὸ ὄνοµα.∆ ιὰ ταῦτα ὁ διάβολος τὰ τῶν ἀγγέλων ἐπεισήγαγε, βασκαίνων ἡµῖν τῆς τιµῆς. Τῶν δαιµόνων τοιαῦται αἱ ἐπῳδαί. Κἂν ἄγγελος ᾖ, κἂν ἀρχάγγελος, κἂν τὰ Χερουβὶµ, µὴ ἀνέχου· ἐπεὶ οὐδὲ αὗται αἱ δυνάµεις καταδέξονται, ἀλλὰ καὶ ἀποσείσονται, ὅταν ἴδωσι τὸν∆ εσπότην ἀτιµαζόµενον. Ἐγώ σε ἐτίµησα, φησὶ, καὶ εἶπον· Ἐµὲ κάλει· καὶ σὺ ἀτιµάζεις αὐτόν; Ἂν ταύτην ᾄδῃς τὴν ἐπῳδὴν µετὰ πίστεως, καὶ νόσους καὶ δαίµονας ἀπελάσεις· κἂν µὴ ἀπελάσῃς τὴν νόσον, οὐ παρὰ ἀσθένειαν, ἀλλὰ παρὰ τὸ συµφέρον. Κατὰ τὴν µεγαλωσύνην σου, φησὶν, οὕτω καὶ ἡ αἴνεσίς σου.∆ ιὰ τοῦ ὀνόµατος τούτου ἡ οἰκουµένη ἐπεστράφη, ἡ τυραννὶς ἐλύθη, ὁ διάβολος ἐπατήθη, οἱ οὐρανοὶ ἀνεῴγησαν. Καὶ τί λέγω, οἱ οὐρανοί; ἡµεῖς ἀνεγεννήθηµεν διὰ τοῦ ὀνόµατος τούτου. Ἐὰν τοῦτο ἔχωµεν, λάµποµεν. Τοῦτο καὶ µάρτυρας ποιεῖ, καὶ ὁµολογητάς· τοῦτο κατέχωµεν ἀντὶ µεγάλου δώρου, ἵνα ἐν δόξῃ ζήσωµεν, καὶ εὐαρεστήσωµεν τῷ Θεῷ, καὶ καταξιωθῶµεν τῶν ἐπηγγελµένων ἀγαθῶν τοῖςἀγαπῶσιν αὐτὸν, χάριτι καὶ φιλανθρωπίᾳ.